§B.19## ὁ χρόνος.
## 时间。
διαιρεῖται ὁ χρόνος εἰς τρία.
时间被分为三种。
ἔστι γὰρ ἢ παρεληλυθὼς ἢ παρὼν ἢ μέλλων, ὃν καὶ παρεσόμενον καλοῦσιν.
因为它是过去、现在或未来(人们也称之为“将要到来的”)。
εἰσὶ δὲ ἐν μὲν τῷ παρεληλυθότι μνῆμαι καὶ τὸ μνημονεύειν· ἅπαντες γὰρ τὰ παρῳχημένα μνημονεύουσιν.
在过去之中有记忆和回忆;因为所有人都回忆过去的事物。
ἐν δὲ τῷ παρόντι αἱ ἐπιστῆμαι καὶ αἱ γνώσεις καὶ οἱ λογισμοὶ καὶ αἱ πράξεις αἱ πρασσόμεναι.
在现在之中有科学、认识、推理以及正在进行的行动。
ἐν δὲ τῷ μέλλοντι αἱ προσδοκίαι καὶ ἐλπίδες καὶ πᾶν τὸ τοιοῦτον.
在未来之中有预期、希望以及所有此类事物。
§B.21## ἡ ὄρεξις τοῦ πράττειν.
## 行动的欲求。
διαιρεῖται ἡ ὄρεξις τοῦ πράττειν εἰς τρία.
行动的欲求被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν τοῦ ἡδέος, ἓν δὲ τοῦ καλοῦ, ἓν δὲ τοῦ συμφέροντος.
因为在它之中,一个是对于快乐者的欲求,一个是对于美者的欲求,一个是对于有益者的欲求。
ἔστι δὲ ἡ μὲν τοῦ ἡδέος ὄρεξις 〈τὸ〉 ταῖς ἐπιθυμίαις ὑπηρετεῖν, ἡ δὲ τοῦ καλοῦ τιμῆς ἕνεκεν καὶ εὐδοξίας, ἡ δὲ τοῦ συμφέροντος κέρδους καὶ ὠφελείας ἕνεκεν γινομένη.
而对于快乐者的欲求是为欲望服务,对于美者的欲求是为着荣誉和名声而产生的,对于有益者的欲求则是为着利益和用处而产生的。
§B.22## ἡ τῶν ὄοντων ὀνομασία.
## 存在者的命名。
διαίρεσις τῆς τῶν ὄντων ὀνομασίας εἰς πέντε γίνεται.
存在者命名的划分被分为五种。
ἔστι γὰρ αὐτῶν λεγόμενα τὰ μὲν ὥσπερ ἓν πρὸς πολλά, τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια, τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια, τὰ δὲ ὡς ἓν πρὸς ἕν.
因为在它们之中被说及的,有些是作为一相对于多,有些是作为多相对于多以及相对于一,有些是作为不同者相对于相同者,有些是作为相同者相对于相同者,有些是作为一相对于一。
τὰ μὲν οὖν ὡς ἓν πρὸς πολλά, οἷον τάχιστος καὶ μέγιστος καὶ κάλλιστος καὶ τὰ τοιαῦτα.
那么,作为一相对于多的,例如“最快的”、“最大的”、“最美的”及此类事物。
τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, οἷον πλείω τάδε τῶνδε καὶ μείζω τάδε τῶνδε καὶ καλλίους οἵδε τῶνδε καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
作为多相对于多以及相对于一的,例如“这些比那些更多”、“这些比那些更大”、“这些比那些更美”以及其他此类事物。
τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια 〈. . . . . . . . , τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια,〉 οἷον ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ φίλοι πρὸς φίλους καὶ τὰ τοιαῦτα.
作为不同者相对于相同者〈……〉,而作为相同者相对于相同者的,例如“兄弟相对于兄弟”、“朋友相对于朋友”及此类事物。
τὰ δὲ ὡς ἓν πρὸς ἕν, οἷον καλλίων ὅδε τοῦδε καὶ θάσσων ὅδε τοῦδε καὶ τὰ τοιαῦτα.
