Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §A.1_col1-A.3_col1

善、友谊与政体的分类

第 1 段,共 19 段 · 希腊语

内容简介

展示了传统上与亚里士多德相关的关于善、友谊和政体之类型与定义的划分。

§A.1_col1## τὰ ἀγαθά.
## 善物。
: διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον: τῶν ἀγαθῶν ἔστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ· τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι· οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός.
: 亚里士多德说,他也以这种方式划分事物:在善物中,有些在灵魂中,有些在身体中,有些在外部;例如,正义、明智、勇敢、节制及此类事物在灵魂中;美、健康状态、健康、力量在身体中;而朋友、祖国的幸福、财富则在外部事物中。
| τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί: τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
| 因此,善物有三种:灵魂中的善、身体中的善、外部的善。
§A.5_col2## τὰ ἀγαθά.
## 善物。
διαιρεῖται τὰ ἀγαθὰ εἰς τρία.
善物被分为三类。
ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
因为在它们之中,有些在灵魂中,有些在身体中,有些在外部。
ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ φρόνησις δικαιοσύνη ἀνδρεία σωφροσύνη καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι ἰσχὺς κάλλος ὑγεία εὐεξία καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐκτὸς φίλοι πλοῦτος εὐδοξία πατρίδος εὐδαιμονία.
灵魂中的是明智、正义、勇敢、节制及其他此类事物;身体中的是力量、美、健康、健康状态及其他此类事物;外部的是朋友、财富、名声、祖国的幸福。
τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
因此,在善物中,有些在灵魂中,有些在身体中,有些在外部。
§A.2_col1## ἡ φιλία.
## 友谊。
τῆς φιλίας τρία εἴδη ἐστίν· ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική.
友谊有三种:一种是自然的,一种是同伴的,一种是客人的。
φυσικὴν μὲν οὖν ταύτην λέγομεν, ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους· ταύτην δὲ κεκλήρωται καὶ τἆλλα ζῷα.
我们所说的自然友谊,是指父母对子女以及亲属彼此之间所具有的感情;其他动物也分得了这种感情。
ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ’ οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην.
我们所说的同伴友谊,是指因亲密交往而产生、与血缘毫无关系的那种,例如皮拉德斯对奥雷斯特斯的感情。
ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους.
而客人友谊,则是通过引荐和书信与外邦人(客人)建立的友谊。
τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική· προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.
因此,在友谊中,一种是自然的,一种是同伴的,一种是客人的;但有些人增加了第四种,即情爱的友谊。
§A.58_col2## ἡ φιλία.
## 友谊。
διαιρεῖται ἡ φιλία εἰς τέσσάρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν συγγενική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική, ἡ δὲ ἐρωτική.
友谊被分为四种:一种是家族的,一种是同伴的,一种是客人的,一种是情爱的。
ἔστι δὲ ἡ μὲν συγγενικὴ οἷον πατὴρ πρὸς υἱοὺς καὶ ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ οἱ ἄλλοι οἱ οἰκεῖοι, ἡ δὲ ἑταιρικὴ ᾗ κοινωνοῦσιν οἱ διὰ συνήθειαν φίλοι γινόμενοι, ἡ δὲ ξενικὴ ἡ διὰ γραμμάτων καὶ συστάσεως ποιοῦσα φίλους, ἡ δὲ ἐρωτικὴ ἡ δι’ ἐπιθυμίαν τῆς τῶν καλῶν φιλίας κοινωνίαν παρασκευάζουσα.
家族的友谊例如父亲对儿子、兄弟对兄弟以及其他亲属;同伴的友谊是那些因亲密交往而成为朋友的人所共享的;客人友谊是通过书信和引荐结交朋友的;而情爱友谊是通过对美的事物的欲望来促成友谊的交往。
§A.3_col1## ἡ πολιτεία.
## 城邦政体。
τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν.
城邦政体有五种:一种是民主的,另一种是贵族的,第三种是寡头的,第四种是君主的,第五种是僭主的。
δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους δι’ ἑαυτοῦ αἱρεῖται· ἀριστοκρατία δέ ἐστιν, ἐν ᾗ μήθ’ οἱ πλούσιοι μήθ’ οἱ πένητες μήθ’ οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλ’ οἱ ἄριστοι τῆς πόλεως προστατοῦσιν.
民主政体存在于那些由平民掌握权力、并由其自身选举官职和制定法律的城邦中;而贵族政体则是指既非富人、亦非穷人、也非有名望的人统治,而是由城邦中最好的人来领导。
ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτῶν.
寡头政体是指根据财产估价来选举官职的时候;因为富人比穷人要少。
τῆς δὲ βασιλείας ἡ μὲν κατὰ νόμον, ἡ δὲ κατὰ γένος ἐστίν.
在君主制中,一种是依法建立的,另一种是按血统建立的。
ἡ μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν.
在迦太基的君主制是依法建立的,因为它是可以通过购买获得的。
| ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν.
| 而在拉刻代蒙和马其顿的则是按血统建立的,因为他们是从某个特定的家族中确立王权的。
τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται.
僭主政体则是指人们被某人欺骗或强迫而受其统治的政体。
τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.
因此,在城邦政体中,一种是民主政体,一种是贵族政体,一种是寡头政体,一种是君主政体,一种是僭主政体。

词汇与语法注释

  1. §A.1_col1διῄρει — 动词 διαιρέω(划分)的未完成过去时主动语气单数第三人称。上下文中的主语暗指柏拉图,或一般的“他”(划分者),由亚里士多德(φησὶν Ἀριστοτέλης)作为见证者引入。
  2. §A.2_col1κεκλήρωται — 动词 κληρόω(分配)的现在完成时中被动语气单数第三人称。此处作为中动语气,带有一个宾格直接宾语(ταύτην),或者可以解释为带双宾格动词的被动语态中保留的宾格。主语是随后的 καὶ τἆλλα ζῷα(其他动物也)。
  3. §A.3_col1πωλητή — 动词性形容词 πωλητός(可购买的、可买卖的)的阴性单数主格,作为表语形容词修饰迦太基的君主制(ἡ μὲν οὖν ἐν Καρχηδόνι [βασιλεία])。这对应于历史记载(如见于亚里士多德《政治学》),即迦太基的官职是可以购买的。
  4. §A.3_col1παρακρουσθέντες ἢ βιασθέντες — 两者均为不定过去时被动语气分词的阳性复数主格,与复数第三人称动词 ἄρχονται(被统治)省略的主语(人们、公民)一致。此处作为表示手段或伴随情况的分词,译为“被欺骗或被强迫”。

引用这一段

亚里士多德, 亚里士多德分类集 §A.1_col1-A.3_col1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:A.1_col1-A.3_col1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。