- 底本
- Aristotle. Aristoteles De anima. Ross, W.D., editor. Oxford: Clarendon, 1956.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg052.humanitext-grc1:3#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
人間の嗅覚の不正確さと、嗅覚と味覚(触覚)の類比関係を論じ、特に人間の知的卓越性の基盤としての触覚の重要性を指摘するとともに、水生動物と人間の嗅覚における呼吸の役割の違いに関するアポリアを提示している。
III lib. II, 421a5—422a24 ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδʼ ἀναπνέουσιν· δἰ ἣν δʼ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος. περὶ δὲ ὀσμῆς καὶ τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι1 ὁμοίως τοῖς εἰρημένοις αἰσθητοῖς, τί ἐστιν ἡ ὀσμὴ οὕτως ὡς ὁ ψόφος καὶ τὸ φῶς, αἴτιον δʼ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ χείριστα ὀσμᾶται ἄνθρωπος τῶν ζῴων, καὶ οὐδεμίαν ἄνευ τοῦ λυπηροῦ καὶ ἡδέος δύναται αἰσθέσθαι ὀσμήν, ὡς τοῦ αἰσθητηρίου ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλμοις ἀδήλους εἰκός εἶναι τὰς διαφορὰς τῶν χρωμάτων καὶ συγκεχυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ τῷ ἀφόβῳ διορίζειν μόνον, οὕτω καὶ τὰ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις, ἐπεὶ ἔοικέ τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν2 καὶ ὅμοια τὰ εἴδη τῶν· χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφήν τινα αὐτήν· ταύτην δʼ ἔχει τὴν αἴσθησιν ἀκριβεστάτην ἄνθρωπος· ἐν μὲν γὰρ ταῖς ἄλλαις λείπεται πολλῶν ζῴων, τῶν δʼ ἁπτῶν αἰσθάνεται μάλιστα ἀκριβῶς. διὸ καὶ φρονιμώτατον τῶν ζῴων ἐστίν. σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων εὐφυεῖς οἱ δʼ ἀφυεῖς εἰσὶ παῤ οὐδὲν αἰσθητήριον ἕτερον, ἀλλὰ παρὰ τοῦτο. ὧν μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, οἱ δὲ σκληρόσαρκοι ἀφυεῖς τὴν διάνοιαν. ἔστι δʼ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, καὶ ὀσμαὶ τὸν αὐτὸν ἔχουσαι τρόπον. ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, τὰ δὲ τοὐναντίον. ὁμοίως δὲ καὶ δριμεῖα καὶ αὐστηρὰ καὶ ὀξεῖα καὶ λιπαρὰ ἔστιν ὀσμή. ἄλλʼ, ὥσπερ εἴρηται, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμὰς ὥσπερ τοὺς χυμούς, ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθʼ ὁμοιότητα τῶν πραγμάτων, ἡ μὲν γλυκεῖα κρόκου καὶ μέλιτος, ἡ δὲ δριμεῖα θύμου καὶ τῶν τοιούτων· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ἔστι δʼ ὥσπερ καὶ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων τοῦ τε ἀκουστοῦ καὶ ἀνηκούστου, καὶ ὁρατοῦ καὶ ἀοράτου, καὶ ἡ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου. ἀνόσφραντον δὲ τὸ μὲν τὸ ὅλως ἀδύνατον ἔχειν ὀσμήν, τὸ δὲ τὸ μικρὰν ἔχον καὶ τὸ φαύλην, ὥσπερ τό ἄγευστον ὡσαύτως έγεται. ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ὕδατος καὶ ἀέρος· καὶ γὰρ τὰ ἔνυδρα φαίνεται αἰσθανόμενα ὀσμῆς, καὶ τὰ ἔναιμα καὶ ἄναιμα ὁμοίως, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανόμενα τὴν ὀσμήν· διὸ καὶ ἔχει ἀπορίαν εἰ πάντα μὲν ὡσαύτως ὀσμᾶται, ὁ δʼ ἄνθρωπος ἀναπνέων, μὴ ἀναπνέων δὲ ἀλλʼ ἢ κατέχων τὸ πνεῦμα3 ἢ ἐκπνέων οὐκ ὀσμᾶται, οὔτε πόρρω οὔτʼ ἐγγύς, οὐδʼ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντός.
