§4#2Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ δέχεται τὸ σημεῖον, λαμβάνει δὲ τὸ χαλκοῦν ἢ χρυσοῦν σημεῖον, ἀλλʼ οὐχ ᾗ χαλκὸς ἢ χρυσός.
一般而言,关于一切感觉,我们必须理解,感觉是能够在没有质料的情况下接受感觉形式的东西,正如蜡接受印戒的印记而无需铁或金一样;它接受青铜或黄金的印记,但并非作为青铜或黄金。
ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστη ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ ψόφον ἢ χυμὸν πάσχει, ἀλλʼ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλʼ ᾗ τοιόνδε καὶ κατὰ τὸν λόγον.
同样地,每种感觉也受到具有颜色、声音或味道的事物的作用,但不是就其中每一个被称为什么而言,而是就其具有如此性质且按照比例而言。
αἰσθητήριον δὲ πρῶτον, ἐν ᾧ ἡ τοιαύτη δύναμις.
而首要的感觉器官,则是此种能力寓于其中的部位。
ἔστι μὲν οὖν τὸ αὐτό, τὸ δʼ εἶναι ἕτερον· μέγεθος μὲν γάρ ἄν τι εἴη τὸ αἰσθανόμενον, οὐ μέντοι τό γε αἰσθητικῷ εἶναι ἢ αἰσθήσει μεγέθει ἐστὶν εἶναι, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου.
因此,它们是同一的,但其存在(本质)却不同;因为进行感知的东西必然具有某种大小,然而,作为感觉主体或感觉的存在,并不等同于作为大小的存在,而是该大小的某种比例和能力。
φανερὸν δʼ ἐκ τούτων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις (ἂν γὰρ ἡ κίνησις ἰσχυροτέρα τοῦ αἰσθητηρίου, λύεται ὁ λόγος, τοῦτο δʼ ἧν αἴσθησις, ὡσπερανεὶ ἡ συμφωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν), καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν·
由此也明白为什么感觉对象的过度会破坏感觉(因为如果运动对于感觉器官来说过于强烈,比例就会被破坏——而这比例正是感觉——正如琴弦被过于猛烈地弹奏时,和声与音调就会被破坏一样),以及为什么植物虽然具有某种灵魂的部分,且受到可触之物的作用(因为它们确实会被冷却和变热),却不能产生感觉。
καὶ γὰρ ψύχεται καὶ θερμαίνεται· αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα, μηδὲ τοιαύτην ἀρχὴν οἵαν τὰ εἴδη τῶν αἰσθητῶν δέχεσθαι, ἀλλὰ μετὰ τῆς ὕλης πάσχειν.
其原因在于它们不具备中道,也不具备能接受感觉对象形式的原理,而是连同质料一起受动。
ἀπορήσειε δʼ ἄν τις, ἆρα πάθοι ἂν ὑπʼ ὀσμῆς τὸ μὴ δυνάμενον ἀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν·
不过,有人可能会提出疑问:不能闻到气味的东西是否会被气味所作用,或者不能看见的东西是否会被颜色所作用?
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
对于其他感觉也是如此。
εἰ δʼ ἡ ὀσμὴ τὸ ὀσφραντόν, εἴ τι ποιεῖ, τὴν ὄσφρησιν ποιεῖ ὀσμή, ὥστε οὐθὲν πάσχειν τῶν ἀδυνάτων ὀσφρανθῆναι (ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων), οὐδὲ τῶν δυνατῶν, ἀλλʼ ἢ ᾗ αἰσθητικόν ἕκαστον.
如果气味是嗅觉的对象,那么如果气味产生任何作用,它是对嗅觉产生作用,因此不能闻到气味的东西绝不会受到它的作用(同样的道理也适用于其他感觉),甚至能闻到气味的东西,也只能在每个东西作为具有感觉能力的主体的范围内受其作用。
ἅμα δὲ δῆλον καὶ οὕτως.
同时,这从以下情况来看也是明显的。
οὔτε γὰρ ψόφος οὔτε τὸ φῶς καὶ σκότος οὔτε ἡ ὀσμὴ οὐθὲν ποιεῖ τὰ σώματα, ἀλλʼ ἐν οἷς ἐστίν, οἷον ἀὴρ ὁ μετὰ τῆς βροντῆς διέστησε τὸ ξύλον.
因为无论是声音,还是光和黑暗,抑或是气味,对物体都不产生任何作用,产生作用的是它们在其中的媒介物,例如伴随雷声的空气劈开了木头。
ἀλλὰ δὴ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα ἢ ἀλλοιοῖτο;
但触觉对象和味道确实会产生作用;因为如果不是这样,无生物会受到什么作用,或者会被什么改变呢?
ἆρ᾿ οὖν κἀκεῖνα ποιεῖ;
那么,那些别的事物也会产生作用吗?
ἢ οὐ πᾶν σῶμα παθητικὸν ὑπ᾿ ὀσμῆς καὶ ψόφου, καὶ τὰ πάσχοντα ἀόριστα, καὶ οὐ μένει, οἷον ἀήρ·
或者,并非所有的物体都易受气味和声音的作用,而那些受作用的物体是不确定的、不能持久的,就像空气一样?
ὄζει γὰρ ὡς παθών τι.
因为空气发散出气味,正是因为它受到了某种作用。
τί οὖν ἐστὶ τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν τι;
那么,闻气味除了受到某种作用之外,还有什么特别之处?
ἢ τό μὲν ὀσμᾶσθαι καὶ αἰσθάνεσθαι, ὁ δ᾿ ἀὴρ παθὼν τοῦτο ταχὺ αἰσθητός γίγνεται.
或许,闻气味是进行感知,而空气在受动之后,很快自身就变成了可被感知的东西。