§Xenoph.2.11Τί δὴ κωλύει καὶ οὕτως τὰ πολλὰ γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, ἐξ ὄντος ἀεὶ ἐς ὂν μεταβάλλοντος ταῖς εἰρημέναις διαφοραῖς τοῦ ἑνός, καὶ οὐδὲν οὔτε πλέονος οὕτε ἐλάττονος γιγνομένον τοῦ ὅλου;
那么,即使这样,又有什么能妨碍许多事物的产生和消灭呢? 也就是说,一通过前述的差异,始终从存在者变化为存在者,而整体既不变多也不变少。
Ἔτι τί κωλύει ποτὲ μὲν ἐξ ἄλλων τὰ σώματα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι πάλιν;
此外,又有什么能妨碍物体在某些时候由其他事物产生、而后又再次消灭呢?
§Xenoph.2.12Εἰ δὲ καὶ ταῦτά τις συγχωροίη, καὶ εἴη τι καὶ ἀγένητον, τί μᾶλλον ἄπειρον δείκνυται;
但是,即使有人承认这些,并且存在着某种未产生之物,又为什么更能证明它是无限的呢?
Ἄπειρον γὰρ εἶναί φησιν, εἰ ἔστι μέν, μὴ γεγονέναι. Πέρατα γὰρ εἶναι τὴν τῆς γενέσεως ἀρχήν τε καὶ τελευτήν.
因为他说,如果它存在,就因为没有产生而是无限的,理由是产生的开始和结束就是界限。
§Xenoph.2.13Καίτοι τί κωλύει ἀγένητον ὂν ἔχειν πέρας ἐκ τῶν εἰρημένων;
然而,根据所说的话,未产生之物拥有界限又有什么妨碍呢?
Εἰ γὰρ ἐγένετο, ἀρχὴν ἔχειν ἄξιοι ταύτην ὅθεν γίγνοιτο, εἰ γιγνόμενα.
因为如果它是产生出来的,他们会认为生起之物拥有产生自那里的开始。
Τί δὴ κωλύει, καὶ εἰ μὴ ἐγένετο, ἔχειν ἀρχήν;
那么,即使它没有产生,拥有一个开始又有什么妨碍呢?
Οὐ μέντοι γε ἐξ ἧς γε ἐγένετο, ἀλλὰ καὶ ἑτέραν, καὶ εἶναι περαίνοντα πρὸς ἄλληλα ἀΐδια ὄντα.
当然,这不是它由此产生的那个开始,而是另一种开始,并且它们作为永恒之物而相互限制,这又有什么妨碍呢?
§Xenoph.2.14Ἔτι τί κωλύει τὸ μὲν ὅλον ἀγέννητον ὂν ἄπειρον εἶναι, τὰ δʼ ἐν αὐτῷ γιγνόμενα πεπεράνθαι, ἔχοντʼ ἀρχὴν καὶ τελευτὴν γενέσεως;
此外,有什么能妨碍整体作为未产生者是无限的,而其中产生的事物则是有限的,拥有产生的开始和结束呢?
Ἔτι καὶ ὡς ὁ Παρμενίδης φησί, τί κωλύει καὶ τὸ πᾶν ἓν ὂν καὶ ἀγένητον ὅμως πεπεράνθαι, καὶ εἶναι
"πάντοθεν ἐγκύκλου σφαίρας ἐναλίγκιον ὄγκῳ, μέσσοθεν ἰσοπαλὲς πάντη· "
τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον εἶναι μέχρι ὅν ἐστι τῇ ἢ τῇ.
此外,正如巴门尼德所说,又有什么能妨碍万物虽是一且未产生的,却仍然是有限的,并且是 ‘从每一侧看都像是一个圆满球体的体积,从中心向各个方向都均等平衡’;因为在它存在的范围内,无论朝这边还是朝那边,都没有任何更大或更小的部分。
§Xenoph.2.15Ἔχον δὲ μέσον καὶ ἔσχατα, πέρας ἔχει ἀγέννητον ὅν, ἐπεὶ εἰ καί, ὡς αὐτὸς λέγει, ἕν ἐστι, καὶ τοῦτο σῶμα, ἔχει ἄλλα ἑαυτοῦ μέρη, εἰ τάδε ὅμοια πάντα.
而拥有中心和两端的东西,即使是未产生的,也拥有界限;因为如果正如他自己所说,它是一,而且这一个物体,如果这些部分都相似,它就会拥有自身的其他部分。
Καὶ γὰρ ὅμοιον οὕτω λέγει τὸ πᾶν εἶναι οὐ. . . ἄλλῳ τινὶ ὃ περανθῆναι ὁρᾷς, ἐλέγχει εἴ τι ὅμοιον τὸ ἄπειρον.