[彼らが]空気を受け入れず、また呼吸もしないということ。しかし、その理由については、彼らについて別の議論がなされるであろう。嗅覚と嗅覚の対象については、これまでに述べられた感覚対象と同様に、音や光がそうであるように、匂いとは何であるかを規定することは容易ではない。その理由は、私たちがこの感覚を正確に持っておらず、人間は動物の中で最も悪く匂いを嗅ぎ、また感覚器官が正確でないために、苦痛や快楽を伴うことなしには、いかなる匂も感知することができないからである。したがって、目が硬い動物(硬眼類)にとって、色の違いが不明瞭で混同されており、ただ恐ろしいものと恐ろしくないものによってのみ区別するのが自然であるように、人間の匂いに関する事柄も同様である。というのも、嗅覚は味覚に対して類比的な関係にあり、汁液(味)の種類は匂いの種類と類似していると思われるからである。しかし、私たちは味覚をより正確に持っている。それは、味覚が一種の触覚だからである。人間はこの感覚(触覚)を最も正確に持っている。なぜなら、他の感覚においては多くの動物に劣っているが、触知できるものについては最も正確に感知するからである。それゆえ、[人間は]動物の中で最も知的なのである。その証拠に、人間自身のうちでも、素質の優れた人と劣った人があるのは、他のいかなる感覚器官によるのでもなく、これ(触覚)によるのである。すなわち、肉の柔らかい者は素質が優れており、肉の硬い者は知性において素質が劣っている。汁液(味)にあるものは甘く、あるものは苦いように、匂いもまた同様の状態にある。しかし、あるものは類比的な匂いと味を持つのに対して、あるものはその反対である。同様に、辛い、渋い、酸っぱい、脂っこい匂いも存在する。しかし、すでに述べたように、匂いは汁液(味)ほどには極めて明瞭ではないため、事物の類似性に従って、これらの味から名前を受け取っている。すなわち、サフランや蜂蜜の甘い匂い、タイムなどの辛い(刺激的な)匂いなどである。他のものについても同様である。また、聴覚およびそれぞれの感覚が、聞こえるものと聞こえないもの、見えるものと見えないものに対するものであるように、嗅覚もまた嗅ぎ得るものと嗅ぎ得ないものに対するものである。嗅ぎ得ないもの(無臭のもの)とは、一方はまったく匂いを持つことが不可能なものであり、他方はわずかな、あるいは貧弱な匂いしか持たないものであって、これは味わえないものが同様に言われるのと等しい。また、嗅覚も中間媒体、例えば水や空気を通じて行われる。なぜなら、水中の生物も匂いを感知しているように見えるからであり、有血動物も無血動物も同様に、空気中の生物と同じように感知する。実際、これらのうちのあるものは、匂いを感知して、遠くから食物へと赴くのである。それゆえにまた、疑問が生じる。すなわち、もしすべてのものが同様に匂いを嗅ぐのだとすれば、なぜ人間は呼吸しているときには嗅ぐが、呼吸していないとき、すなわち息を止めているかあるいは吐き出しているときには、遠くからも近くからも、また鼻孔の内部に直接置いたとしても、嗅ぐことができないのだろうか。
- 421a5περὶ δὲ ὀσμῆς καὶ τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι
περὶ δὲ ὀσμῆς... は文頭で議論の主題を提示しており、不定詞 διορίσαι(規定すること)の意味上の目的語は後続の間接疑問節 τί ἐστιν ἡ ὀσμὴ(匂いとは何であるか)である。
- 421a15ἐπεὶ ἔοικέ τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν
ἔοικε は非人称的(「〜と思われる」)ではなく、主語として「匂い」(ἡ ὀσμή)を想定している。ἀνάλογον ἔχειν πρὸς... は「〜に対して類比的な関係を持つ」という定型的な表現である。
- 421b15ἀλλʼ ἢ κατέχων τὸ πνεῦμα
ἀλλʼ ἤ は「〜以外に」を意味する除外の小辞。ここでは直前の μὴ ἀναπνέων(呼吸していないとき)という条件を具体的に限定し、「息を止めているか、あるいは吐き出しているとき以外は」という意味になる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 2 件
