§Zenon.4.1Πρῶτον μὲν οὖν λαμβάνει καὶ ουτος τὸ γιγνόμενον γίγνεσθαι ἐξ ὄντος, ὥσπερ ὁ Μέλισσος.
首先,他也是和梅利索一样,设想产生出来的东西产生于存在者。
Καίτοι τί κωλύει μήτʼ ἐξ ὁμοίου τὸ γιγνόμενον γίγνεσθαι, ἀλλʼ ἐκ μὴ ὄντος;
然而,生出来的东西不是产生于同类,而是产生于非存在,这有什么妨碍呢?
Ἔτι οὐδὲν μᾶλλον ὁ θεὸς ἀγέννητος ἢ καὶ τἄλλα πάντα, εἴπερ ἅπαντα ἐξ ὁμοίου ἢ ἀνομοίου γέγονεν· ὅπερ ἀδύνατον.
此外,如果一切事物都产生于同类或异类(这在他看来是不可能的),那么神并不比其他一切事物更是不生的。
§Zenon.4.2Ὤστε ἢ οὐδέν ἐστι παρὰ τὸν θεόν, ἢ καὶ τἆλλα ἀΐδια πάντα, Ἔτι κράτιστον τὸν θεὸν λαμβάνει, τοῦτο δυνατώτατον καὶ βέλτιστον λέγων.
因此,要么除了神之外什么都没有,要么其他一切事物也是永恒的。 此外,他设想神是最优(最强)的,以此指最强有力、最优秀。
Οὐ δοκεῖ δὲ τοῦτο κατὰ τὸν νόμον, ἀλλὰ πολλὰ κρείττους εἶναι ἀλλήλων οἱ θεοί, Οὐκ οὖν ἐκ τοῦ δοκοῦντος εἴληφε ταύτην κατὰ τοῦ θεοῦ τὴν ὁμολογίαν.
但根据世俗的通念,这似乎并不相符,人们反而认为许多神在彼此之间更优。 因此,他并不是从世俗通念中得出这一关于神的合意(设想)的。
§Zenon.4.3Τό τε κράτιστον εἶναι τὸν θεὸν οὐχ οὕτως ὑπολαμβάνων λέγεται ὡς πρὸς ἄλλο τι τοιαύτη ἡ τοῦ θεοῦ φύσις, ἀλλὰ πρὸς τὴν αὐτοῦ διάθεσιν, ἐπεὶ τοί γε πρὸς ἕτερον οὐδὲν ἂν κωλύοι μὴ τῇ αὐτοῦ ἐπιεικείᾳ καὶ ῥώμῃ ὑπερέχειν, ἀλλὰ διὰ τὴν τῶν ἄλλων ἀσθένειαν.
而且,据说他声称神是最优的,他并不是这样理解的,即神的天性在相对于其他事物时是如此,而是相对于他自身的状态而言。 因为,如果它是相对于他者的关系,那么没有任何东西能妨碍他不是凭借他自身的德性和力量而超越,而是因为他者的软弱而超越。
§Zenon.4.4Θέλοι δʼ ἂν οὐδεὶς οὔτω τὸν θεὸν φάναι κράτιστον εἶναι, ἀλλ' ὅτι αὐτὸς ἔχει ὡς οἶόν τε ἄριστα, καὶ οὐδὲν ἐκλείπει καὶ εὖ καὶ καλῶς ἔχειν αὐτῷ· ἅμα γὰρ ἴσως ἔχοντι κάκεῖνο ἂν συμβαίη.
但是,没有人会愿意说神是由于这种原因而成为最优的,而是因为他自身处于尽可能最好的状态,并且对于他而言,没有什么缺乏美好和完善;因为在处于这种状态的同时,那另一件事(超越他者)可能也会发生。
Οὕτω δὲ διακεῖσθαι καὶ πλείους αὐτοὺς ὄντας οὐδὲν κωλύει, ἅπαντας ὡς οἶόν τε ἄριστα διακειμένους, καὶ κρατίστους τῶν ἄλλων, οὐχ αὐτῶν ὄντας.
但没有任何东西能妨碍他们即使在有多个神存在的情况下也处于这种状态,他们全部都处于尽可能最好的状态,并且相对于其他事物是最优的,但相对于他们彼此自身则不然。
§Zenon.4.5Ἒστι δ', ὡς ἔοικε, καὶ ἄλλα.
然而,正如所见,还有其他的困难。
Κράτιστον γὰρ εἶναι τὸν θεόν φησι, τοῦτο δέ τινι εἶναι ἀνάγκη, ἕνα τὰ πάντα ὁρᾶν καὶ ἀκούειν οὐδὲν προσήκει·
因为他说神是最优的,但这必然是相对于某者而言的。 此外,他作为一个整体而在一切方面都看和听,这完全是不相称的。
οὐ γὰρ εἰ μὴ καὶ τῇδ’ ὁρᾷ. χεῖρον ὁρᾷ ταύτῃ, ἀλλʼ οὐχ ὁρᾷ.
因为如果在这一部分他看不到,他并不因此在这一部分看得很差,而是根本看不到。
Ἀλλ' ἴσως τοῦτο βούλεται τὸ πάντῃ αἰσθάνεσθαι, ὅτι οὕτως ἂν βέλτιστα ἔχοι, ὅμοιος ὢν πάντη.
