Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §A.7_col2-A.8_col2

五种政体及正义与科学的分类

第 2 段,共 19 段 · 希腊语

内容简介

该章节详细描述了城邦政体、正义及科学的定义,并列举具体实例将其细分为三类或五类。

§A.7_col2## ἡ πολιτεία.
## 城邦政体。
διαιρεῖται ἡ πολιτεία εἰς πέντε.
城邦政体被分为五种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν δημοκρατία, ἓν δὲ ἀριστοκρατία, ἓν δὲ ὀλιγαρχία, ἓν δὲ τυραννίς, ἓν δε βασιλεία.
因为在其中,一种是民主政体,一种是贵族政体,一种是寡头政体,一种是僭主政体,一种是君主政体。
ἔστι δὲ ἡ μὲν δημοκρατία, ἐν ᾗ τὸ πλῆθος τῆς πόλεως κυριεύει, ἀριστοκρατεία δέ, ἐν ᾗ οἱ κράτιστοι ἡγοῦνται μήτε διὰ γένος μήτε διὰ πλοῦτον ἀλλὰ δι’ ἀρετήν· ἡ δὲ ὀλιγαρχία, ἐν ᾗ τὰ τιμήματα μεγάλα ποιήσαντες ἀπὸ τούτων πολιτεύονταί τινες ἢ δι’ ἑταιρίαν βιασάμενοι τὸ πλῆθος τὴν πόλιν διοικοῦσι· τυραννὶς δέ, ἐν ᾗ παρακρουσάμενός τις τὸ πλῆθος ἢ βιασάμενος τὴν πόλιν διοικεῖ· βασιλεία δέ, ὅταν ἢ κατὰ νόμον ἢ κατὰ γένος βασιλεὺς τὰ πράγματα διοικῇ τῆς πόλεως·
民主政体是指城邦的平民掌握权力的政体;贵族政体是指最好的人进行领导,既不凭血统,也不凭财富,而是凭德行;寡头政体是指在设立了高额财产估价后,某些人以此为基础参与国政,或者通过结党强迫平民来管理城邦的政体;僭主政体是指某人欺骗或强迫平民来管理城邦的政体;君主政体是指依法或依血统,由国王管理城邦事务的时候。
τῆς πολιτείας ἄρα τὸ μέν ἐστι δημοκρατία, τὸ δὲ ἀριστοκρα τία, τὸ δὲ ὀλιγαρχία, τὸ δὲ τυραννίς, τὸ δὲ βασιλεία.
因此,在城邦政体中,一种是民主政体,一种是贵族政体,一种是寡头政体,一种是僭主政体,一种是君主政体。
§A.4_col1## ἡ δικαιοσύνη.
## 正义。
τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.
正义有三种:一种是关于神灵的,一种是关于人类的,一种是关于逝者的。
οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ παρακαταθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους.
因为按照法律献祭并照管神圣事务的人,显然对神灵是敬虔的;而偿还贷款和退还寄托物的人,对人类是行事公正的;而照管墓碑的人,显然对逝者[也是行事公正的]。
τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς τοὺς θεούς ἐστιν, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.
因此,在正义中,一种是针对神灵的,一种是关于人类的,一种是关于逝者的。
§A.4_col2## ἡ δικαιοσύνη.
## 正义。
διαιρεῖται ἡ δικαιοσύνη εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους.
正义被分为三种:因为在其中,一种是针对神的,一种是针对人类的,一种是针对逝者的。
ἔστι δὲ ἡ μὲν πρὸς τὸν θεὸν δικαιοσύνη μετ’ εὐσεβείας εὐχαριστία καὶ τὰς αὐτοῦ ἐκπληροῦν ἐντολάς, ἡ δὲ πρὸς τοὺς ἀνθρώπους περὶ τὰ συμβόλαια εὐνομία καὶ περὶ τὰ ἄλλα νομιζόμενα δίκαια, ἡ δὲ πρὸς τοὺς ἀποιχομένους δικαιοσύνη ἐστὶ θάπτειν καὶ τὰ ἄλλα ἐπιφέρειν.
针对神的正义是伴随着敬虔的感恩,并履行他的命令;针对人类的是关于契约的守法以及关于其他习惯上被认为是公正的事物;针对逝者的正义是进行埋葬并奉献其他祭品。
τῆς δικαιοσύνης ἄρα ἐστὶν ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους.
因此,正义中有一种是针对神的,一种是针对人类的,一种是针对逝者的。
§A.5_col1## ἡ έπιστήμη.
## 科学。
τῆς ἐπιστήμης ἐστὶν εἴδη τρία· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ θεωρητικόν.
科学有三种:因为一种是实践的,另一种是制作的,第三种是理论的。
ἡ μὲν οἰκοδομικὴ καὶ ναυπηγικὴ ποιητικαί εἰσιν· ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον.
建筑术和造船术是制作的,因为可以看见它们制作出来的作品。
πολιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ καὶ αἱ τοιαῦται πρακτικαί· οὐ γὰρ ἔστιν ἰδεῖν ἔργον αὐτῶν πεποιημένον, ἀλλὰ πράττουσί τι· ὁ μὲν γὰρ αὐλεῖ καὶ κιθαρίζει, ὁ δὲ πολιτεύεται.
而政治学、吹笛术、弹琴术及此类是实践的,因为看不见它们制作出来的作品,但它们确实在行事;因为有的人吹笛和弹琴,有的人则参与国政。
ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογικὴ θεωρητικαί· οὔτε γὰρ πράττουσιν οὔτε ποιοῦσιν οὐδέν· ἀλλ’ ὁ μὲν γεωμέτρης θεωρεῖ, πῶς πρὸς ἀλλήλας ἔχουσιν αἱ γραμμαί, ὁ δὲ ἁρμονικὸς τοὺς φθόγγους, ὁ δὲ ἀστρολογικὸς τὰ ἄστρα καὶ τὸν κόσμον.
几何学、和声学和天文学则是理论的,因为它们既不行事,也不制作任何东西;相反,几何学家观察线与线之间如何相互关联,和声学家观察声音,天文学家则观察星辰和宇宙。
τῶν ἄρα ἐπιστημῶν αἱ μέν εἰσι θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί.
因此,在科学中,有些是理论的,有些是实践的,有些是制作的。
§A.8_col2## ἡ έπιστήμη.
## 科学。
διαιρεῖται ἡ ἐπιστήμη εἰς τρία· ἔστι γὰρ αὐτῆς τὸ μὲν θεωρητικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ πρακτικόν.
科学被分为三种:因为在其中,有些是理论的,有些是制作的,有些是实践的。
ἔστι δὲ ἡ μὲν θεωρητικὴ, 〈ἧς〉 τὸ κεφάλαιον θεωρία [δὲ] ἐστίν, οἷον ἡ γεωμετρικὴ καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ καὶ αἱ τοιαῦται· ἡ δὲ ποιητική, ἧς τὸ κεφάλαιόν ἐστιν ἔργου συντελεστικὸν, οἷον οἰκοδομικὴ καὶ ἀνδριαντοποιητικὴ καὶ ἄλλαι τοιαῦται· ἡ δὲ πρακτική, ἧς τὸ κεφάλαιόν ἐστι πρᾶξις, οἷον ἰατρικὴ καὶ στρατηγικὴ καὶ πολιτικὴ καὶ ἄλλαι τοιαῦται.
理论科学是指其要点在于观照的科学,例如几何学、算术、和声学及此类;制作科学是指其要点在于完成作品的科学,例如建筑术、雕塑术及其他此类;实践科学是指其要点在于行动(实践)的科学,例如医术、将帅术、政治学及其他此类。
τῆς ἐπιστήμης ἄρα ἡ μέν ἐστι θεωρητική, ἡ δὲ ποιητική, ἡ δὲ πρακτική.
因此,在科学中,一种是理论的,一种是制作的,一种是实践的。

