§B.35## ὁ στρατηγὸς.
## 将领。
διαιρεῖται ὁ στρατηγὸς εἰς τρία.
将领被分为三种。
ἔστι γὰρ ἢ τῷ νόμῳ στρατηγὸς ἢ κατὰ δύναμίν τινα καὶ πραγμάτων κυρείαν στρατηγὸς ἢ κατὰ ἐπιστήμην.
因为将领或是依法任命的,或是根据某种权力和对事务的支配权任命的,或是根据知识任命的。
ἔστι δὲ ὁ μὲν κατὰ νόμον στρατηγὸς οἷον οἱ ἐν ταῖς πόλεσιν αἱρούμενοι, ὁ δὲ κατὰ ἐπιστήμην ὁ ἔχων τὴν στρατηγικὴν ἐπιστήμην, ὁ δὲ κατὰ δύναμίν τινα καὶ πραγμάτων κυρείαν οἷον ὁ ἀπό τινος ἐπισταθεὶς ἢ αὐτὸς ὑφ’ ἑαυτοῦ κύριος χρημάτων καὶ στρατιωτῶν γενόμενος.
依法任命的将领是例如在城邦中被选出的人;根据知识任命的将领是拥有军事知识的人;而根据某种权力和对事务的支配权任命的将领是例如被某人委任的人,或者是靠自己成为资金和士兵的支配者的人。
§B.37## αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα.
## 针对问题的方法。
διαιροῦνται αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα εἰς τρία.
针对问题的方法被分为三种。
εἰσὶ γὰρ αὐτῶν αἱ μὲν κριτικαί, αἱ δὲ θεωρητικαί, αἱ δὲ ἐριστικαί.
因为在它们之中,有的是批判性的,有的是理论性的,有的是争论性的。
καὶ κριτικαὶ μέν εἰσιν αἷς τὸ βέλτιον καὶ τὸ χεῖρον διακρίνομεν, οἷον πότερον βέλτιον δικαιοσύνη ἢ ἀνδρεία.
批判性的方法是指我们借以区分较佳与较劣者的方法,例如正义与勇敢哪一个较佳。
θεῳρητικαὶ δὲ αἷς θεωροῦμεν τὸ τοιοῦτον, οἷον πότερον ταὐτὸν νόσος ἐστὶν ὑγείᾳ καὶ εὐεξίᾳ ἢ οὔ.
理论性的方法是指我们借以考察此类事物的方法,例如疾病与健康和健全是否相同。
ἐριστικαὶ δὲ αἷς τοὺς ὅρους ἀναιροῦμεν, οἷον οὐκ ἔστιν εὐεξία σωμάτων ἡ κρατίστη.
而争论性的方法是指我们借以推翻定义的方法,例如“身体的健全并非最强健的状态”。
§B.38## ἡ λύπη.
## 痛苦。
διαιρεῖται ἡ λύπη εἰς τρία.
痛苦被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, ἓν δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς καὶ κακοῖς καὶ] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι.
因为在它之中,一个是关于思虑周全之人应当感到痛苦的事物,一个是对[他人的善和恶以及]其他完全不应当感到痛苦的事物感到痛苦。
ἔστι δὲ τὸ μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, οἷον ἐπὶ τοῖς ἑαυτοῦ ἀτυχήμασιν ἢ τῶν αὐτοῦ τινὸς οἰκείων ἢ φίλων ἢ τῆς συμπάσης πόλεως καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
那么,关于思虑周全之人应当感到痛苦的事物是指例如对于自身的遭遇,或者对于其亲人、朋友、整个城邦的遭遇,以及其他此类事物。
τὸ δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς λυπεῖσθαι ἐστὶ φθόνος τις καὶ βασκανία καὶ πᾶν τὸ τοιοῦτον· τὸ δὲ ἐπὶ πᾶσι κακοῖς καὶ ἀγαθοῖς καὶ πᾶσι] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι, τὸ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἀλλοτρίοις ἔλεος, τὸ δὲ ἐπὶ τοῖς ἀγαθοῖς φθόνος [, τὸ δὲ ἐπὶ τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι φθόνος καὶ βασκανία].
而[对他人的善感到痛苦是一种嫉妒和中伤,以及所有此类事物;而对所有恶和善以及所有]其他完全不应当感到痛苦的事物感到痛苦,在对他人之恶感到痛苦时是怜悯,而在对他人之善感到痛苦时是嫉妒[,而对其他完全不应当感到痛苦的事物感到痛苦则是嫉妒和中伤]。
§B.39## ἡ ἡδονὴ.
