§A.6_col1## ἡ ίατρική.
## 医学。
τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική.
医学有五种:药物学、外科学、食饮疗法、诊断学、应急治疗学。
ἡ μὲν φαρμακευτικὴ διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας ἡδὲ χειρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶναι τὸ ἀρρώστημα, ἡ δὲ βοηθητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος.
药物学通过药物治疗疾病;外科学通过切割和灼烧进行治愈;食饮疗法通过规定饮食免除疾病;诊断学通过认识疾病[来进行治疗];应急治疗学通过即刻给予帮助来消除痛苦。
τῆς ἄρα ἰατρικῆς ἡ μέν ἐστι φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική.
因此,在医学中,一种是药物学,一种是外科学,一种是食饮疗法,一种是诊断学,一种是应急治疗学。
§A.61_col2## ἡ ίατρική.
## 医学。
διαιρεῖται ἡ ἰατρικὴ εἰς πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι φαρμακευτικόν, τὸ δὲ χειρουργικόν, τὸ δὲ διαιτητικόν, τὸ δὲ νοσογνωμικόν, τὸ δὲ βοηθητικόν.
医学被分为五种:因为在其中,有些是药物的,有些是外科的,有些是食饮的,有些是诊断的,有些是应急的。
καὶ ἡ μὲν φαρμακευτικὴ διὰ φαρμακείας ἰᾶται τὰς ἀρρωστίας, ἡ δὲ χειρουργικὴ διὰ 〈τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ〉 τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμικὴ διὰ τοῦ γνῶναι τὴν νόσον οὕτως ἰᾶται τὸν νοσοῦντα, ἡ δὲ βοηθητικὴ διὰ τῶν βοηθημάτων ὑγιάζει τοὺς ἀσθενοῦντας.
药物学通过药剂学治疗疾病;外科学〈通过切割和灼烧进行治愈;食饮疗法通过〉规定饮食免除疾病;诊断学通过认识疾病,由此治疗病人;应急治疗学通过治疗手段治愈患者。
§A.7_col1## ὁ νόμος.
## 法律。
νόμου διαιρέσεις δύο· ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος, ὁ δὲ ἄγραφος.
法律的划分有两种:因为其中一种是成文的,另一种是不成文的。
ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γεγραμμένος ἐστίν· ὁ δὲ κατὰ ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται· οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περιβάλλεσθαι.
我们借以在城邦中过公民生活的是成文法;而顺应习俗产生的则被称为不成文法,例如不裸体走向广场,也不披外衣作女装。
ταῦτα γὰρ οὐθεὶς νόμος κωλύει, ἀλλ’ ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι.
因为没有任何法律禁止这些行为,但尽管如此,我们并不做这些事,因为受到不成文法的禁止。
τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμμένος, ὁ δὲ ἄγραφος.
因此,在法律中,一种是成文的,另一种是不成文的。
§A.20_col2## ὁ νόμος.
## 法律。
διαιρεῖται ὁ νόμος εἰς δύο· ἔστι γὰρ αὐτοῦ ἓν μὲν γεγραμμένον, ἓν δὲ ἄγραφον.
法律被分为两种:因为在其中,一种是成文的,一种是不成文的。
ἔστι δὲ ὁ μὲν γεγραμμένος, καθ’ ὃν τὰ συμβόλαια συναλλάσσομεν καὶ τὰς ἄλλας πρὸς ἀλλήλους πράξεις διακρίνομεν καὶ πάντα τὰ τοιαῦτα οἰκονομοῦμεν, ὁ δὲ ἄγραφος, καθ’ ὃν τὰ ἔθη ἐν ταῖς πόλεσιν αὔξεται καὶ διαμένει.
成文法是指,我们依据它来交易契约、裁定彼此间的其他行为并管理所有此类事务的法;不成文法则是指,诸城邦中的习俗借以增长和延续的法。
§A.8_col1## ὁ λόγος.