词汇与语法注释

  1. §A.7_col2τὰ τιμήματα μεγάλα ποιήσαντες ἀπὸ τούτων πολιτεύονταί τινες — 主格分词 "ποιήσαντες" 起修饰作用,表示条件或手段,指“在将财产估价("τιμήματα")定得很高之后,某些人便以此为基础参与政治”,勾勒出寡头政体的运作方式。
  2. §A.4_col1οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους — 该分句省略了主动词。语境中需要补充前文的 "δικαιοπραγοῦσι"(行事公正)或更早出现的 "εὐσεβοῦσιν"(是敬虔的)等动词来理解。
  3. §A.4_col2τὰς αὐτοῦ ἐκπληροῦν ἐντολάς — 现在时主动不定式 "ἐκπληροῦν" 与名词 "εὐχαριστία"(感恩)并列,共同作为主语补足语,起名词性作用,意为“履行他的命令”。
  4. §A.5_col1ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον — 无人称动词 "ἔστι" 在此表示可能(“可以”),并引入不定式 "ἰδεῖν",构成“可以看见它们制作出来的作品”这一句式。
  5. §A.8_col2ἔργου συντελεστικόν — 属格 "ἔργου" 作为形容词 "συντελεστικόν"(促成完成的)的宾格性属格,表示“完成作品的”这一修饰或目的关系。

引用这一段

亚里士多德, 亚里士多德分类集 §A.7_col2-A.8_col2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:A.7_col2-A.8_col2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。