Humanitext Reader

亚里士多德 · 论灵魂(抄本E异文,残篇) §3#1

嗅觉的性质、触觉的卓越性与呼吸难题

第 4 段,共 7 段 · 希腊语

内容简介

本文讨论了人类嗅觉的不精确性及其与味觉(触觉的一种)的类比关系,强调了触觉的卓越性作为人类高智能的基础,并提出了关于人类与其他动物在嗅觉中呼吸作用差异的难题。

§3#1## III lib. II, 421a5—422a24 ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδʼ ἀναπνέουσιν· δἰ ἣν δʼ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος.
它们不摄入空气也不呼吸;至于其原因,将会有关于它们的另外讨论。
περὶ δὲ ὀσμῆς καὶ τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρημένοις αἰσθητοῖς, τί ἐστιν ἡ ὀσμὴ οὕτως ὡς ὁ ψόφος καὶ τὸ φῶς, αἴτιον δʼ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ χείριστα ὀσμᾶται ἄνθρωπος τῶν ζῴων, καὶ οὐδεμίαν ἄνευ τοῦ λυπηροῦ καὶ ἡδέος δύναται αἰσθέσθαι ὀσμήν, ὡς τοῦ αἰσθητηρίου ὄντος οὐκ ἀκριβοῦς.
关于气味和可嗅之物,并不容易像已经谈过的感觉对象那样,去规定气味究竟是什么(如同声音和光那样)。 其原因在于我们并不精确地拥有这种感觉,而是人在所有动物中嗅觉最差,并且由于感觉器官不精确,无法在不伴随痛苦或快乐的情况下感知到任何气味。
ὥσπερ οὖν τοῖς σκληροφθάλμοις ἀδήλους εἰκός εἶναι τὰς διαφορὰς τῶν χρωμάτων καὶ συγκεχυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ τῷ ἀφόβῳ διορίζειν μόνον, οὕτω καὶ τὰ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις, ἐπεὶ ἔοικέ τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοια τὰ εἴδη τῶν· χυμῶν τοῖς τῆς ὀσμῆς·
因此,正如对于硬眼动物来说,颜色的区别似乎是不明显且混乱的,它们只能通过可怕和不可怕来区分一样,人类对于气味的情况也是如此。 因为气味似乎与味觉具有类比关系,且液汁(味)的种类与气味的种类相似。
ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφρήν τινα αὐτήν· ταύτην δʼ ἔχει τὴν αἴσθησιν ἀκριβεστάτην ἄνθρωπος·
但是我们拥有更精确的味觉,因为味觉本身是一种触觉;而人最精确地拥有这种感觉(触觉)。
ἐν μὲν γὰρ ταῖς ἄλλαις λείπεται πολλῶν ζῴων, τῶν δʼ ἁπτῶν αἰσθάνεται μάλιστα ἀκριβῶς.
因为在其他感觉中,人落后于许多动物,但对于触觉对象,人感知得最为精确。
διὸ καὶ φρονιμώτατον τῶν ζῴων ἐστίν.
因此,人也是动物中最聪明的。
σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων εὐφυεῖς οἱ δʼ ἀφυεῖς εἰσὶ παῤ οὐδὲν αἰσθητήριον ἕτερον, ἀλλὰ παρὰ τοῦτο.
一个证据是:即使在人类自身中,天资聪颖者和愚钝者的分野,不取决于任何其他感觉器官,而取决于这一个。
ὧν μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, οἱ δὲ σκληρόσαρκοι ἀφυεῖς τὴν διάνοιαν.
因为凡是肌肉柔软的人天资聪颖,而肌肉坚硬的人在理智上则显得愚钝。
ἔστι δʼ ὥσπερ χνμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, καὶ ὀσμαὶ τὸν αὐτὸν ἔχουσαι τρόπον.
正如液汁(味)有甜有苦一样,气味也是如此。
ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, τὰ δὲ τοὐναντίον.
但是,有些事物具有类比的气味和味觉,而另一些事物则相反。