## 言论。
ὁ λόγος διαιρεῖται εἰς πέντε, ὧν εἷς μέν ἐστιν, ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν ταῖς ἐκκλησίαις, ὃς καλεῖται πολιτικός· ἑτέρα δὲ διαίρεσις λόγου ὃν οἱ ῥήτορες γράφουσι καὶ εἰς ἐπίδειξίν τε προφέρουσι καὶ εἰς 〈δικαστήρίον, οἷον〉 ἐγκώμια καὶ ψόγους καὶ κατηγορίας 〈καὶ ἀπολογίας〉. . . . τὸ δὴ τοιοῦτον εἶδός ἐστι ῥητορικόν. τρίτη δὲ διαίρεσις λόγου, ὃν οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους· οὗτος δὴ ὁ τρόπος προσαγορεύεται ἰδιωτικός. | ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ ἀποκρινόμενοι τοῖς ἐρωτῶσι διαλέγονται· οὗτος δὲ καλεῖται ὁ λόγος διαλεκτικός. πέμπτη δὲ διαίρεσις λόγου, ὃν οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν διαλέγονται τέχνης· ὃς δὴ καλεῖται τεχνικός.
言论被分为五种,其中一种是参与国政者在公民大会上发表的,被称为政治言论;言论的另一个区分是修辞学家所撰写、并为了展示以及为了[法庭]而发表的,例如颂词、谴责、指控[和辩护]……此类确实是修辞性的;言论的第三个区分是普通人在彼此对话中使用的,这种方式确实被称为日常言论; ¦ 另一个区分是那些简短发问并回答发问者的人进行对话的言论,这被称为辩证言论;言论的第五个区分是技术人员就他们自己的技术进行对话的言论,这确实被称为技术言论。
τοῦ λόγου ἄρα τὸ μέν ἐστι πολιτικόν, τὸ δὲ ῥητορικόν, τὸ δὲ ἰδιωτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ τεχνικόν.
因此,在言论中,一种是政治性的,一种是修辞性的,一种是日常性的,一种是辩证性的,一种是技术性的。
§A.16_col2## ὁ λόγος.
## 言论。
διαιρεῖται ὁ λόγος εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ὁ μὲν ῥητορικός, ὁ δὲ πολιτικός, ὁ δὲ διαλεκτικός, ὁ δὲ τεχνικός, ὁ δὲ ἰδιωτικός.
言论被分为五种:因为在其中,有些是修辞性的,有些是政治性的,有些是辩证性的,有些是技术性的,有些是日常性的。
ἔστι δὲ ὁ μὲν ῥητορικὸς καὶ ἐπιδεικτικὸς καὶ κατηγορικὸς καὶ ἀπο λογητικός, ὁ δὲ πολιτικὸς συμβουλευτικὸς καὶ παρακλητικός, διαλεκτικὸς δὲ ὁ κατὰ βραχὺ τῷ ἐρωτᾶν ἐμφανίζων ἃ προαιρεῖται, τεχνικὸς δὲ, ὃν λέγουσιν οἱ τεχνῖται ὑπὲρ τῶν κατὰ τὴν τέχνην ἑκάστου [τῶν] αὐτῶν, ἰδιωτικὸς δὲ, ὃν οἱ ἰδιῶται λέγουσι πρὸς ἀλλήλους καθ’ ἑκάστην ἡμέραν διαλεγόμενοι.
修辞言论也是展示性的、控告性的和辩护性的;政治言论是劝议性的和劝勉性的;辩证言论则是指通过提问、简短地显明其所选择之意的言论;技术言论是指技术人员关于他们各人技术范围内的事务而说的言论;日常言论则是指普通人在日常对话中对彼此说的话。
§A.9_col1## ἡ μουσική.
## 音乐。
ἡ μουσικὴ εἰς τρία διαιῥεῖται· ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή· δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία· τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον ἡ κιθαριστική.
音乐被分为三种:因为一种是仅通过口的,例如歌唱;第二种是通过口和手的,例如抚琴自歌;第三种是仅通过手的,例如抚琴弹奏。
τῆς ἄρα μουσικῆς ἔστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δὲ ἀπὸ τῶν χειρῶν.
因此,在音乐中,一种是仅通过口的,一种是通过口和手的,一种是通过手的。