§Georg.5.1Οὐκ εἶναί φησιν οὐδέν· εἰ δʼ ἔστιν, ἄγνωστον εἶναι· εἰ δὲ καὶ ἔστι καὶ γνωστόν, ἀλλʼ οὐ δηλωτὸν ἄλλοις.
他宣称无物存在;若它存在,也是不可知的;若它既存在又可知,却不能向他人表明。
Καὶ ὅτι μὲν οὐκ ἔστι, συνθεὶς τὰ ἑτέροις εἰρημένα, ὅσοι περὶ τῶν ὄντων λέγοντες τἀναντία, ὡς δοκοῦσιν, ἀποφαίνονται αὐτοῖς, οἱ μὲν ὅτι ἓν καὶ οὐ πολλά, οἱ δὲ αὗ ὅτι πολλὰ καὶ οὐχ ἕν, καὶ οἱ μὲν ὅτι ἀγένητα, οἱ δʼ ὡς γενόμενα ἐπιδεικνύντες ταῦτα, συλλογίζεται κατʼ ἀμφοτέρων.
关于无物存在这一点,他综合了他人所说的话——那些谈论存在者并似乎相互表明相反看法的人:一些人认为存在者是一而不是多,另一些人则相反,认为它是多而不是一;一些人证明它们是无生的,另一些人则证明它们是产生的——他对双方进行了推论。
§Georg.5.2Ἀνάγκη γάρ, φησίν, εἴ τί ἐστι, μήτε ἓν μήτε πολλὰ εἶναι, μήτε ἀγέννητα μήτε γενόμενα, οὐδὲν ἂν εἴη.
因为,他说,如果有什么东西存在,它必然既不是一也不是多,既不是无生的也不是产生的,因此无物存在。
Εἰ γὰρ μὴ εἴη τι, τούτων ἂν θάτερα εἴη.
因为如果有什么东西,它必然是这些之中的一个。
Ὅτι οὐκ ἔστιν οὔτε ἓν οὔτε πολλά, οὔτε ἀγέννητα οὔτε γενόμενα, τὰ μὲν ὡς Μέλισσος, τὰ δὲ ὡς Ζήνων ἐπιχειρεῖ δεικνύειν μετὰ τὴν πρώτην ἴδιον αὐτοῦ ἀπόδειξιν, ἐν ᾖ λέγει ὅτι οὐκ ἔστιν οὔτε εἶναι οὔτε μὴ εἶναι.
至于它既不是一也不是多,既不是无生的也不是产生的,在提出他自己特有的第一个证明(其中他宣称既没有存在也没有非存在)之后,他试图一部分像梅里索斯那样,一部分像芝诺那样来证明这一点。
§Georg.5.3Εἰ μὲν γὰρ τὸ μὴ εἶναι ἔστι μὴ εἶναι, οὐδὲν ἂν ἧττον, τὸ μὴ ὂν τοῦ ὄντος εἴη.
因为,如果非存在就是非存在,那么非存在之存在并不亚于存在者。
Τό τε γὰρ μὴ ὄν ἐστι μὴ ὅν, καὶ τὸ ὂν ὄν, ὥστε οὐδὲν μᾶλλον ἢ εἶναι ἢ οὐκ εἶναι τὰ πράγματα.
因为非存在是非存在,而存在者是存在者,因此事物存在并不比不存在更真实。
§Georg.5.4Εἰ δʼ ὅμως τὸ μὴ εἶναί ἐστι, τὸ εἶναι, φησίν, οὐκ ἔστι τὸ ἀντικείμενον.
他说,然而,如果非存在确实存在,那么存在就不是它的对立面。
Εἰ γὰρ τὸ μὴ εἶναί ἐστι, τὸ εἶναι [ἢ] μὴ εἶναι προσήκει.
因为如果非存在存在,那么对于存在而言,不存在就是合适的。
Ὥστε οὐκ ἂν οὕτως, φησίν, οὐδὲν ἂν εἴη, εἰ μὴ ταὐτόν έστιν εἶναί τε καὶ μὴ εἶναι, Εἰ δὲ ταὐτό, καὶ οὕτως οὐκ ἂν εἴη οὐδέν·
他说,因此在这种情况下,如果存在与不存在不是同一回事,那么无物存在。
τό τε γὰρ μὴ ὄν οὐκ ἔστι καὶ τὸ ὅν, ἐπείπερ ταὐτὸ τῷ μὴ ὄντι.
而如果是同一回事,在这种情况下也同样无物存在;因为非存在不存在,而存在者也不存在,因为它是与非存在相同的。
Οὗτος μὲν οὖν ὁ αὐτὸς λόγος ἐκείνου.
因此,这就是他的那个论证。