Humanitext Reader

亚里士多德 · 论梅利索斯、色诺芬尼和高尔吉亚 §Zenon.3.1-Zenon.3.9

色诺芬尼关于神之无生性与属性的论证

第 6 段,共 11 段 · 希腊语

内容简介

阐述了色诺芬尼(或芝诺)的神学观点,论证了神是无生且永恒的,作为唯一的统治者,在各个方面都是等质且球形的,并且具有既非无限也非有限、既不静止也不运动等一系列性质。

§Zenon.3.1Ἄδύνατόν φησιν εἶναι, εἴ τι ἔστι, γενέσθαι, τοῦτο λέγων ἐπὶ τοῦ θεοῦ, Ἀνάγκη γὰρ ἤτοι ἐξ ὁμοίων ἢ ἐξ ἀνομοίων γενέσθαι τὸ γενόμενον.
他(色诺芬尼)说,如果有什么事物存在,它就不可能产生,他是在针对神说这话的。 因为产生出来的东西,必须要么产生于同质者,要么产生于异质者。
Δυνατὸν δὲ οὐδέτερον.
但这二者都是不可能的。
Οὔτε γὰρ ὅμοιον ὑφʼ ὁμοίου προσήκειν τεκνωθῆναι μᾶλλον ἢ τεκνῶσαι (ταὐτὰ γὰρ ἅπαντα τοῖς γε ἴσοις ἢ ὁμοίοις ὑπάρχειν πρὸς ἄλληλα) οὔτʼ ἂν ἐξ ἀνομοίου τὸ ἀνόμοιον γενέσθαι.
因为同质者由同质者所生,并不比它去生它更合适(因为对于平等或同质者而言,彼此之间具有完全相同的一切属性),异质者也不可能产生于异质者。
§Zenon.3.2Εἰ γὰρ γίγνοιτο ἐξ ἀσθενεστέρου τὸ ἰσχυρότερον ἢ ἐξ ἐλάττονος τὸ μεῖζον ἢ ἐκ χείρονος τὸ κρεῖττον, ἢ τοὐναντίον τὰ χείρω ἐκ τῶν κρειττόνων, τὸ οὐκ ὂν ἐξ ὄντος ἂν γενέσθαι· ὅπερ ἀδύνατον.
因为如果较强者产生于较弱者,或者较大者产生于较小者,或者较优者产生于较劣者,或者相反,较劣者产生于较优者,那么非存在就会产生于存在;而这是不可能的。
Αΐδιον μὲν οὖν διὰ ταῦτʼ εἶναι τὸν θεόν.
因此,神因为这些原因而是永恒的。
Εἰ δ' ἔστιν ὁ θεὸς ἁπάντων κράτιστον, ἕνα φησὶν αὐτὸν προσήκειν εἶναι.
如果神是万物中最强大的,他说他应当是一。
§Zenon.3.3Εἰ γὰρ δύο ἢ ἔτι πλείους εἶεν, οὐκ ἂν ἔτι κράτιστον καὶ βέλτιστον αὐτὸν εἶναι πάντων.
因为如果有两个或更多,他就不能再是万物中最强大、最优秀的。
Ἔκαστος γὰρ ἂν θεὸς τῶν πολλῶν ὅμοιος ὢν τοιοῦτος εἴη.
因为在众多的神中,每一个神由于彼此相似,都会是这样的。
Τοῦτο γὰρ θεὸν καὶ θεοῦ δύναμιν εἶναι, κρατεῖν, ἀλλὰ μὴ κρατεῖσθαι, καὶ πάντα κρατεῖσθαι εἶναι, Ὤστε καθὸ μὴ κρείττων, κατὰ τοσοῦτον οὐκ εἶναι θεόν.
因为这就是神和神的力量,即去统治而不被统治,并且统治一切;因此,在不更强大的范围内,他就不是神。
§Zenon.3.4Πλειόνων οὖν ὄντων, εἰ μὲν εἶεν τὰ μὲν ἀλλήλων κρείττους τὰ δὲ ἥττους, οὐκ ἂν εἶναι θεούς· πεφυκέναι γὰρ θεὸν μὴ κρατεῖσθαι.
所以,如果存在多个神,并且如果一些神比另一些神更强大而另一些神较弱,它们就不是神;因为神的天性就是不被统治。
Ἴσων δὲ ὄντων, οὐκ ἂν ἔχειν θεὸν φύσιν δεῖν εἶναι κράτιστον· τὸ δὲ ἴσον οὔτε βέλτιον οὔτε χεῖρον εἶναι τοῦ ἴσου.
但如果它们是平等的,神就不会具有必须是最强大的本性;因为平等者对于平等者而言既不更好也不更坏。
Ὤστʼ εἴπερ εἴη τε καὶ τοιοῦτον εἴη θεός, ἔνα μόνον εἶναι τὸν θεόν.
因此,如果神确实存在且是这样的,那么神就仅是一。
Οὐδὲ γὰρ οὐδὲ πάντα δύνασθαι ἂν ἃ βούλοιτο.
因为否则的话,他就甚至不能做成所有他想做的事。
