§Zenon.4.11Ὤστε καὶ τὸ ὃν ἢ ἄπειρον ἢ πέρας ἔχον ἐστίν.
因此,存在者也是要么无限,要么具有限制的。
Ἴσως δὲ ἄτοπον καὶ τὸ προσάπτειν τῷ μὴ ὄντι ἀπειρίαν.
然而,将无限归于非存在或许也是不合理的。
Οὐ γὰρ πᾶν, εἰ μὴ ἔχει πέρας, ἄπειρον λέγομεν, ὥσπερ οὐδʼ ἄνισον οὐκ ἂν φαῖμεν εἶναι τὸ μὴ ὄν.
因为我们并不把一切没有限制的事物都称为“无限”,正如我们同样不会说非存在是“不等”的一样。
Ἔτι οὐκ ἂν ἔχοι ὁ θεὸς πέρας εἶς ὤν, ἀλλʼ οὐ πρὸς θεόν.
此外,神既然是一,就不会具有限制,但这不是针对神自身而言的。
Εἰ δὲ ἓν μόνον ἐστίν, ὁ θεὸς ἂν εἴη μόνον καὶ τὰ τοῦ θεοῦ μέρη.
但如果只有一个,那么就只有神以及神的部分存在。
§Zenon.4.12Ἐπεὶ καὶ τοῦτʼ ἄτοπον, εἰ τοῖς πολλοῖς συμβέβηκε πεπεράνθαι πρὸς ἄλληλα, διὰ τοῦτο τὸ ἓν μὴ ἔχειν πέρας.
因为,如果仅仅由于“多”恰好彼此限制,便因此认为“一”不具有限制,这也是不合理的。
Πολλὰ γὰρ τοῖς πολλοῖς καὶ τῷ ἑνὶ ὑπάρχει ταὐτά, ἐπεὶ καὶ τὸ εἶναι κοινὸν αὐτοῖς ἐστίν.
因为许多相同的事物既属于“多”也属于“一”,毕竟存在本身也是它们所共有的。
Ἄτοπον οὖν ἴσως ἂν εἴη, εἰ διὰ τοῦτο μὴ φαῖμεν εἶναι τὸν θεόν, εἰ τὰ πολλά ἐστιν, ὅπως μὴ ὅμοιον ἔσται αὐτοῖς ταύτῃ,
因此,如果仅仅因为“多”存在,我们便因此宣称神不存在,以便让神在这一点上不与它们相似,这或许也是不合理的。
§Zenon.4.13Ἔτι τί κωλύει πεπεράνθαι καὶ ἔχειν πέρατα ἓν ὄντα τὸν θεόν;
此外,神作为一,其有限且具有限制,这有什么妨碍呢?
Ὡς καὶ ὁ Παρμενίδης λέγει ἓν ὄν εἶναι αὐτὸν
"πάντοθεν εὐκύκλου σφαίρας ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλές,"
Τὸ γὰρ πέρας τινὸς μὲν ἀνάγκη ἴσως εἶναι, οὐ μέντοι πρός τί γε, οὐδὲ ἀνάγκη τὸ ἔχον πέρας πρός τι ἔχειν πέρας, ὡς πεπερασμένον πρὸς τὸ μὴ ἐφεξῆς ἀπείρου, ἀλλʼ ἐστὶ τὸ πεπεράνθαι ἔσχατα ἔχειν, ἔσχατα δʼ ἔχον οὐκ ἀνάγκη πρός τι ἔχειν.
正如巴门尼德也说,作为一的存在,他: “从各个方向看都像是一个圆润球体的块状物,从中心起等距平衡,” 因为限制或许必然是某物的限制,但确实不是相对于某物而言的;具有限制的事物也并不必然是相对于某物才具有限制,正如相对于不相连的无限者而言是有限的一样。
§Zenon.4.14Ἐνίοις μὲν οὐ συμβαίνει πᾶν καὶ πεπεράνθαι.
相反,所谓有限就是具有极点,而具有极点的事物并不必然是相对于某物而具有它的。
Πάλιν περὶ τοῦ ἀκίνητον εἶναι τὸ ἓν καὶ τὸ ὅν, ὅτι καὶ τὸ ὂν κινεῖται, ἴσως ὁμοίως τοῖς ἔμπροσθεν ἄτοπον.
因为对某些事物而言,并不是所有事物都同样是有限的。
§Zenon.4.15Καὶ ἔτι ἆρά γε οὐ ταὐτὸ ἄν τις ὑπολάβοι τὸ μὴ κινεῖσθαι καὶ τὸ ἀκίνητον εἶναι, ἀλλὰ τὸ μὲν ἀπόφασιν τοῦ κινεῖσθαι, ὥσπερ τὸ μὴ ἴσον, ὅπερ καὶ κατὰ τοῦ μὴ ὄντος, εἴπερ ἀληθές, τὸ δὲ ἀκίνητον τῷ ἔχειν πως ἤδη λέγεσθαι, ὥσπερ τὸ ἄνισον, καὶ ἐπὶ τῷ ἐναντίῳ τοῦ κινεῖσθαι τῷ ἠρεμεῖν, ὡς καὶ σχεδὸν οἱ ἀπὸ τοῦ α ἀποφάσεις ἐπὶ ἐναντίοις λέγονται.
再次,关于“一”和“存在者”是不动的这一点,存在者也会运动,这或许与前面的论点同样是不合理的。
§Zenon.4.16Τὸ μὲν οὖν μὴ κινεῖσθαι ἀληθὲς ἐπὶ τοῦ μὴ ὄντος, τὸ δὲ ἠρεμεῖν οὐχ ὑπάρχει τῷ μὴ ὄντι.
