Humanitext Reader

亚里士多德 · 论梅利索斯、色诺芬尼和高尔吉亚 §Xenoph.2.21-Xenoph.2.30

无虚空条件下运动与质变可能性的论驳

第 5 段,共 11 段 · 希腊语

内容简介

继续对色诺芬尼的学说进行批判,论证即使在没有虚空的情况下,通过稀薄与浓密的对立、事物的相互更替以及“质变”,运动和变化仍然是可能的。文中还参考了阿那克萨哥拉和恩培多克勒关于混合的观点,表明无论是在单一的宇宙还是多元的体系中,运动和变化都可以合理存在。

§Xenoph.2.21Εἰ γάρ ἐστιν ὕδωρ ἅπαν ἢ πῦρ ἢ ὅ τι δὴ ἄλλο τοιοῦτον, οὐδὲν κωλύει πλείω εἰπεῖν τοῦ ὄντος ἑνός, εἰ δὴ δι' ἕκαστον ὅμοιον αὐτὸ ἑαυτῷ.
因为如果全是水或全是火,或者任何其他此类事物,那么即使它们各自与自身相似,也完全不妨碍说存在者是多的。
Καὶ γὰρ μανόν, τὸ δὲ πυκνὸν εἶναι, μὴ ὄντος ἐν τῷ μανῷ κενοῦ, §Xenoph.2.22Οὐδὲν κωλύειν γάρ, τῷ μανῷ οὐκ ἔστιν ἔν τισι μέρεσι χωρὶς ἀποκεκριμένον τὸ κενόν, ὡς τὸ τοῦ ὅλου, τὸ μὲν εἶναι πυκνόν, καὶ τουτὶ δέ ἐστι μανὸν τὸ πᾶν οὕτως ἔχον· ἀλλʼ ὁμοίως ἅπαν πλῆρες ὅν, ὁμοίως ἧττον πλῆρές ἐστι τοῦ πυκνοῦ,
因为确实可以存在稀薄与浓密,即使在稀薄者之中并没有虚空,因为这并不妨碍什么;在稀薄者中,虚空并未在某些部分中被分离出来,以至于对于整体而言,一部分是浓密的,而这另一部分是稀薄的,整体处于这样的状态;相反,整体同样是充满的,只是同样比浓密者充满的程度要低。
§Xenoph.2.23Εἱ δὲ καὶ ἔστιν, ἀγέννητόν ἐστιν, καὶ διὰ τοῦτο δοθείη ἄπειρον εἶναι, καὶ μηδὲ ἐνδέχεσθαι ἄλλο καὶ ἄλλο ἄπειρον εἶναι.
但是,如果它确实存在,并且是未产生的,且因此被承认是无限的,而且甚至不可能存在一个又一个不同的无限者。
Διὰ τοῦτο καὶ ἐν τούτῳ ἤδη προσαγορευτέον καὶ ἀδύνατον· πῶς γὰρ ἂν τὸ ἄπειρον ὅσον ἧ τὸ κενὸν μὴ ὅλον ἂν οἶόν τε εἶναι;
由于这个原因,在此也必须说这是不可能的;因为无限者作为虚空的范围,怎能不作为整体而存在呢?
Ἀκίνητον δʼ εἶναι φησίν εἰ κενὸν μή ἐστιν· ἅπαντα γὰρ κινεῖσθαι τῷ ἀλλάττειν τόπον.
但他又说,如果没有虚空,它就是不动的;因为一切事物的运动都是通过改变位置来实现的。
§Xenoph.2.24Πρῶτον μὲν οὖν τοῦτο πολλοῖς οὐ συνδοκεῖ, ἀλλ’, εἶναί τι κενόν, οὐ μέντοι τοῦτό γέ τι σῶμα εἶναι, ἀλλʼ οἶον καὶ ὁ Ἡσίοδος ἐν τῇ γενέσει πρῶτον τὸ χάος φησὶ γενέσθαι, ὡς δὲ χώραν πρῶτον ὑπάρχειν τοῖς οὖσιν.
首先,这并不为许多人所赞同,他们反而认为存在某种虚空,然而这并不是任何物体,而是像赫西俄德在《神谱》中所说,首先产生的是混沌,仿佛空间首先作为存在者的基础而存在。
Τοιοῦτον δέ τι καὶ τὸ κενὸν οἶον ἀγγεῖόν τι ἀνὰ μέσον εἶναι ζητοῦμεν.
我们所寻求的虚空也是这样一种东西,如同介于其间的一个容器。
§Xenoph.2.25Ἀλλὰ δὴ καὶ εἰ μή ἐστι κενόν, μηδέ τι ἦσσον ἂν κινοῖτο, ἐπεὶ καὶ Ἀναξαγόρας τὸ πρὸς αὐτὸ πραγματευθείς, καὶ οὐ μόνον ἀποχρῆσαν αὐτῷ ἀποφήνασθαι ὅτι οὐκ ἔστιν, ὅμως κινεῖσθαί φησι τὰ ὄντα, οὐκ ὄντος κενοῦ, Ὁμοίως δὲ καὶ ὁ Ἐμπεδοκλῆς κινεῖσθαι μὲν ἀεί φησι συγκινούμενα τὸν ἅπαντα ἐνδελεχῶς χρόνον, οὐδὲν εἶναι λέγων ὡς τοῦ παντός, οὐδὲ κενεόν.
但是,即使没有虚空,它也同样会运动;因为阿那克萨哥拉也曾致力于研究这同一问题,他不仅不满足于仅仅宣布虚空不存在,而且坚称即使没有虚空,存在者依然运动。 同样,恩培多克勒也说,它们在全部时间里始终连续地共同运动,尽管他说在整体中没有任何东西是空的,也没有虚空。