§Zenon.3.5Οὐδὲ γὰρ ἂν δύνασθαι πλειόνων ὄντων ἕνα εἶναι μόνον.
因为如果有多个,他就不能仅是一。
Ἔνα δ' ὄντα ὅμοιον εἶναι πάντῃ, ὁρᾶν τε καὶ ἀκούειν, τάς τε ἄλλας αἰσθήσεις ἔχοντα πάνῃ.
而作为一,他在各个方面都是等质的,在各个方面都看、听,并具有其他感官。
Εἰ γὰρ μή, κρατεῖν ἂν καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων τὰ μέρη θεοῦ ὄντα· ὅπερ ἀδύνατον.
因为如果不这样,作为神之部分的事物就会相互统治和被统治;而这是不可能的。
Πάντῃ δʼ ὅμοιον ὄντα σφαιροειδῆ εἶναι· οὐ γὰρ τῇ μὲν τῇ δʼ οὐ τοιοῦτον εἶναι, ἀλλὰ πάντη.
而由于他在各个方面都是等质的,他是球形的;因为他不是在这一部分是如此而在另一部分不是如此,而是在各个方面都是如此。
Αΐδιον δʼ ὄντα καὶ ἕνα καὶ σφαιροειδῆ οὔτʼ ἄπειρον οὔτε πεπεράσθαι.
而作为永恒的、一的和球形的,他既非无限也非有限。
Ἄπειρον ὃ μὴ ὄν εἶναι· τοῦτο γὰρ οὔτε μέσον οὔτʼ ἀρχὴν καὶ τέλος οὔτʼ ἄλλο μέρος οὐδὲν ἔχειν, τοιοῦτον δʼ εἶναι τὸ ἄπειρον.
因为无限者是非存在;因为这(非存在)既没有中间,也没有起点和终点,也没有任何其他部分,而无限者就是这样的。
Οἶον δὲ τὸ μὴ ὅν, οὐκ ἂν εἶναι τὸ ὄν, περαίνειν δὲ πρὸς ἄλληλα, εἰ πλείω εἶεν.
但存在者不能像非存在者那样;如果存在者是多的,它们就会相互限制。
§Zenon.3.7Τὸ δὲ ἓν οὔτε τῷ οὐκ ὄντι οὔτε τοῖς πολλοῖς ὁμοιοῦσθαι· ἓν γὰρ οὐκ ἔχει πρὸς ὅ τι περανεῖ.
但一既不与非存在相似,也不与多相似;因为作为一,他没有与之相互限制的对手。
Τὸ δὲ τοιοῦτον ὂν ἕν, ὃν τὸν θεὸν εἶναι λέγει, οὔτε κινεῖσθαι οὔτε κινητὸν εἶναι.
而这样作为一的存在,也就是他所说的神,既不运动也不能被运动。
Ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὄν.
因为不运动的是非存在。
Οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτε ἐκεῖνο εἰς ἄλλο ἐλθεῖν, §Zenon.3.8Κινεῖσθαι δὲ τὰ πλείω ὄντα ἑνός.
因为既不能有他物进入它,它也不能进入他物,但是,多于一的多个存在者会运动。
Ἔτερον γὰρ εἰς ἕτερον δεῖν κινεῖσθαι.
因为一物必须向另一物运动。
Εἰς μὲν οὖν τὸ μὴ ὂν οὐδὲν ἂν κινηθῆναι· τὸ γὰρ μὴ ὂν οὐδαμῇ εἶναι.
然而,没有任何东西能向非存在运动;因为非存在无处存在。
Εἰ δὲ εἰς ἄλληλα μεταβάλλοι, πλείω αὐτὸν εἶναι ἑνός.
但如果它们相互转化,神就会多于一。
Διὰ ταῦτα δὴ κινεῖσθαι μὲν ἂν τὰ δύο ἢ πλείω ἑνός, ἠρεμεῖν δὲ καὶ ἀκίνητον εἶναι τὸ οὐδέν.
正是由于这些原因,两个或多于一的存在者会运动,而无(非存在)则是静止且不运动的。
§Zenon.3.9Τὸ δὲ ἓν οὔτε ἀτρεμεῖν οὔτε κινεῖσθαι· οὔτε γὰρ τῷ μὴ ὄντι οὔτε τοῖς πολλοῖς ὅμοιον εἶναι.
但一既不静止也不运动;因为他既不与非存在相似,也不与多相似。
Κατὰ πάντα δὲ οὕτως ἔχειν τὸν θεόν, ἀΐδιόν τε καὶ ἕνα, ὅμοιόν τε καὶ σφαιροειδῆ ὄντα, οὔτε ἄπειρον οὔτε πεπερασμένον, οὔτε ἠρεμεῖν οὔτε ἀκίνητον εἶναι.
而神在各个方面都是如此,是永恒且唯一的,是等质且球形的,既非无限也非有限,既不静止也不运动。

