§A.30_col1## ἡ φωνή.
## 声音。
ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον.
声音被分为两种:在它之中,一种是有生命的,另一种是无生命的。
ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι.
有生命的是动物的声音,无生命的是音调和响声。
τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος.
在有生命的声音中,有些是可拼写的,有些是不可拼写的。
ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων.
可拼写的是人类的声音,不可拼写的是动物的声音。
τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος.
因此,在声音中,有些是有生命的,有些是无生命的。
§A.24_col2## ἡ φωνή.
## 声音。
διαιρεῖται ἡ φωνὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος, καὶ ἡ μὲν καὶ ἐγγράμματος, ἡ δὲ ἀγράμματος.
声音被分为四种:因为在它之中,有些是有生命的,有些是无生命的,有些也是可拼写的,有些是不可拼写的。
ἔστι δὲ ἡ μὲν ἔμψυχος, ἡ τῶν ζῴων, ἡ δὲ ἄψυχος, οἷον ἦχοι καὶ ψόφοι καὶ ἡ τῆς λύρας καὶ τῶν αὐλῶν φωνή· καὶ ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων φωνὴ καὶ ζῴων τινῶν, οἷον ἀηδόνων χελιδόνων στρουθίων καὶ τῶν τοιούτων, ἀγράμματος δὲ ἡ ἀδιάθετος ὡς οἱ ποππυσμοὶ καὶ ἦχοι καὶ ψόφοι καὶ τὰ τοιαῦτα.
有生命的是动物的声音,无生命的是例如响声和杂音,以及里拉琴和双管管乐器的声音;可拼写的是人类的声音和某些动物的声音,例如夜莺、燕子、麻雀及此类动物的声音;不可拼写的是未整序的声音,例如咂嘴声、响声、杂音及此类事物。
§A.31_col1## τὰ ὄντα.
## 存在者。
τῶν ὄντων τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμέριστα.
在存在者中,有些是可分割的,有些是不可分割的。
τούτῶν δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ.
而在这些可分割者中,有些是同质部分构成的,有些是异质部分构成的。
ἀμερῆ μὲν οὖν ἐστιν, ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος.
那么,不可分割的是指那些没有分割、也不由任何东西构成的事物,例如单位、点和单音。
μεριστὰ δέ, ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός.
而可分割的是指那些由某些东西构成的事物,例如音节、协和音、动物、水和金。
| ὁμοιομερῆ 〈μέν〉, ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον.
| 同质部分构成的是指那些由相似之物构成、且整体与部分除了在数量上以外毫无区别的事物,例如水、金以及所有可熔化之物和此类事物。
ἀνομοιομερῆ δέ, ὅσα ἐξ ἀν ομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα.
而异质部分构成的是指那些由不相似的部分构成的事物,例如房屋及此类事物。
τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ.
因此,在存在者中,有些是可分割的,有些是不可分割的;而在可分割者中,有些是同质部分构成的,有些是异质部分构成的。
§A.26_col2## τὰ ὄντα.
## 存在者。
ἔτι τῶν ὄντων τὰ μέν 〈ἐστι μεριστά, τὰ δὲ ἀμερῆ, καὶ τῶν μεριστῶν τὰ μέν〉 ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀν ομοιομερῆ.
此外,在存在者中,有些是可分割的,有些是不可分割的;而在可分割者中,有些是同质部分构成的,有些是异质部分构成的。
ἔστι δὲ τὰ μὲν μεριστὰ ἅπερ ἂν ἔχῃ διαίρεσιν, οἷον οἰκία καὶ ἱμάτιον καὶ ἀργύριον καὶ κτῆμα καὶ τὰ τοιαῦτα, ἀμερῆ δὲ ἅπερ ἂν ἀμέριστα ᾖ, οἷον μονὰς καὶ στιγμὴ καὶ σημεῖον καὶ φθόγγος καὶ τὰ τοιαῦτα.
可分割的是指任何具有分割的事物,例如房屋、外套、银子、财产及此类事物;不可分割的是指任何不被分割的事物,例如单位、点、记号、音调及此类事物。
καὶ τῶν μεριστῶν δὲ ἄρα τὰ μέν ἐστιν ὁμοιομερῆ ὧν καὶ τὰ μέρη ὅμοια, οἷον ὕδωρ πῦρ χαλκὸς καὶ τὰ τοιαῦτα, 〈τὰ δὲ ἀνομοιομερῆ ὧν τὰ μέρη ἀνόμοια, οἷον οἰκία καὶ τὰ τοιαῦτα〉.
因此,在可分割者中,有些是同质部分构成的,其部分也相似,例如水、火、铜及此类事物,有些是异质部分构成的,其部分不相似,例如房屋及此类事物。
§A.32_col1## τὰ ὄντα.
## 存在者。
τῶν ὄντων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ πρός τι λέγεται.
在存在者中,有些是依靠自身存在的,有些则是相对于某物而言的。
τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενά ἐστιν, ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δὲ ἂν εἴη οἷον ἄνθρωπος ἵππος καὶ τὰ ἄλλα ζῷα.
那么,依靠自身而被说的是指那些在表述中不需要任何其他事物的东西;这些将是例如人、马和其他动物。
τούτων γὰρ οὐδὲν δι’ ἑρμηνείας χωρεῖ.
因为这些没有一个是通过表述而进行的。
| τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος· καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττον θᾶττόν τινός ἐστι.
| 另一方面,相对于某物而被说的是指那些需要某种表述的东西,例如比某物更大的、比某物更快的、更美的及此类事物;因为更大的比更小的更大,而更快的比某物更快。
τῶν ὄντων ἄρα τὰ μέν ἐστιν αὐτὰ καθ’ αὑτά, τὰ δὲ πρός τι λέγεται.
因此,在存在者中,有些是依靠自身存在的,有些是相对于某物而言的。
ὧδε καὶ τὰ πρῶτα διήρει κατὰ τὸν Ἀριστοτέλην.
亚里士多德也是这样划分最先的事物的。
§A.67_col2## τὰ ὄντα.
## 存在者。
τῶν ὄντων τὰ μὲν αὐτὰ καθ’ ἑαυτά ἐστι, τὰ δὲ πρός τι.
在存在者中,有些是依靠自身存在的,有些则是相对于某物而言的。
αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ταῦτά ἐστιν, οἷον ἄνθρωπος οἰκία ἱμάτιον χρυσίον καὶ πάντα ὅσα ἁπλῶς, μὴ τῷ ἕτερόν τι εἶναι ἐξ ἀνάγκης ἐστί, τὰ δὲ πρός τι τοιαῦτα ἐστὶν οἷον τὸ διπλάσιον καὶ ἡ ἐπιστήμη· τό τε γάρ δι πλασίον πρὸς τὸ ἥμισυ λέ γεται καὶ ἡ ἐπιστήμη πρὸς ἄλλο τι.
那么,依靠自身存在的是这些,例如人、房屋、外套、金子,以及绝对所有那些不因作为其他某物而必然存在的事物;而相对于某物而言的是诸如双倍和知识之类的事物;因为双倍是相对于一半而言的,而知识是相对于其他某物而言的。