## 快乐。
διαιρεῖται ἡ ἡδονὴ εἰς τέσσαρα.
快乐被分为四种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ τὸ λογ〈ιστ〉ικόν, 〈ἓν δὲ περὶ τὸ θυμικόν,〉 ἓν δὲ περὶ τὸ ἐπιθυμητικόν, ἓν δὲ περὶ τὰς αἰσθήσεις.
因为在它之中,一个是关于理智的部分,[一个是关于激情的部分,]一个是关于欲望的部分,一个则是关于感觉。
ἔστι δὲ ἡ 〈μὲν〉 [τὸ μανθάνειν] περὶ τὸ λογιστικὸν ἡ ἀπὸ τοῦ μανθάνειν καὶ ἀνευρίσκειν ἡδονὴ καὶ τὰ τοιαῦτα.
那么,关于理智部分的快乐是指来自学习和发现的快乐以及此类事物。
περὶ δὲ τὸ θυμικὸν οἷον ἥ τε τοῦ κρατεῖν καὶ νικᾶν καὶ ἀντιτιμωρεῖσθαι καὶ αἱ τοιαῦται.
关于激情部分的快乐是例如支配、得胜、报复以及此类事物。
αἱ δὲ περὶ τὸ ἐπιθυμητικὸν αἵ τε ἀπὸ τῆς τροφῆς καὶ συνουσίας καὶ αἱ τοιαῦται ἡδοναὶ γινόμεναι.
而关于欲望部分的快乐是指由于食物和交合等产生的快乐以及此类事物。
ἡ δὲ [περὶ τὸ αἰσθητικὸν] περὶ τὰς αἰσθήσεις, οἷον ἥ τε διὰ τοῦ ὁρᾶν καὶ γεύεσθαι καὶ ὀσφραίνεσθαι καὶ αἱ τοιαῦται.
关于感觉的快乐是例如通过视觉、味觉、嗅觉等产生的快乐以及此类事物。
§B.40## ἡ εὐταξία.
## 秩序。
διαιρεῖται ἡ εὐταξία εἰς τέσσαρα.
秩序被分为四种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ ψυχήν, ἓν δὲ περὶ σῶμα, ἓν δὲ περὶ πλῆθος, ἓν δὲ περὶ κινήσεις.
因为在它之中,一个是关于灵魂,一个是关于身体,一个是关于群体,一个是关于运动。
ἡ μὲν οὖν ἐν τῇ ψυχῇ εὐταξία ἐγγινομένη κοσμιότης καλεῖται, ἡ δὲ ἐν τῷ σώματι εὐταξία κάλλος καλεῖται, ἡ δὲ ἐν κινήσει εὐταξία εὐρυθμία ὀνομάζεται, ἡ δὲ ἐν τῷ πλήθει, οἷον ἡ πρὸς ἄρχοντας πειθαρχία εὐταξία προσαγορεύεται.
那么,在灵魂中产生的秩序被称为庄重,在身体中的秩序被称为美,在运动中的秩序被命名为有节奏,而在群体中的秩序,例如对统治者的服从,则被称为规律。
§B.41## ἡ ἀταξία
διαιρεῖται ἡ ἀταξία εἰς τέσσαρα.
## 无秩序。 无秩序被分为四种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ, ἓν δὲ ἐν σώματι, ἓν δὲ ἐν πλήθει, ἓν δὲ ἐν κίνήσει.
因为在它之中,一个是在灵魂中,一个是在身体中,一个是在群体中,一个是在运动中。
ἡ μὲν οὖν ἐν τῇ ψυχῇ ἀταξία ἐγγινομένη ἀσωτία ἢ ἀκολασία καλεῖται, ἡ δὲ ἐν τῷ σώματι ἀταξία αἰσχρότης καλεῖται, ἡ δὲ ἐν τῷ πλήθει ἀταξία ἀπειθαρχία καλεῖται, ἡ δὲ ἐν κινήσει ἀρρυθμία προσαγορεύεται.
那么,在灵魂中产生的无秩序被称为放荡或无节制,在身体中的无秩序被称为丑陋,在群体中的无秩序被称为不服从,而在运动中的无秩序则被称为无节奏。