§Xenoph.2.26Πόθεν οὖν τί κʼ ἐπέλθοι;
“那么,事物又能从何处加进来呢?
Ὄταν δὲ εἰς μίαν μορφὴν συγκριθῇ, ὡς ἓν εἶναι, οὐδέν φησι τό γε κενεὸν πέλει οὐδὲ περισσόν.
”但是,当它们结合成一个单一的形状而成为一时,他说“既没有空,也没有余”。
Τί γὰρ κωλύει εἰς ἄλληλα φέρεσθαι καὶ περιίστασθαι ἅμα ὁτουοῦν εἰς ἄλλο, καὶ τούτου εἰς ἕτερον, καὶ εἰς τὸ πρῶτον, ἄλλου μεταβάλλοντος ἀεί.
因为有什么能妨碍事物相互移入,并同时发生位置更替,任何一个移入另一个,这个又移入第三个,以此类推移入第一个,而另一个始终在发生变化呢?
§Xenoph.2.27Ἔτι καὶ τὴν ἐν τῷ αὐτῷ μένοντος τοῦ πράγματος τόπῳ τοῦ εἴδους μεταβολήν, ἣν ἀλλοίωσιν οἵ τʼ ἄλλοι κἀκεῖνος λέγει, [οὐδὲν] ἐκ τῶν εἰρημένων αὑτῷ κωλύει κινεῖσθαι τὰ πράγματα, ὅταν ἐκ λευκοῦ μέλαν ἢ ἐκ πικροῦ γένηται γλυκύ.
此外,即使事物保持在同一地方而发生形相的变化,即其他人及他所说的“质变”,根据他所说的话,也完全不妨碍事物运动,比如当它由白变黑,或由苦变甜时。
§Xenoph.2.28Οὐδὲν γὰρ τὸ μὴ εἶναι κενὸν ἢ μὴ δέχεσθαι τὸ πλῆρες ἀλλοιοῦσθαι κωλύει.
因为虚空的不存在,或者充满之物不接受他物,都完全不妨碍质变。
Ὤστε οὔτε ἅπαντα ἀΐδια οὔθʼ ἓν οὔτʼ ἄπειρον ἀνάγκη εἶναι, ἀλλʼ ἄπειρα πολλά. Οὔτε ἕν θʼ ὅμοιον, οὔτʼ ἀκίνητον, οὔτʼ εἰ ἓν οὔτʼ εἰ πόλλ' ἄττα.
因此,事物既不需要全是永恒的,也不需要是一,也不需要是无限的,反而可以有许多无限者;它既不需要是一且相似的,也不需要是不动的,无论存在者是一还是某些多,都是如此。
§Xenoph.2.29Τούτων δὲ κειμένων καὶ μετακοσμεῖσθαι καὶ ἑτεροιοῦσθαι τὰ ὄντα οὐδὲν κωλύει ἐκ τῶν ὑπʼ ἐκείνῳ εἰρημένων, καὶ ἑνὸς ὄντος τοῦ παντὸς κινήσεως οὔσης, καὶ πλήθει καὶ ὀλιγότητι διαφέροντας, καὶ ἀλλοιουμένου προσγιγνομένου.
在这些前提下,根据他所说的话,也完全不妨碍存在者重新排列并发生异质化,即使整体是一且运动存在,并在多与少上有所不同,且随着事物的加入而发生质变。
Εἴ δʼ ἅρα τινός, οὐ τοῦ σώματος, καὶ εἰ πολλὰ συμμισγομένων καὶ συνδιακρινομένων ἀλλήλοις.
如果它发生于某物,那也不是物体的变化,如果存在者是多的,则是通过它们彼此混合与分离来实现的。
Τὴν γὰρ μῖξιν οὔτʼ ἐπιπρόσθεσιν τοιαύτην εἶναι οὔτε σύνθεσιν εἰκὸς οἵαν λέγειν.
因为混合不太可能是他们所说的那种表面的重叠或合成。
§Xenoph.2.30Ὥστε ἢ χωρὶς εὐθὺς εἶναι, ἢ καὶ ἀποστρεφθέντος ἐπίπροσθεν ἕτερα ἑτέρων φέρεσθαι χωρὶς ἀλλήλων ταῦτα, ἀλλʼ οὕτω συγκεῖσθαι ταχθέντα ὥστε ὁτιοῦν μιγνυμένου παρʼ ὁτιοῦν ᾧ μίγνυσθαι μέρος, οὕτως ὡς μὴ ἀναληφθῆναι συγκείμενα, ἀλλὰ μεμιγμένα, μηδʼ ὁποιαοῦν αὐτῷ μέρη.
因此,它们要么立即分离存在,要么随着在前者退让,一些部分脱离其他部分而独立运动,但它们被如此排列和组合,以至于被混合之物的任何部分都位于与其混合之物的任何部分的旁边,从而它们不被看作是仅仅堆叠在一起,而是混合在一起,以至于其任何部分都不再单独留存。
Ἐπεὶ γὰρ οὐκ ἔστι σῶμα τὸ ἐλάχιστον, ἅπαν ἅπαντι μέρος μέμικται ὁμοίως καὶ τὸ ὅλον.
因为既然不存在最小的物体,那么每一部分都同样与每一部分混合,正如整体一样。