作为一相对于一的,例如“这个比那个更美”、“这个比那个更快”及此类事物。
διαιρεῖται τὰ ὄντα εἰς τρία.
存在者被分为三种。
ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος.
因为在它们之中,有些是根据本质的,有些是根据偶性的,有些是根据承受的。
ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ τοιαῦτα.
根据本质的是例如作为人以及作为存在者的每一个,根据偶性的是〈例如〉奔跑、睡眠及其他此类事物,根据承受的是例如感到快乐、感到痛苦、抱有信心、感到害怕及此类事物。
§B.25## τὰ ὄντα.
## 存在者。
διαιρεῖται τὰ ὄντα εἰς τρία.
存在者被分为三种。
ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος.
因为在它们之中,有些是根据本质的,有些是根据偶性的,有些是根据承受的。
ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ τοιαῦτα.
根据本质的是例如作为人以及作为存在者的每一个,根据偶性的是〈例如〉奔跑、睡眠及其他此类事物,根据承受的是例如感到快乐、感到痛苦、抱有信心、感到害怕及此类事物。
§B.27## διαίρεσις τῶν βελτιόνων etc.
## 较佳者等之划分。
διαίρεσις τῶν βελτιόνων καὶ τῶν χειρόνων καὶ τῶν καλλι〈όν〉ων καὶ αἰσχι〈όν〉ων καὶ λευκοτέρων καὶ μελανοτέρων: τούτων ἕκαστον λέγεται τριχῶς· ἢ γὰρ τοῦ ἐναντίου ἢ ἑαυτοῦ ἢ μέσου, οἷον ἐναντίου βέλτιον εἶναι λέγεται τὸ ἀγαθὸν τοῦ κακοῦ, ὡς τῆς πανουργίας καὶ τῆς ἀφροσύνης ἡ φρόνησις, τοῦ δὲ μέσου λέγεται βέλτιον εἶναι τὸ ἀγαθὸν οἷον τοῦ μήτε ἀγαθοῦ μήτε κακοῦ, αὐτὸ δὲ ἑαυτοῦ λέγεται βέλτιον καθὸ ἀγαθὸν ἀγαθοῦ, ἐὰν ἧττον τὸ ἕτερον.
较佳者、较差者、较美者、较丑者、较白者、较黑者的划分:这些之中的每一个都以三种方式被说及;因为或者是相对于相反者,或者是相对于自身,或者是相对于中间者。 例如,相对于相反者,善被称为比恶较佳,如智慧之于狡黠与愚蠢;相对于中间者,善被称为较佳,例如相对于既非善也非恶者;而相对于自身,在另一者程度较低的情况下,善作为善相对于善被称为较佳。
ὁμοίως δὲ καὶ τὸ καλόν· λέγεται γὰρ καὶ τοῦ αἰσχροῦ κάλλιον καὶ τοῦ μήτε αἰσχροῦ μήτε καλοῦ κάλλιον εἶναι, λέγεται δὲ καὶ τοῦ καλοῦ ἧττον δὲ καλοῦ κάλλιον εἶναι.
同样地,较美者也是如此;因为既被称为比丑者较美,也被称为比既非丑也非美者较美,还被称为比美但较不美者较美。
ὁμοίως δὲ καὶ τὸ λευκότερον λέγεται· τὸ γὰρ λευκὸν καὶ τοῦ μέλανος λέγεται εἶναι λευκότερον καὶ τοῦ μήτε μέλανος ὄντος μήτε λευκοῦ, ὅπερ ἐστὶ μέσον.
同样地,较白者也被说及;因为白被称为比黑较白,也被称为比既非黑也非白者(即中间者)较白。
καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν οὕτως λεγομένων τὸν αὐτὸν τρόπον ἔχειν φατέ.
对于其他以这种方式说及的事物,必须说也是以同样的方式。
κατὰ τρεῖς ἄρα τρόπους λέγεται βελτίω καὶ χείρω καὶ καλλίω καὶ αἰσχίω καὶ λευκότερον καὶ μελανότερον.
因此,较佳者、较差者、较美者、较丑者、较白者、较黑者是以三种方式被说及的。