Humanitext Reader

亚里士多德 · 论灵魂(抄本E异文,残篇) §2#1

灵魂能力的层级与探究方法

第 2 段,共 7 段 · 希腊语

内容简介

通过图形的类比,讨论了灵魂各种能力之间的层级与顺次关系,强调探讨各类别生物特有定义的必要性。同时确立了方法论原则,即在研究能力之前,须先考察其活动及对应的对象(如食物等)。

§2#1## II lib. II, 414b13—416a9 ὁ δὲ χυμός ὥσπερ ἥδυσμα τούτοις ἐστίν·
## II lib. II, 414b13—416a9 而味觉对于它们(指具有触觉者)来说就像是调味品。
διόπερ ὅσα ἔχει τῶν ζῴων ἁφήν, πᾶσιν ὑπάρχει καὶ ὄρεξις.
因此,在所有具有触觉的动物中,也存在着欲求。
πεςρὶ δὲ φαντασίας ἄδηλον, καὶ ὕστερον ἐπισκεπτέον.
但关于想象,目前尚不清楚,须在以后予以考察。
ἐνίοις δὲ ταῦτά τε ὑπάρχει καὶ τὸ κατὰ τόπον κινητικόν, τοῖς δʼ ἔτι πρὸς τούτοις διάνοια καὶ νοῦς, οἷον ἀνθρώπῳ καὶ εἴ τι ἄλλο ζῷον ἕτερόν ἐστι τοιοῦτον ἢ καὶ τιμιώτερον.
而在某些生物中,既有这些能力,也有空间运动能力;在另一些生物中,除这些之外还有思索力和理智,例如人和任何其他类似或甚至更尊贵的动物。
δῆλον οὖν ὡς ὁμοίως σχήματος καὶ ψυχῆς εἷς ἂν εἴη λόγος.
因此,显而易见,图形与灵魂同样都只有一个共同的定义。
οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τρίγωνον ἔστι καὶ τὰ ἐφεξῆς, οὔτ᾿ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας.
因为在图形那里,除了三角形及顺次处于其后的图形之外,并没有什么“图形”存在;在这里,除了上述的灵魂之外,也没有什么“灵魂”存在。
γένοιτο δʼ ἂν καὶ ἐπὶ τῶν σχημάτων λόγος ὃς ἐφαρμόσει πᾶσιν, οὐκ ἔσται μέντοι ἴδιος οὐθενὸς σχήματος.
对于图形也可以有一个适用于所有图形的定义,然而这并不会是任何一个图形所特有的。
ὁμοίως δὲ καὶ ἐπὶ ταῖς εἰρημέναις ψυχαῖς.
同样的情况也适用于上述的灵魂。
διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπʼ ἄλλων καὶ ἐπὶ τούτων, ὃς οὐκ ἔσται οὐθενὸς τῶν ὄντων ἴδιος, οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, τὸν τοιοῦτον ἀφέντας.
因此,在这些以及其他情况下,如果放弃了那种特有的、针对不可分物种的定义,而去寻求一个既不属于任何存在者所特有、也不符合其固有且不可分物种的共同定义,那是可笑的。
παραπλησίως δὲ ὥσπερ καὶ ἐπὶ τῶν σχημάτων, ἔχει καὶ τὰ περὶ τὴν ψυχήν·
而与图形的情况极为相似,关于灵魂的情况也是如此。
ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον ἐπί τε τῶν σχημάτων καὶ ἐπὶ τῶν ἐμψύχων, λέγω δʼ ὥσπερ ἐν τετραγώνῳ μὲν τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θρεπτικόν.
因为在图形和有灵魂之物中,按顺序在后者之中总是潜在地包含着前者;我指的是,就像在四角形中包含着三角形,在感觉能力中包含着营养能力一样。
ὥστε καὶ καθʼ ἕκαστον δεῖ ζητεῖν τίς ἡ ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου καὶ τίς θηρίου.
因此,我们也必须针对每一类生物,探讨其各自的灵魂是什么,例如,什么是植物的灵魂,什么是人类的,什么又是野兽的。
διὰ τίνα δʼ αἰτίαν τῷ ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον.
然而,由于什么原因它们处于这种顺次的序列中,这是必须要考察的。
ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ οὐθέν ἐστιν αἰσθητικόν· τοῦ δʼ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτικόν, οἷον ἐν τοῖς φυτοῖς.
因为没有营养能力,就没有任何感觉能力;但营养能力可以脱离感觉能力而独立存在,例如在植物中。
πάλιν δʼ ἄνευ τοῦ ἁπτικοῦ οὐδεμία τῶν ἄλλων αἰσθήσεων, ἁφὴ δʼ ἄνευ τῶν ἄλλων ὑπάρχει· πολλὰ γὰρ ἔστι τῶν ζῴων, ἃ οὔτʼ ὄψιν ἔχει οὔτʼ ἀκοήν.
再者,没有触觉,其他任何感觉都不存在,而触觉却可以不依赖其他感觉而存在;因为有很多动物既没有视觉,也没有听觉。
καὶ τῶν αἰσθητικῶν δὲ κίνησις τοῖς μὲν ὑπάρχει τοῖς δʼ οὐχ ὑπάρχει· τελευταῖον δὲ διάνοια καὶ λογισμός·
而在具有感觉能力的生物中,移动能力存在于某些生物中,而在另一些中则不存在;最后则是思索力与推论能力。
οἶς μὲν γὰρ ὑπάρχει λογισμός, καὶ τῶν ἄλλων ἕκαστον· τῶν εἰρημένων, οἷς δʼ ἐκείνων ἕκαστον, οὐ πᾶσιν ὑπάρχει λογισμός.
因为凡是具有推论能力的,也具有上述的其他每一种能力,但对于具有那些能力之中的每一种的生物,并非所有都具有推论能力。
ἀλλὰ τὰ μὲν οὐδὲ φαντασίαν ἔχει τὰ δὲ ταύτην μόνον.
反而,有些生物甚至没有想象,而另一些则仅具有此种能力。
ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος οἰκειότατος περὶ ψυχῆς ἐστι, δῆλον.
因此,关于这些之中每一项的定义也就是关于灵魂最特有的定义,这是显而易见的。
Ἀνάγκη δὲ τὸν περὶ τούτων μέλλοντα πραγματεύεσθαι λαβεῖν τί ἕκαστον αὐτῶν ἐστιν, εἶθ᾿ οὕτω περὶ τῶν ἐχομένων καὶ τῶν ἄλλων ποιεῖσθαι τὴν ἐπίσκεψιν.
而想要对这些进行探讨的人,必须首先把握它们之中的每一个是什么,然后依此类推,对相近的以及其他事物进行考察。
εἰ δὲ δεῖ λέγειν τί ἕκαστον, οἷον τί τὸ νοητικὸν ἢ τί τὸ αἰσθητικὸν ἢ θρεπτικόν, πρότερον λεκτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι· αἱ γὰρ πράξεις καὶ αἱ ἐνέργειαι πρότεραι κατὰ τὸν λόγον εἰσὶ τῶν δυνάμεων.
如果必须说明每一个是什么,例如,什么是理智性的、什么是感觉性的、什么是营养性的,那就必须首先说明什么是思考、什么是感觉;因为在定义上,行为与现实活动先于能力。
ἀλλὰ μὴν εἴ γε ταῦτα, πρότερον ἔτι τούτων διοριστέον τὰ ἀντικείμενα, οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ, διὰ τὴν αὐτὴν αἰτίαν.
但如果确实是这样,由于同样的原因,在这些之前还要进一步规定它们的对应者,例如关于食物、感觉对象和理智对象。
ὥστε πρῶτον περὶ τροφῆς καὶ γεννήσεως λεκτέον· αὕτη γὰρ ἡ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρώτη καὶ κοινοτάτη, ψυχῆς δʼ ἐστὶ δύναμις καθʼ ἣν ὑπάρχει τὸ ζῆν πᾶσιν.
因此,首先必须对食物和繁衍进行论述;因为这种灵魂在其他生物中也是最早的且最普遍的,这乃是魂的一种能力,因其存在,所有生物才得以生存。