此外,人们难道不应该认为“不运动”与“是不动的”并不是同一回事吗?
Ὁμοίως δὲ οὐδὲ ἀκίνητον εἶναι σημαίνει ταὐτόν.
相反,前者是“运动”的否定(就像“不等”,如果确实是真的,也可以用于非存在),而“是不动的”则是通过已经具有某种状态来说的(就像“不等(的性质)”,它用于“运动”的相反者,即“静止”,正如几乎所有以 alpha 起首的否定词都是针对相反概念而言的)。
Ἀλλ' οὗτος ἐπὶ τῷ ἠρεμεῖν αὐτῷ χρῆται, καὶ φησὶ τὸ μὴ ὂν ρεμεῖν, ὅτι οὐκ ἔχει μετάβασιν.
因此,不运动对于非存在是真实的,但静止并不属于非存在。
§Zenon.4.17Ὄπερ τε καὶ ἐν τοῖς ἄνω εἴπομεν, ἄτοπον ἴσως, εἴ τι τῷ μὴ ὄντι προσάπτομεν, τοῦτο μὴ ἀληθὲς εἶναι κατὰ τοῦ ὄντος εἰπεῖν, ἄλλως τε κἂν ἀπόφασις ᾖ τὸ λεχθέν, τῶν καὶ τὸ μὴ κινεῖσθαι μηδὲ μεταλαμβάνειν ἐστίν.
同样,“是不动的”也并不表示同一件事。
Πολλὰ γὰρ ἄν, καθάπερ καὶ ἐλέχθη, ἀφαιροῖτο τῶν ὄντων κατηγορεῖ.
但是,这个人却在“静止”的意义上使用它,并且声称非存在是静止的,因为它没有转变。
§Zenon.4.18Οὐδὲ γὰρ ἂν πολλὰ ἀληθὲς εἰπεῖν εἴη μὴ ἕν, εἴπερ καὶ τὸ μὴ ὂν ἐστὶ μὴ ἕν, εἴτε ἐπʼ ἐνίων τἀναντία ξυμβαίνειν δοκεῖ κατὰ τοσαύτας ἀποφάσεις·
正如我们上面也说过的,如果我们把某物归于非存在,却不能说这对于存在者也是真实的,这或许是不合理的,尤其是当所说的是一个否定时,这之中也包括了不运动和不参与。
ὦν ἀνάγκη ἢ ἴσον ἢ ἄνισον, ἄν τι πλῆθος ᾖ, καὶ μὴ ὡς ἢ καὶ ἄρτιον ἢ περιττόν, ἂν ἀριθμὸς ᾖ.
因为正如已经说过的,这将会剥夺许多可以对存在者进行的陈述。
Ὁμοίως δὲ ὡς καὶ τὸ ἠρεμεῖν ἢ κινεῖσθαι ἀνάγκη, ἂν σῶμα ᾖ.
因为如果非存在不是一,那么说许多事物不是一就不再是真实的;或者如果在某些情况下,根据这些否定似乎会发生相反的情况:其中,如果有任何复多,就必须是等或不等,而如果是数目,就必须是偶数或奇数。
§Zenon.4.19Ἔτι εἰ καὶ διὰ τοῦτο μὴ κινεῖται ὁ θεός τε καὶ τὸ ἔν, ὅτι τὰ πολλὰ κινεῖται τῷ εἰς ἄλληλα ἰέναι, τί κωλύει καὶ τὸν θεὸν κινεῖσθαι εἰς ἄλλο;
同样,如果是身体,就必须是静止或运动。
Οὐδα τι μόνον, ἀλλʼ ὅτι εἶς μόνος θεός.
此外,即使因为“多”通过相互靠近而运动,神和“一”才不运动,那么又有什么妨碍神也向别处运动呢?
Εἰ δὲ καὶ αὐτός, τί κωλύει εἰς ἄλληλα κινουμένων τῶν μερῶν τοῦ.
确实没有别的事物,而只是因为神是唯一的“一”。
. . κύκλῳ φε. . . θεόν;
但如果他自身也是(有部分的),那么在神的部分相互运动时,又有什么妨碍神[进行圆周运动……]呢?
Οὐ γὰρ δὴ τὸ τοιοῦτον ἕν, ὥσπερ ὁ Ζήνων πολλὰ εἶναι φύσει.
因为这样的事物确实不像芝诺说自然地存在许多事物那样是一。
§Zenon.4.20Αὐτὸς γὰρ σῶμα λέγει εἶναι τὸν θεόν, εἴτε τόδε τὸ πᾶν, εἴτε ὅ τι δήποτε αὐτὸ λέγων.
因为他自己宣称神是一个身体,无论是这整个宇宙,还是他所称呼的任何其他东西。
Ἀσώματος γὰρ ὢν πῶς ἂν σφαιροειδὴς εἴη ἐπιμόνως, ὅταν οὕτως οὔτʼ ἂν κινοῖτο οὔτʼ ἂν ἠρεμοῖ μηδαμοῦ γε ὤν;
因为如果他是无形的,他怎么可能持久地是球形的呢? 既然在那种情况下,他既不能运动也不能静止,因为他无处存在。
Ἐπεὶ δὲ σῶμά ἐστι, τί ἂν αὐτὸ κωλύοι κινεῖσθαι ὡς ἐλέχθη;
但既然他是一个身体,那么正如所说,有什么能妨碍他运动呢?