Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §B.28-B.34

城邦要素与生成及真理的划分

第 14 段,共 19 段 · 希腊语

内容简介

本部分系统阐述了构成城邦的三种要素、生成的四种形式、真与假各自的三种划分、荣誉(价值)的三个方面以及评判科学的三种尺度。

§B.28## τὰ ἐξ ὧν πόλις οἰκεῖται.
## 组成城邦的要素。
διαιρεῖται τὰ ἐξ ὧν πόλις οἰκεῖται εἰς τρία.
组成城邦的要素被分为三种。
ἔστι γὰρ αὐτῶν ἓν μὲν ἐκ τοῦ μαχίμου μέρους τῶν ἀνθρώπων, ἓν δὲ ἐκ τοῦ βουλεύεσθαι δυναμένου, ἓν δὲ ἐκ τοῦ ἐργάζεσθαι.
因为在它们之中,一个是来自人类之中战斗的部分,一个是来自能够进行审议的部分,一个是来自劳作的部分。
τὸ μὲν οὖν μάχιμον μέρος τὸ ἄλκιμόν ἐστι, τὸ δὲ βουλεύεσθαι δυνάμενον τὸ τῶν πρεσβυτέρων, τὸ δὲ ἐργάζεσθαι τὸ τῶν τεχνιτῶν καὶ γεωργῶν καὶ τῶν ἄλλων τῶν τοιούτων.
那么,战斗的部分是勇猛者,能够进行审议的部分是年长者们,而劳作的部分是工匠、农民以及其他此类的人。
τούτων δὲ ὅτι ἂν ἀπῇ, οὐ ῥᾳδίως ἡ πόλις οἰκεῖται.
在这些之中,无论缺少哪一个,城邦都无法轻易维持。
§B.29## ἡ γένεσις.
## 生成。
διαιρεῖται ἡ γένεσις εἰς τέσσαρα.
生成被分为四种。
ἔστι δὲ αὐτῆς ἓν μὲν ἐξ οὐκ ὄντος εἰς οὐσίαν μεταβάλλειν, οἷον τὸν οὐκ ὄντα υἱὸν γενέσθαι καὶ ἀνδριάντα τὸν οὐκ ὄντα γενέσθαι καὶ πάντα τὰ τοιαῦτα, ἓν δὲ ἐκ τόπου εἰς τόπον μεταβάλλειν καὶ τεθῆναι ἐν ἄλλῳ, οἷον οἱ πλέοντες καὶ πορευόμενοι καὶ πᾶν τὸ τοιοῦτον, ἓν δὲ ἕξεως καὶ διαθέσεως μεταβολή, οἷον τὸ ἐξ ἀπαιδεύτου πεπαιδευμένον γενέσθαι καὶ ἐκ νέου πρεσβύτην καὶ ἐξ ἐχθροῦ φίλον, ἓν δὲ πραγμάτων μεταβολή, οἷον ἐκ πλουσίου πένητα καὶ ἐξ ἰδιώτου ἄρχοντα καὶ ἐξ ἄρχοντος ἰδιώτην γενέσθαι καὶ ἄλλα τοιαῦτα.
其一是自非存在向实存的变化,例如,不存在的儿子得以出生,不存在的雕像得以制成,以及所有此类事物;其二是自地方向地方的变化并被置于他处,例如航海者、旅人以及所有此类事物;其二是习惯与状态的变化,例如自无教养者变成有教养者,自青年变成长者,自仇敌变成朋友;其一是境遇的变化,例如自富人变成穷人,自私人变成统治者,自统治者变成私人,以及其他此类事物。
§B.30## τὸ ἀληθὲς.
## 真。
διαιρεῖται τὸ ἀληθὲς εἰς τρία.
真被分为三种。
ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ πρᾶγμα ἀληθὲς εἶναι, ἓν δὲ τὸν λόγον, ἓν δὲ καὶ τὸ συναμφότερον.
因为在它之中,一个是事相为真,一个是言论为真,一个则是两者结合为真。
ἔστι δὲ τὸ πρᾶγμα ἀληθές, ὅταν ᾖ οὕτως ἔχον καὶ οὐκ ἄλλως, οἷον τὸ τὸν θεὸν ἀθάνατον εἶναι· οὕτως γὰρ ἔχει τὸ πρᾶγμα καὶ οὐκ ἄλλως.
事相为真是指当其如此而非其他时,例如神是免死的;因为事相确实如此而非其他。
τὸ δὲ λέγειν οὗτος ἐστὶν ἀληθὴς λόγος τοῦ ἀληθοῦς ἐστιν· ἔστι γὰρ ὁ λόγος πρᾶγμα ὑπὸ τὸν λόγον τοῦτον ὄν.
而说“这是真的言论”属于真的范畴;因为这一言论乃是处于该言论之下的事相。
τὸ δὲ λέγειν ὅτι οἱ ἄνθρωποι ἔμψυχοί εἰσι , καὶ ὁ λόγος ἀληθής ἐστι καὶ τὸ πρᾶγμα.
而说“人是有灵魂的生命”,则言论与事相皆为真。
§B.31## τὸ ψεῦδος.
## 假。
διαιρεῖται τὸ ψεῦδος εἰς τρία.
假被分为三种。
ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ τὸ πρᾶγμα εἶναι ψεῦδος, ἓν δὲ τὸν λόγον, ἓν δὲ τὸ συναμφότερον.
因为在它之中,一个是事相为假,一个是言论为假,一个则是两者结合为假。
τὸ μὲν οὖν πρᾶγμά ἐστι ψεῦδος, ὅταν μὴ οὕτως ἔχῃ ὡς λέγεται ἀλλ’ ἄλλως, οἷον 〈ὅτι〉 ὁ καθήμενός ἐστιν ἑστηκὼς ἢ ὁ λευκὸς 〈μέλας〉.
那么,事相为假是指其不若所说而如其他时,例如说坐着的人是站着的,或者白的人是黑的。
ὁ δὲ λόγος ἔσται ψευδής, ὅταν τις λέγῃ τὸν ἀληθῆ λόγον εἶναι ψευδῆ, οἷον ὁ λέγων τὸν περὶ τοῦ θεοῦ λόγον [οἷον ὁ λέγων] ὅτι ἔστι θεὸς 〈ἀθάνατος〉, καὶ τοῦτον ὁ φάσκων ψευδῆ εἶναι, ὁ λόγος οὗτός ἐστι ψευδής· οὐ γάρ ἐστιν ὑπὸ τὸν λόγον τοῦτον πρᾶγμα οὐδὲν ἀλλὰ ὁ λόγος.
而当有人说真的言论为假时,言论即为假,例如对于关于神的言论说神是免死的,而主张这一言论为假的人,这一言论即为假;因为在这一言论之下没有任何事相,而唯有该言论本身。
ὁ δὲ λέγων τὴν ἡμέραν νύκτα εἶναι καὶ τὸ πρᾶγμα ψεῦδος ἐρεῖ καὶ τὸν λόγον.
而说昼为夜的人,其所说之事相与言论皆为假。
§B.32## ἡ τιμὴ.
## 荣誉。
διαιρεῖται ἡ τιμὴ εἰς τρία.
荣誉被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς ἐπαίνου λόγον, ἓν δὲ εἰς θεραπείας τινὸς καὶ ἐπιμελείας λόγον.
因为在它之中,一个是出于金钱的考量,一个是出于称赞的考量,一个是出于某种侍奉与照料的考量。
τὸ μὲν οὖν εἰς ἀργυρίου λόγον ἐστὶν ἀξία ἐν πράσει καὶ ὠνήσει, οἷον ἄξια τῆς τιμῆς φαμεν εἶναι.
那么,出于金钱之考量的是指买卖中的价值,如我们所说的配得上其价格。
τὸ δὲ εἰς ἐπαίνου λόγον [εἶναι], οἷον αἱ ἐν ταῖς πόλεσι τιμαὶ δι’ ἐνίας πράξεις γινόμεναι καὶ δωρεαὶ διδόμεναι.
而出于称赞之考量的是指例如在城邦中因某些行为而产生的荣衔以及所赠予的礼物。
τὸ δὲ εἰς θεραπείας λόγον καὶ ἐπιμελείας, οἷον τὸν θεὸν τιμῶμεν θεραπείᾳ τινὶ καὶ ἐπιμελείᾳ τινός, καὶ τοὺς γονεῖς δὲ τιμῶμεν, ὁμοίως δὲ καὶ τὰ ἄλλα τὰ διὰ θεραπείαν γινόμενα.
出于侍奉与照料之考量的是指例如我们以某种侍奉与照料来尊崇神,我们也尊崇父母,同样地也指通过侍奉而实行的其他事物。
§B.34## τῶν ἐπιστημῶν ἡ κρίσις.
## 科学的评判。
διαιρεῖται τῶν ἐπιστημῶν ἡ κρίσις εἰς τρία.
科学的评判被分为三种。
ἔστι γὰρ αὐτῶν ἓν μέν, ἂν ᾖ βελτιόνων ἢ καλλιόνων, ἓν δέ, ἂν ᾖ συμφερόντων μᾶλλον καὶ κατεπειγόντων, ἓν δέ, ἂν ᾖ τῶν ἀκριβεστέρων μᾶλλον δὲ καὶ εἰς ἀπόδειξιν συντεινόντων.
因为在它们之中,一个是如果它属于较佳或较美的事物,一个是如果它更多属于有益且紧急的事物,一个则是如果它属于更精确且倾向于进行论证的事物。
ἔστι δὲ τὸ μὲν βελτιόνων καὶ καλλιόνων οἷον ἡ ἀνδριαντοποιητικὴ τέχνη καὶ ἡ ἀγαλματοποιητικὴ καὶ ἡ πορφυροβαφικὴ καὶ αἱ τοιαῦται.
属于较佳和较美的事物是例如雕塑术、造像术、紫染术及此类技术。
συμφερόντων δὲ καὶ μᾶλλον κατεπείγόντων οἷον ἡ σκευοποιητικὴ [σκευικὴ] καὶ οἰκοδομικὴ καὶ αἱ τοιαῦται.
属于有益且更紧急的是例如器具制造术、建造术及此类技术。
ἀκριβεστέρων δὲ καὶ μᾶλλον εἰς ἀπόδειξιν συντεινόντων αἵ τε μαθηματικαὶ καὶ ἡ φιλοσοφία.
而属于更精确且倾向于进行论证的是数学各科和哲学。

