Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §A.15_col2-A.18_col2

无法与相反者及善与建议的分类

第 10 段,共 19 段 · 希腊语

内容简介

阐述了“无法”、“相反者”、“善”和“建议”这四个概念的主要分类法(尤其是三分法),说明了它们在不同情况下的具体表现。

§A.15_col2## ἡ ἀνομία.
## 无法。
διαιρεῖται ἡ ἀνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις φαύλοις καὶ μετρίοις κεχρῆσθαι, ἓν δὲ τὸ μὴ πείθεσθαι τοῖς κειμένοις, ἂν ὦσι σπουδαῖοι, ἓν δὲ τὸ φαύλοις ἔθεσι πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι τὸ σύνολον.
无法被分为三种:因为在它之中,一种是使用恶劣和庸庸之法的法律,另一种是如果不遵守既定的法律(如果它们是优良的),第三种是如果完全没有法律,则根据恶劣的习俗治理国家。
§A.27_col1## τὰ ἐναντία.
## 相反者。
τὰ ἐναντία διαιρεῖται εἰς τρία.
相反者被分为三种。
οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα.
例如,我们说善与恶相反,正如正义与不正义、明智与愚蠢及此类事物。
κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα κακὰ κακοῖς ἐναντία ἐστίν.
而恶与恶相反,例如放荡与吝啬、无理受拷问与合理受拷问;此类恶与恶相反。
τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστί.
而重与轻、快与慢、黑与白,则是作为中性与中性相反。
τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα.
因此,在相反者中,一些是作为善与恶相反,一些是作为恶与恶相反,一些是作为中性与中性相反。
§A.23_col2## τὰ ἐναντία.
## 相反者。
διαιρεῖται τὰ ἐναντία εἰς τρία. ἔστι γὰρ αὐτῶν τὸ μὲν ὡς ἀγαθὸν κακῷ, οἷον ὑγεία νόσῳ καὶ κάλλος αἴσχει καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς οὐδέτερον οὐδετέρῳ, οἷον λευκότης μελανότητι καὶ κουφότης βαρύτητι καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς φευκτὸν φευκτῷ, οἷον ἀσωτία ἀνελευθερίᾳ καὶ θερμότης ψυχρότητι καὶ ἰσχνότης παχύτητι καὶ τὰ τοιαῦτα.
相反者被分为三种:因为在它们之中,一种是作为善对恶,例如健康对疾病、美对丑及此类事物;另一种是作为中性对中性,例如白对黑、轻对重及此类事物;另一种是作为应避者对应避者,例如放荡对吝啬、热对冷、瘦对胖及此类事物。
§A.28_col1## τὰ ἀγαθά.
## 善。
τῶν ἀγαθῶν γένη ἐστὶ τρία. τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.
善有三个族类:因为有些是可占有的,有些是可分有的,有些是应存在的。
τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια.
那么,可占有的是指那些可以拥有的事物,例如正义和健康。
μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ ἐνδέχεται.
可分有的是指那些不可以拥有、但可以分有的事物;例如,善本身是不可以拥有的,但可以分有它。
ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε ἔχειν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉 τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι.
而应存在的是指那些既不可以分有、也不可以拥有,但必须存在的事物;例如,成为优秀的和成为公正的是善。
καὶ ταῦτα οὔτε ἔχειν οὔτε μετασχεῖν ἔστιν, ἀλλ’ ὑπάρχειν δεῖ σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι.
这些既不能拥有、也不能分有,但成为优秀的和成为公正的必须存在。
| τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.