ὁμοίως δὲ καὶ δριμεῖα καὶ αὐστηρὰ καὶ ὀξεῖα καὶ λιπαρὰ ἔστιν ὀσμή.
同样地,也有辛辣的、涩的、酸的和油腻的气味。
ἄλλʼ, ὥσπερ εἴρηται, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμὰς ὥσπερ τοὺς χυμούς, ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθʼ ὁμοιότητα τῶν πραγμάτων, ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος, ἡ δὲ δριμεῖα θύμου καὶ τῶν τοιούτων· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
但是,正如所说过的,由于气味并不像味觉(液汁)那样非常明显,所以它们根据事物的相似性从后者那里获得了名称,如藏红花和蜂蜜的甜气味,百里香等物的辛辣气味;对于其他气味也是如此。
ἔστι δʼ ὥσπερ καὶ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων τοῦ τε ἀκουστοῦ καὶ ἀνηκούστου, καὶ ὁρατοῦ καὶ ἀοράτου, καὶ ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου.
正如听觉和每种感觉都针对可听与不可听,可看与不可看一样,嗅觉也是针对可嗅与不可嗅的。
ἀνόσφραντον δὲ τὸ μὲν τὸ ὅλως ἀδύνατον ἔχειν ὀσμήν, τὸ δὲ τὸ μικρὰν ἔχον καὶ τὸ φαύλην, ὥσπερ τό ἄγευστον ὡσαύτως έγεται.
不可嗅(无臭)的一是指完全不可能具有气味的东西,二是指只具有微弱或劣质气味的东西,这与不可尝(无味)的说法是一样的。
ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ὕδατος καὶ ἀέρος· καὶ γὰρ τὰ ἔνυδρα φαίνεται αἰσθανόμενα ὀσμῆς, καὶ τὰ ἔναιμα καὶ ἄναιμα ὁμοίως, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανόμενα τὴν ὀσμήν·
此外,嗅觉也是通过媒介(如水和空气)进行的;因为水生动物显然也能感知气味,有血动物和无血动物也是如此,正如空气中的动物一样;因为其中一些动物在感知到气味后,会从很远的地方奔向食物。
διὸ καὶ ἔχει ἀπορίαν εἰ πάντα μὲν ὡσαύτως ὀσμᾶται, ὁ δʼ ἄνθρωπος ἀναπνέων, μὴ ἀναπνέων δὲ ἀλλʼ ἢ κατέχων τὸ πνεῦμα ἢ ἐκπνέων οὐκ ὀσμᾶται, οὔτε πόρρω οὔτʼ ἐγγύς, οὐδʼ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντός.
因此,这也带来了一个难题:如果一切生物都以同样的方式嗅吸,为什么人只有在呼吸时才能嗅到,而在不呼吸、也就是屏住呼吸或呼气时,无论远近,甚至有人将物品直接放入鼻腔内,也都嗅不到呢?

词汇与语法注释

  1. 421a5περὶ δὲ ὀσμῆς καὶ τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι — 短语 περὶ δὲ ὀσμῆς... 在句首提出了讨论的主题,而后文的间接疑问从句 τί ἐστιν ἡ ὀσμὴ(气味是什么)则充当不定式 διορίσαι(规定)的逻辑宾语。
  2. 421a15ἐπεὶ ἔοικέ τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν — 动词 ἔοικε 并非无人称用法(“似乎”),而是以“气味”(ἡ ὀσμή)为隐含主语。短语 ἀνάλογον ἔχειν πρὸς... 是一个固定表达,意为“与……具有类比关系”。
  3. 421b15ἀλλʼ ἢ κατέχων τὸ πνεῦμα — 语气词组合 ἀλλʼ ἤ 意为“除了……之外”。在此处它具体限定了前文的条件 μὴ ἀναπνέων(不呼吸时),表示“除了屏住呼吸或呼气的时候”。

引用这一段

亚里士多德, 论灵魂(抄本E异文,残篇) §3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg052.humanitext-grc1:3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。