词汇与语法注释

  1. B.28τούτων δὲ ὅτι ἂν ἀπῇ — 不定关系代词 ὅστις 的中性单数主格 ὅ τι 与语气词 ἄν 连用,并与虚拟语气现在时单数第三人称的 ἀπῇ(动词 ἄπειμι “缺席、缺少”的虚拟语气)相结合,构成了泛指的条件状语从句(“这些之中无论缺少哪一个”)。
  2. B.30ἔστι γὰρ ὁ λόγος πρᾶγμα ὑπὸ τὸν λόγον τοῦτον ὄν — 此句解释了一种元语言学的事实,即言论本身成了它所指涉的对象(实存)。介词 ὑπό 后接宾格(τὸν λόγον τοῦτον),表示“处于该言论的领域之下”(即与该言论相对应的事相)。
  3. B.31ὁ δὲ λόγος ἔσται ψευδής, ὅταν τις λέγῃ τὸν ἀληθῆ λόγον εἶναι ψευδῆ, οἷον ὁ λέγων τὸν περὶ τοῦ θεοῦ λόγον [οἷον ὁ λέγων] ὅτι ἔστι θεὸς 〈ἀθάνατος〉, καὶ τοῦτον ὁ φάσκων ψευδῆ εἶναι, ὁ λόγος οὗτός ἐστι ψευδής· — 这是一个典型的主格悬空(破格,anacoluthon)结构。句首作为主语呈现的 `ὁ δὲ λόγος` 以及举例中的 `ὁ λέγων ...` 并没有直接与预期的谓语动词结合,中途引入了新的主格 `ὁ φάσκων`,最终整句收尾于主节 `ὁ λόγος οὗτός ἐστι ψευδής`(“这一言论即为假”)。

引用这一段

亚里士多德, 亚里士多德分类集 §B.28-B.34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:B.28-B.34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。