词汇与语法注释

  1. 2.21μὴ ὄντος ἐν τῷ μανῷ κενοῦ — 属格绝对结构 μὴ ὄντος 在此作让步理解(“即使在稀薄者之中并没有虚空”)。这是为了反驳爱利亚学派关于“没有虚空就无法运动(或稀薄化)”的主张,论证在不假设真空的情况下,稀薄与浓密的差异依然可以成立。
  2. 2.22τὸ μὲν εἶναι πυκνόν, καὶ τουτὶ δέ ἐστι μανὸν — 此部分是由作为 κωλύει 宾语的不定式短语与随后的直陈语气从句进行非对称并列。整体上解释了即使虚空没有被分割到独立的部分中,也不妨碍宇宙处于“一部分是浓密的,而另一部分是稀薄的”状态。
  3. 2.25οὐ μόνον ἀποχρῆσαν αὐτῷ ἀποφήνασθαι ὅτι οὐκ ἔστιν — 单数中性分词 ἀποχρῆσαν 在此作非人称使用,起伴随状况分词的作用,表示“不仅不满足于……”或“不仅仅以此为足”。
  4. 2.26τί γὰρ κωλύει εἰς ἄλληλα φέρεσθαι καὶ περιίστασθαι ἅμα — 短语 περιίστασθαι ἅμα 指物理学上的“相互置换(抗周转,通过圆环运动进行位置交换)”。这表明即使没有虚空,通过多个物体同时推挤并交换彼此的位置,运动依然是可能的。
  5. 2.29τὴν γὰρ μῖξιν οὔτʼ ἐπιπρόσθεσιν τοιαύτην εἶναι οὔτε σύνθεσιν εἰκὸς οἵαν λέγειν — 形容词 εἰκός(省略了非人称的 ἐστί)意为“合乎情理的/可能的”。关系代词 οἵαν 与其阴性先行词(ἐπιπρόσθεσιν, σύνθεσιν)保持一致,作为不定式 λέγειν 的宾格主语,表示“正如他们所说的那样”。

引用这一段

亚里士多德, 论梅利索斯、色诺芬尼和高尔吉亚 §Xenoph.2.21-Xenoph.2.30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg047.humanitext-grc1:Xenoph.2.21-Xenoph.2.30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。