§B.42## τὰ ἐν φιλοσοφίᾳ προβλήματα.
## 哲学中的问题。
διαιρεῖται τὰ ἐν φιλοσοφίᾳ προβλήματα εἰς πέντε.
哲学中的问题被分为五种。
ἔστι γὰρ αὐτῶν ἓν μὲν πολιτικόν, ἓν δὲ διαλεκτικόν, ἓν δὲ φυσικόν, ἓν δὲ ἠθικόν, ἓν δὲ ῥητορικόν.
因为在它们之中,一个是政治性的,一个是辩证性的,一个是物理性的,一个是伦理性的,一个则是修辞性的。
πολιτικὸν μὲν οὖν ἐστι τὸ ὑπὲρ νόμων καί τινων τιμωριῶν προβαλλόμενον, οἷον πότερον δεῖ κολάζειν τὰ ξενικὰ ἁμαρτήματα ἢ τὰ πολιτικὰ ἢ ἀνόμοια ἢ τἄλλα τὰ τοιαῦτα.
因此,政治性的问题是关于法律和某些处罚而被提出的,例如应当惩罚外来者的过失还是本国公民的过失,或是以不同的方式,还是其他此类事物。
διαλεκτικὸν δέ, οἷον πότερον τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη’ ἢ ἑτέρα, καὶ τἆλλα τὰ τοιαῦτα.
辩证性的问题是例如,相反事物的知识是同一的还是不同的,以及其他此类事物。
φυσικὸν δέ, οἷον πότερον εἷς κόσμος ἐστὶν ἢ πλείους, καὶ τἄλλα τὰ τοιαῦτα.
物理性的问题是例如,宇宙是一个还是多个,以及其他此类事物。
ἠθικὸν δέ, οἷον πότερον δεῖ πάντα χαρίζεσθαι τοῖς φίλοις ἢ τὰ μὲν τὰ δὲ οὔ, καὶ τἄλλα τὰ τοιαῦτα.
伦理性的问题是例如,是否应当将一切都给予朋友,还是给予某些而不给予其他,以及其他此类事物。
ῥητορικὸν δέ, οἷον ἐάν τις ὑπὲρ ποιητῶν κατηγορῇ ἢ ἀπολογῆται, οἷον διατί τὸν Ὀδυσσέα οἱ ἑταῖροι φρονιμώτατον ὄντα ἐξέθηκαν εἰς τὴν νῆσον καθεύδοντα, καὶ τὰ τοιαῦτα.
修辞性的问题是例如,如果有人指控或捍卫诗人,例如,为什么伙伴们在奥德修斯最为聪慧的情况下,却在他沉睡时将他遗弃在岛上,以及此类事物。
§B.43## ἡ κόλασις.
## 惩罚。
διαιρεῖται ἡ κόλασις εἰς τέσσαρα.
惩罚被分为四种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀναίρεσις, ἓν δὲ εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς προπηλακισμόν, ἓν δὲ εἰς κάκωσιν σώματος.
因为在它之中,一个是消灭,一个是涉及金钱,一个是涉及侮辱,一个是涉及身体虐待。
ἡ μὲν οὖν ἀναίρεσίς ἐστιν, οἷον ἐπὶ τοῖς ἀνηκέστοις ἁμαρτήμασι, ὅπερ τιμωρία ὀνομάζεται.
那么,消灭是例如针对不可救药的过失,这被称为报复。
αἱ δὲ εἰς ἀργυρίου λόγον, οἷον αἱ ὑπὸ τῶν νόμων ζημίαι κολάζουσιν.
而涉及金钱的,例如法律规定的罚款进行惩罚。
αἱ δὲ εἰς προπηλακισμοῦ λόγον, οἷον αἱ ἀτιμίαι αἱ ἐν ταῖς πόλεσι γινόμεναι, οἷον ἄτιμον εἶναι ὃς ἂν ἀσπίδα ῥίψῃ ἢ παρακαταθήκην ἀποστερήσῃ, καὶ ⟨αἱ⟩ ἄλλαι αἱ τῶν νόμων ἀτιμίαι.
而涉及侮辱的,例如在城邦中发生的剥夺公民权,例如任何丢弃盾牌或拒不退还寄托物的人应当被视为不名誉,以及法律规定的其他剥夺公民权。
αἱ δὲ εἰς κάκωσιν σώματος, οἷον οἱ μαστιγοῦντες καὶ οἱ λοιδοροῦντες καὶ οἱ τοιοῦτοι.
而涉及身体虐待的,例如鞭打的人、谩骂的人以及此类人。
§B.45## ἡ ἁμαρτία.
## 过失。
διαιρεῖται ἡ ἁμαρτία εἰς τρία.
过失被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν μετὰ ἀδικίας, ἓν δὲ μετὰ ἀγνοίας, ἓν δὲ μετὰ ἀτυχίας.