因为他也说整体是以这种方式相似的,并不是……你所看到被限制的其他某种东西;如果无限者是某种相似的东西,他就是在加以反驳。
§Xenoph.2.16Τό γε ὅμοιον ἑτέρῳ ὅμοιον, ὥστε δύο ἢ πλείω ὄντα οὐκ ἂν ἓν οὐδʼ ἅπειρον εἶναι.
无论如何,相似的东西是与他物相似,因此如果存在两个或更多,它就不可能是一,也不可能是无限。
Ἀλλ’ ἴσως τὸ ὅμοιον πρὸς αὐτὸ λέγει, καὶ φησὶν αὐτὸ ὅμοιον εἶναι πᾶν, ὅτι ὁμοιομερὲς ὕδωρ ὂν ἅπαν ἢ γῆ ἢ εἴ τι τοιοῦτον ἄλλο.
但是,也许他是说它与自身相似,并说整体是相似的,因为它是同质的,要么全是水,要么全是地,或者是其他此类事物。
§Xenoph.2.17Δῆλος γὰρ οὖτος ἀξιῶν εἶναι ἓν τῶν διμερῶν ἕκαστον σῶμα ὅν, οὐκ ἄπειρόν ἐστιν.
因为显然,他主张由两部分组成的事物的每一个,作为物体存在,是一,而不是无限的。
Τὸ γὰρ ὅλον ἅπειρον, ὥστε ταῦτα περαίνει πρὸς ἄλληλα ἀγέννητα ὄντα.
因为整体是无限的,因此这些东西作为未产生的,而相互限制。
Ἔτι εἰ ἀΐδιόν τε καὶ ἅπειρόν ἐστι, πῶς ἂν εἴη ἓν σῶμα ὅν;
此外,如果它是永恒且无限的,存在者又怎能是一个物体呢?
Εἰ μὲν γὰρ ἀνομοίων ἀμερῶν εἴη, πολλά, καὶ αὐτὸς οὕτω γʼ εἶναι ἄξιοῖ.
因为如果它是由不相似且无部分的东西组成的,它就是多的,而且他自己也确实主张它是如此的。
§Xenoph.2.18Εἰ δὲ ἅπαν ὕδωρ ἢ ἅπαν γῆ ἢ ὅ τι δὴ τὸ ὅν τοῦτʼ ἐστί, πολλὰ ἂν ἔχοι μέρη, ὡς καὶ Ζήνων ἐπιχειρεῖ ὂν δεικνύναι τὸ οὕτως ὂν ἔν.
但是,如果存在的事物全是水,或全是地,或任何此类事物,它就会有许多部分,正如芝诺也试图证明以这种方式为一的存在者是[多的]一样。
Εἴη οὖν ἂν καὶ πλείονα αὐτοῦ μέρη ἐλαττόνων τε καὶ μικροτέρων, ἀλλά τε πάντῃ ἂν ταύτῃ ἀλλοῖον εἴη οὐδενὸς προσγιγνομένου σώματος οὐδʼ ἀπογιγνομένου.
因此,就会有由更少、更小的部分组成的它的更多部分,然而,即使没有任何物体增加或减少,它也将在所有方面在这方面发生质变。
§Xenoph.2.19Εἰ δὲ μήτε σῶμα μήτε πλάτος μήτε μῆκος ἔχον μηδέν, πῶς ἂν ἄπειρον ἂν εἴη;
但是,如果它既不是物体,也没有宽度,没有任何长度,它又怎能是无限的呢?
Τί κωλύει πολλὰ καὶ ἐνάριθμα τοιαῦτα εἶναι;
又有什么能妨碍存在着许多且可数出来的此类事物呢?
Τί κωλύει καὶ πλείω ὄντα ἑνὸς μεγέθει ἄπειρα εἶναι;
又有什么能妨碍它们即使多于一个,也在大小上是无限的呢?
Ὡς καὶ Ξενοφάνης ἄπειρον τό τε βάθος τῆς γῆς καὶ τοῦ ἀέρος φησὶν εἶναι.
正如色诺芬尼也说地和空气的深度是无限的一样。
§Xenoph.2.20Δηλοῖ δὲ καὶ ὁ Εμπεδοκλῆς· ἐπιτιμᾷ γὰρ ὡς λεγόντων τινῶν τοιαῦτα ἀδύνατα εἶναι, οὕτως ἐχόντων ξυμβαίνειν αὐτά,
"εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, ὃς διὰ πολλῶν δὴ βροτέων ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.
这一点恩培多克勒也阐明了;因为他指责某些人说此类事情是不可能的,如果处于那种状态,就会导致这些结果: ‘如果大地的深处和丰富的以太都是无限的,那也不过是通过许多凡人虚妄言说之口而倾泻出来的,因为他们只看到了整体的一小部分。
"
Ἕτι ὂν ἓν οὐδὲν ἄτοπον εἰ μὴ πάντη ὅμοιόν ἐστιν.
’ 此外,即使存在者是一,如果它在各个方面并不相似,也完全没有什么不合理。