词汇与语法注释

  1. 414b24τὸν τοιοῦτον ἀφέντας — 阳性宾格复数分词 `ἀφέντας` 在语法上与不定式 `ζητεῖν` 的逻辑主语(泛指的探索者)相一致。`τὸν τοιοῦτον` 指代前文提到的“固有且不可分的定义”(`τὸν οἰκεῖον καὶ ἄτομον λόγον`),表示放弃这种特有的定义。
  2. 414b28ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον — 阐明了亚里士多德特有的层级结构,即在图形和魂的序列中,先行的要素(如三角形或营养能力)潜在地(`δυνάμει`)包含在后行的要素(如四角形或感觉能力)之中。
  3. 415a13τὸν περὶ τούτων μέλλοντα πραγματεύεσθαι — 宾格分词短语 `τὸν ... μέλλοντα` 作为不定式 `λαβεῖν` 的逻辑主语,受无人称动词 `ἀνάγκη` 支配(即“宾格加不定式”结构)。
  4. 415a18αἱ γὰρ πράξεις καὶ αἱ ἐνέργειαι πρότεραι κατὰ τὸν λόγον εἰσὶ τῶν δυνάμεων — 比较级形容词 `πρότεραι` 支配比较属格 `τῶν δυνάμεων`。表明“活动(行为与现实活动)在定义(逻各斯)上先于能力”的逻辑优先性。

引用这一段

亚里士多德, 论灵魂(抄本E异文,残篇) §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg052.humanitext-grc1:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。