词汇与语法注释

  1. Zenon.3.1ταὐτὰ γὰρ ἅπαντα τοῖς γε ἴσοις ἢ ὁμοίοις ὑπάρχειν πρὸς ἄλληλα — 不定式 ὑπάρχειν 的主语是中性复数主格的 ταὐτὰ ἅπαντα。动词 ὑπάρχω(意为“属于”、“固有”)带与格 τοῖς ... ἴσοις ἢ ὁμοίοις,而 πρὸς ἄλληλα(意为“相互之间”)修饰它们。
  2. Zenon.3.2τὸ οὐκ ὂν ἐξ ὄντος ἂν γενέσθαι — 带有语气词 ἄν 的不定式 γενέσθαι 作为前句假设条件句(“εἰ γὰρ γίγνοιτο...”)的结句,其主语是 τὸ οὐκ ὄν,表示不可能的推论:“非存在会产生于存在”。
  3. Zenon.3.4οὐδὲ γὰρ οὐδὲ πάντα δύνασθαι ἂν ἃ βούλοιτο — 双重否定 οὐδὲ... οὐδὲ 起强调否定作用(意为“甚至也不能”)。不定式 δύνασθαι 与 ἄν 连用表示潜在可能性(否定),意为“他甚至将无法做到……”。关系从句中的 Optative 语气 βούλοιτο 表示一般的潜在假设。
  4. Zenon.3.5οὔτʼ ἄπειρον οὔτε πεπεράσθαι — 在说明神(省略的代格主语)的代格不定式结构中,形容词宾格 ἄπειρον 与现在完成时被动不定式 πεπεράσθαι 并列。完成时不定式 πεπεράσθαι 表示动作完成后的状态(“处于被限制的状态”)。
  5. Zenon.3.8ἠρεμεῖν δὲ καὶ ἀκίνητον εἶναι τὸ οὐδέν — 这是一个以 τὸ οὐδέν(无、非存在)为主语的代格不定式结构。ἠρεμεῖν(静止)与 ἀκίνητον εἶναι(不动)这两个相似的表达并列,用以定义非存在作为“不具有运动”的极限状态。

引用这一段

亚里士多德, 论梅利索斯、色诺芬尼和高尔吉亚 §Zenon.3.1-Zenon.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg047.humanitext-grc1:Zenon.3.1-Zenon.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。