§2#2ἧς ἔργον ἐστὶ γέννησις καὶ τὸ χρῆσθαι τροφῇ· τοῦτο γὰρ ἔργον μάλιστα φυσικὸν πᾶσι τοῖς ζῶσιν, ὅσα μὴ ἀτελῆ ἢ πηρώματά ἐστιν ἢ αὐτόματον ἔχει τὴν γένεσιν, τὸ ποιῆσαι οἶον αὐτὸ ἕτερον, ζῷον μὲν ζῷα, φυτὸν δὲ φυτά, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχῃ ἕκαστον ὃν δύναται τρόπον·
它的功能是繁衍与利用食物;因为对于一切并非发育不全、残缺或自然发生的生物来说,最合乎自然的功能就是产生另一个像它自身那样的生物,即动物产生动物、植物产生植物,以便它们能在各自可能的范围内分享那永恒与神圣者。
πάντα γὰρ ἐκείνου ὀρέγεται, κἀκείνου ἕνεκα πράττει ὅσα πράττει κατὰ φύσιν.
因为一切事物都向往它,并且为了它而进行一切合乎自然的行为。
τὸ γὰρ οὗ ἕνεκα διττόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ·
因为“为了它”是双重的:一个是目的本身,另一个是目的所指向的主体。
ἐπεὶ οὖν οὐ τῇ συνεχείᾳ τοῦ ἀεὶ καὶ τοῦ θείου δύναται κοινωνεῖν (οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ ἀεὶ ἀριθμῷ εἶναι οὐθὲν τῶν φθαρτῶν), ὃν τρόπον ἐπιβάλλει, τοῦτον ἕκαστον θιγγάνει, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτό, ἀλλʼ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δʼ ἕν.
因此,既然它们无法通过连续性来分享那永恒与神圣者(因为在可消亡的事物中,没有任何一个能在数量上永远保持同一),所以每个生物便以它所能达到的方式去接近它,有的多些,有的少些;并存续下去,不是它自身,而是像它自身那样的东西,在数量上不是一个,但在物种上是一个。
ἔστι δʼ ἡ ψυχὴ ἀρχὴ τοῦ ζῶντος σώματος, ἀλλʼ ἡ ἀρχὴ καὶ τὸ αἴτιον λέγεται πολλαχῶς.
魂是生命身体的本原,但“本原”和“原因”有多种说法。
ὁμοίως δʼ ἡ ψυχὴ τούς τρεῖς τρόπους αἰτία τοὺς διωρισμένους· καὶ γὰρ ὅθεν ἡ κίνησις καὶ οὗ ἕνεκα καὶ ὡς οὐσία τῶν ἐμψύχων σωμάτων ἐστὶν ἡ ψυχή.
同样地,魂在上述规定的三种意义上都是原因:因为魂既是运动的源泉,也是目的,又是具有灵魂之身体的实体。
ὅτι μὲν οὖν ὡς οὐσία δῆλον· τοῦ γὰρ εἶναι ἡ οὐσία αἴτιον πᾶσι, τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν, αἰτία δὲ καὶ ἀρχὴ ἡ ψυχὴ τούτου ἐστίν.
因此,作为实体它是原因,这是显而易见的;因为对于一切事物来说,实体是其存在的原因,而对于活生生的事物来说,生活就是其存在,而魂正是这一存在的原因和本原。
φανερὸν δὲ καὶ ὡς τὸ οὗ ἕνεκα ἡ ψνχή· καὶ γάρ ἡ φύσις ἕνεκά του ποιεῖ, ὥσπερ ὁ νοῦς, καὶ τοῦτʼ ἐστὶν αὐτῆς τὸ τέλος.
同样显而易见的是,魂也是作为“目的”而存在;因为自然就像理智一样,也是为了某种目的而行动,这就是它的终点。
καὶ ἡ ψυχὴ τοιοῦτον ἐν τοῖς κατὰ φύσιν, καὶ πᾶν τό σῶμα ὄργανον τῇ ψυχῇ· ὥσπερ δὲ τὸ τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν.
在符合自然的事物中,魂就是这样的目的,而所有的身体都是魂的工具;正如动物的身体一样,植物的身体也是如此。
ἀλλὰ μὴν καὶ ὅθεν ἡ κίνησις πρῶτον ἡ κατὰ τόπον, τοῦτό ἐστι ψυχή· ἀλλʼ οὐ πᾶσι τοῖς ζῴοις ἡ τοιαύτη ὑπάρχει δύναμις·
再者,首先引起空间运动的源泉也是魂;然而并非所有动物都具有这种能力。
ἔτι δʼ ἀλλοίωσις καὶ αὔξησις κατὰ ψυχήν.
此外,性质变化和生长也取决于魂。
ἡ μὲν γὰρ αἴσθησις δοκεῖ τις ἀλλοίωσις εἶναι, μὴ ἔχον δὲ ψυχὴν οὐθὲν ἂν αἴσθοιτο.
因为感觉似乎是一种性质变化,而没有任何无魂之物能够感觉。
ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐθὲν γὰρ αὐξάνεται οὐδὲ φθίνει φυσικῶς μὴ τρεφόμενον, οὐδὲ τρέφεται μὴ ζωῆς μετέχον.
关于生长和衰退也是如此;因为没有任何事物在不摄取营养的情况下能自然地生长或衰退,也没有任何事物在不分享生命的情况下能够摄取营养。
ἀλλὰ τοῦτο Ἐμπεδοκλῆς οὐκ εἴρηκεν ἀρθῶς, προστιθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν διὰ τὸ τὴν γῆν φύσει οὕτω φέρεσθαι, ἄνω δὲ διὰ τὸ τὸ πῦρ.
但是,恩培多克勒对此说得并不正确,他补充说植物向下生长是因为泥土自然向下运动,向上生长则是由于火向上运动。
οὔτε γὰρ τὸ κάτω καὶ ἄνω λαμβάνει ὀρθῶς· οὐ γὰρ τὸ αὐτὸ ἑκάστου τὸ ἄνω καὶ τὸ κάτω καὶ τοῦ παντός, ἀλλʼ ὡς ἡ κεφαλὴ τῶν ζῴων, οὕτως ἡ ῥίζα τῶν φυτῶν ἐστιν· τὸ δὲ αὐτὸ δεῖ λέγειν ὅργανον, ὧν ἂν ᾗ τὸ αὐτὸ ἔργον.
因为他没有正确地理解“上”和“下”;对于每一个个体来说,其上下并不等同于整个宇宙的上下,而是如动物的头部那样,植物的根部亦然;如果两个器官的功能相同,我们必须称它们为相同的器官。
ἔτι δὲ τί τὸ συνέχον εἰς τἀναντία φερομένων;
此外,是什么将那些向相反方向运动的东西凝聚在一起呢?
τοῦτο γὰρ αἴτιον τὸ τῆς αὐξήσεως καὶ τροφῆς· εἰ δὲ μή, οὐθὲν κωλύσει δι — —.
因为这才是生长和营养的原因;否则,就没有什么能阻止它们……