| 因此,在善中,有些是可占有的,有些是可分有的,有些是应存在的。
§A.29_col1## ἡ συμβουλία.
## 建议。
ἡ συμβουλία διαιρεῖται εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων.
建议被分为三种:因为在它之中,一种是从过去的时间中获取的,一种是从未来的时间中获取的,一种是从现在的时间中获取的。
τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες.
那么,从过去的时间中获取的是实例,例如拉刻代蒙人因轻信而遭受了什么。
τὰ δὲ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον.
从现在的时间中获取的是,例如指出城墙脆弱、兵士懦弱、粮食匮乏。
τὰ δὲ ἐκ τῶν μελλόντῶν, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται.
从未来的时间中获取的是,例如不要因猜疑而亏待使节,以免希腊蒙受恶名。
τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δὲ ἐκ τῶν παρόντων, τὰ δὲ ἐκ τῶν μελλόντων.
因此,在建议中,有些是从过去的时间中,有些是从现在的时间中,有些是从未来的时间中。
§A.18_col2## ἡ συμβουλία.
## 建议。
διαιρεῖται ἡ συμβουλία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παρῳχημένων, ἓν δὲ ἐκ τῶν παρόντων, ἓν δὲ ἐκ τῶν μελλόντων.
建议被分为三种:因为在它之中,一种是从过去中获取的,一种是从现在中获取的,一种是从未来中获取的。
τὸ μὲν οὖν ἐκ τῶν παρῳχημένων ἐστίν, οἷον τὰ παραδείγματα 〈ἐμφανίζουσιν〉, ὅτι καὶ πρότερον ἡμῶν ἀπειθήσαντες ἀνηκέστοις κακοῖς περιέπεσαν .
那么,从过去中获取的是,例如像实例所显示的:“先前,因为不听从我们,他们也陷入了无可挽回的灾祸中。
τὸ δὲ ἐκ τῶν παρόντων, οἷον τὰ παρόντα πράγματα ἐμφανίζουσιν, ὅτι ἐὰν τὰ τείχη ἡμῶν ἀκατασκεύαστα ὦσι καὶ ἡμεῖς ἄοπλοι ὦμεν, οἱ δὲ πολέμιοι ἅπασι τούτοις κατεσκευασμένοι, σκοπῶμεν δὴ ὅπως πολεμεῖν δυνησόμεθα .
”从现在中获取的是,例如像当下的情况所显示的:“如果我们的城墙未完工,我们也是解除武装的,而敌人已经装备了所有这些,那么让我们仔细考虑我们将如何能够战斗。
τὸ δὲ ἐκ τῶν μελλόντων, οἷον τὰ ἀποβησόμενα ἐμφανίζοντας, ὅτι ὁρᾶτε μή, ἐὰν ἐπιπλευσάντων πολεμίων ἥ τε χώρα ἀπόληται ὑμῶν καὶ τὰ σώματα τὰ πολλὰ μάτην διαφθαρῇ, καὶ ὑμεῖς μὴ οὐδὲν ἧττον ἀναγκασθῆτε ταῦτα πράττειν, ἃ νῦν ἐστιν ὑμῖν καὶ ἀκινδύνως πράττειν .
”从未来中获取的是,例如显示未来结果的那些所指出的:“看啊,免得如果敌人乘船来袭,你们的土地被毁灭,许多生命徒然消亡,而且你们最终还是不得不被迫做那些现在对你们来说不用冒险就能做到的事情。 ”

词汇与语法注释

  1. A.15_col2μετρίοις — 意为“中等的、平庸的”形容词,在此处与 `φαύλοις`(恶劣的)并列,在否定语境中指达不到理想状态的、不完善或平庸的法律。
  2. A.27_col1τὸ ἀδίκως στρεβλοῦσθαι — 带冠词的被动语态不定式,意为“无理受拷问”。与之相对的 `τὸ δικαίως στρεβλοῦσθαι`(合理受拷问)同样属于遭受痛苦或恶的范畴,因此被归为“恶与恶相反”的例子。
  3. A.28_col1ὑπαρκτά — 表示本质在于存在或实存(`ὑπάρχειν`)的善。不同于“可占有的”(`ἑκτά`)或“可分有的”(`μεθεκτά`),它指不能被人类占有或分有,但其存在状态本身即为善的事物。
  4. A.18_col2μὴ οὐδὲν ἧττον — 处于表示担忧的引导句 `ὁρᾶτε μή`(注意免得……)之后的从句中,起双重否定作用,表示强烈的忧虑:“免得你们尽管如此还是不得不(被迫做……)”。

引用这一段

亚里士多德, 亚里士多德分类集 §A.15_col2-A.18_col2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:A.15_col2-A.18_col2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。