但或许他想要的是这种“在各个方面感知”,因为这样他就会处于最好的状态,而在各个方面都是相似的。
§Zenon.4.6Ἔτι τοιοῦτος ὢν διὰ τί σφαιροειδὴς ἂν εἴη, ἀλλ' οὐχ ὅτι ἑτέραν τινὰ μᾶλλον ἔχων ἰδέαν, ὅτι πάντῃ ἀκούει καὶ πάντῃ κρατεῖ;
此外,既然是这样,为什么他必须是球形的,而不是因为他在各个方面听、在各个方面统治而更具有某种其他的形状呢?
Ὤσπερ γὰρ ὅταν λέγωμεν τὸ ψιμμύθιον ὅτι πάντα ἐστὶ λευκόν, οὐδὲν ἄλλο τι σημαίνομεν ἢ ὅτι ἐν ἅπασιν αὐτοῦ τοῖς μέρεσιν ἐγκέχρωσται ἡ λευκότης· τί δὴ κωλύει οὕτω κἀκεῖ τὸ πάντῃ ὁρᾶν καὶ ἀκούειν καὶ κρατεῖν λέγεσθαι, ὅτι ἅπαν ὃ ἄν τις αὐτοῦ λαμβάνῃ μέρος, τοῦτʼ ἔσται πεπονθός;
因为就像我们说铅白全部都是白的时候,我们的意思不外乎白散布(染)在它的所有部分;那么在那里,说“在各个方面看、听和统治”为什么就不能也是这个意思,即无论人们取他的哪个部分,这个部分都处于这种状态呢?
Ὤσπερ δὲ οὐδὲ τὸ ψιμμύθιον, οὐδὲ τὸν θεὸν ἀνάγκη διὰ τοῦτο εἶναι σφαιροειδῆ,
但就像铅白并不因此是球形一样,神也不必因此是球形的。
§Zenon.4.7Ἔτι μήτε ἄπειρον μήτε πεπεράνθαι σῶμά γε ὂν καὶ ἔχον μέγεθος πῶς οἶόν τε, εἴπερ τοῦτʼ ἐστὶν ἄπειρον ὃ ἂν μὴ ἔχῃ πέρας δεκτικὸν ὂν πέρατος.
此外,作为身体且具有大小的事物,既非无限也非有限,这怎么可能呢?
Πέρας δ' ἐν μεγέθει καὶ πλήθει ἐγγίνεται, καὶ ἐν ἅπαντι τῷ ποσῷ, ὥστε ἂν μὴ ἔχῃ πέρας μέγεθος ὄν, ἄπειρόν ἐστιν.
如果无限是指能够接受限制却不具有限制的东西,而限制又存在于大小、数量以及一切量之中,那么一个具有大小却不具有限制的事物就是无限的。
Ἔτι δὲ σφαιροειδῆ ὄντα ἀνάγκη πέρας ἔχειν.
此外,作为球形的事物必然具有限制。
§Zenon.4.8Ἔσχατα γὰρ ἔχει, εἴπερ μέσον ἔχει αὐτοῦ τοῦ πλεῖστον ἀπέχειν.
因为如果它具有与其最远端相距最远处的中心,它就具有极点。
Μέσον δʼ ἔχει, σφαιροειδὲς ὄν, τοῦτο γάρ ἐστι σφαιροειδὲς ὃ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἔσχατα.
而作为球形,它具有中心,因为所谓球形,就是指从中心到极点距离相等的东西。
Σῶμα ἔσχατα ἢ πέρατα ἔχειν, οἶον διαφορεῖ.
身体具有极点或限制,这有所不同。
Εἰ γὰρ καὶ τὸ μὴ ὂν ἀπλοῦν, οὐκ ἂν καὶ τὸ ὂν ἄπειρον.
因为即使非存在是单一(简单)的,存在者也不会因此成为无限。
§Zenon.4.9Τί γὰρ κωλύει ἔνια ταὐτὰ λεχθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος;
因为有什么妨碍在存在者和非存在者身上说一些相同的事情呢?
Τό τε γὰρ ὂν οὐκ ὂν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὂν δέ τις οὐκ ἂν αἰσθάνοιτο νῦν· ἄμφω δὲ λεκτά, ὅπως διανοητά.
事实上,现在没有人感知到非存在,而且现在某人可能也没有感知到存在;但只要它们是可以被思考的,两者都是可以被言说的。
§Zenon.4.10Οὐ λευκὸν δὲ τὸ μὴ ὄν·
而非存在不是白的。
εἰ οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως μή τι ταὐτὸ κατὰ τοῦ ὄντος σημαίνωμεν καὶ μὴ ὄντος, ἢ οὐδὲν κωλύει καὶ τῶν ὄντων τι μὴ εἶναι λευκόν;
那么,难道为了不让存在者和非存在者指代相同的事情,所有存在者都必须是白的吗? 或者,难道有什么妨碍存在者中的某些东西不是白的吗?
Οὕτω δὲ καὶ ἄλλην ἄν ἀπόφασιν δέξαιτο τὸ ἄπειρον;
这样一来,无限不是也能够接受另一种否定吗?
εἰ μὴ τὸ πάλαι λεχθέντι μᾶλλον, παρὰ τὸ μὴ ἔχειν ἢ μὴ ἔχειν ἐστὶν ἅπαν.
除非根据很久以前所说的,一切事物要么处于拥有的状态,要么处于不拥有的状态。