因为在它之中,一个是伴随着不正义,一个是伴随着无知,一个则是伴随着不运。
τὸ μὲν οὖν μετὰ ἀδικίας ἁμαρτάνειν ἐστίν, οἷον τὸ εἰς θεὸν ἀσεβεῖν καὶ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὰ ἐν ταῖς πόλεσιν ἀδικήματα, τὸ δὲ μετὰ ἀγνοίας ἁμαρτάνειν, οἷον γραμματικῇ καὶ ἀριθμητικῇ καὶ ταῖς τοιαύταις ἐπιστήμαις·
那么,伴随着不正义而犯错,例如对神不敬、恶待朋友以及在城邦中的各种不正义行为。
ταῦτα γὰρ οὐ μετὰ ἀδικίας γίνεται, ἀλλὰ μετὰ ἀγνοίας.
而伴随着无知而犯错,例如在语法、算术和此类学科中;因为这些并非伴随着不正义而产生,而是伴随着无知。
μετὰ ἀτυχίας δὲ ἁμαρτάνειν ἐστίν, οἷον οἱ τοῦ σκοποῦ ἀποτυγχάνοντες καὶ οἱ τῶν ὁδῶν καὶ οἱ ἀκούσια ἁμαρτάνοντες.
而伴随着不运而犯错,例如未中靶标的人、迷失道路的人以及非自愿犯错的人。
§B.46## ἡ ἀτυχία.
## 不运。
διαιρεῖται ἡ ἀτυχία εἰς τρία.
不运被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν τοῖς καιροῖς, ἓν δὲ ἐν τοῖς συμπτώμασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις.
因为在它之中,一个是在行为中,一个是在时机中,一个是在自发产生的偶然事件中。
τὸ μὲν οὖν ἐν ταῖς πράξεσιν ἀτυχεῖν βλάπτεσθαι καὶ ζημιοῦσθαί ἐστι, τὸ δὲ ἐν τοῖς καιροῖς ἀτυχεῖν ὑστερεῖσθαί ἐστι καὶ προτερεῖν καὶ [τοῦ] διαμαρτάνειν [καὶ] τοῦ καιροῦ [γινόμενον], τὸ δὲ ἐν τοῖς συμπτώμασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις, οἷον αἱ πληγαὶ αἱ ἐξαίφνης καὶ αἱ βλάβαι αἱ ἐξ ἀπροσδοκήτου προσπίπτουσαι.
那么,在行为中遭受不运是指受损和被罚。 在时机中遭受不运是指落后、超前以及错过时机。 而自发产生的偶然事件中的不运,例如突然的打击和出乎意料降临的损害。
§B.47## τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ.
## 特有之善与共有之善。
διαιρεῖται τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ εἰς πέντε.
特有之善与共有之善被分为五种。
ἔστι γὰρ αὐτῶν τὰ μὲν ἴδια θεοῦ, τὰ δὲ ἴδια ἀνθρώπων, τὰ δὲ κοινὰ θεοῦ καὶ ἀνθρώπων, τὰ δὲ κοινὰ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ, τὰ δὲ πάντων κοινά.
因为在它们之中,有的是神所特有的,有的是人所特有的,有的是神与人共有的,有的是人与神之外的其他动物共有的,有的则是万物共有的。
ἴδια μὲν οὖν ἐστι θεοῦ τὸ ἀίδιον εἶναι καὶ τὰ τοιαῦτα, ἴδια δὲ ἀνθρώπου τὸ σώφρονα καὶ δίκαιον εἶναι καὶ τὰ τοιαῦτα, κοινὰ ⟨δὲ〉 θεοῦ καὶ ἀνθρώπων τὸ σπουδαῖον εἶναι· καὶ γὰρ τῷ θεῷ ὑπάρχει καὶ τῷ ἀνθρώπῳ σπουδαίῳ εἶναι.
那么,神所特有的是永恒,以及此类事物。 人所特有的是节制和正义,以及此类事物。 神与人共有的是优秀;因为无论是对神还是对优秀的人,都具备优秀这一特征。
ἴδιον δὲ ἀνθρώπου ἡ ἐγκράτεια κακοῦ τινος οὖσα ἀποτρεπτική, τῷ θεῷ δὲ οὔτε γενέσθαι οὔτε ὑπάρχειν κακὸν καλῶς ἔχει λέγειν· καὶ τἄλλα τὰ τοιαῦτα.
而人所特有的是自制,它能防范某种恶,但对于神,说恶产生或存在都是不妥当的;以及其他此类事物。
κοινὸν δὲ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ ἀνδρεία· αὕτη γὰρ κινδύνου τινὸς καὶ φόβου ἀντιστατική ἐστι· καὶ πάντα τὰ τοιαῦτα.
而人与神之外的其他动物共有的是勇敢;因为它是抵抗某种危险和恐惧的;以及所有此类事物。
πάντων δὲ κοινὸν τὸ καλόν.
而万物共有的是美。