Humanitext Reader

亚里士多德 · 论梅利索斯、色诺芬尼和高尔吉亚 §Xenoph.1.8-Xenoph.1.15

对无中不能生有前提的批判与感官确定性

第 2 段,共 11 段 · 希腊语

内容简介

作者指出“无中生有不可能”这一大前提本身可能基于错误的感官意见,并主张感官所呈现的“多与运动”比该前提更为确定。他通过引用赫西俄德等智者承认无中生有的例子,对爱利亚学派的绝对前提进行了批判。

§Xenoph.1.8Ὤστʼ εἰ μὲν ἅπαντα τὰ δοκοῦντα μὴ ὀρθῶς ὑπολαμβάνεται, οὐθὲν ἴσως προσήκει οὐδὲ τούτῳ προχρῆσθαι τῷ δόγματι, οὐκ ἄν ποτε οὐδὲν γένοιτο ἐκ μηδενός, Μία γάρ τίς ἐστι δόξα καὶ αὕτη τῶν οὐκ ὀρθῶν, ἢν ἐκ τοῦ αἰσθάνεσθαί πως ἐπὶ πολλῶν ὄντες ὑπειλήφαμεν.
因此,如果所有被认为的事物都是错误地被理解的,那么或许也根本不应该预先使用这一观点,即“任何东西都绝不可能无中生有”。 因为这同样是那些错误的观点之一,使我们根据对许多事物的某种感觉而假定出来的。
§Xenoph.1.9Εἰ δὲ μὴ πάντα ἡμῖν ψευδῆ τὰ φαινόμενα, ἀλλὰ τινές εἰσι καὶ τούτων ὀρθαὶ ὑπολήψεις ἢ ἐπιδεῖξαι τὰς τοιαύτας ποιότητας μάλιστα δοκούσας ὀρθάς, ταύτας ληπτέον, ἂς ἀεὶ βεβαιοτέρας εἶναι δεῖ ἢ αἳ μέλλουσιν ἐξ ἐκείνων τῶν λόγων δειχθήσεσθαι.
但是,如果对我们而言并非所有呈现的事物都是虚假的,而是在这些事物中也存在着一些正确的假定,或者如果必须指出那些显得最正确的此类性质,我们就必须采用这些假定,它们必须始终比那些将要从上述论证中被证明的结论更加确定。
Εἰ γὰρ καὶ εἶεν δύο δόξαι ὑπεναντίαι ἀλλήλαις, ὥσπερ οἴεται, εἰ μὴ πολλὰ γενέσθαι φησίν, ἀνάγκη εἶναι ἐκ μὴ ὄντων.
因为,即使正如他所认为的那样,存在着两个相互对立的观点——也就是说,如果他声称许多事物并不产生,那么它们就必然是从非存在中产生的。
§Xenoph.1.10Εἰ δὲ τοῦτο μὴ οἶόν τε, οὐκ εἶναι τὰ ὄντα πολλά.
如果这是不可能的,那么存在着的事物就不是多的。
Γένοιτο γὰρ ἂν ὅν, ὅτι ἔστιν ἄπειρον εἶναι.
因为存在者将作为无限者而产生。
Εἰ δ' οὕτως, καὶ ἔν.
而如果真是如此,它也就是一。
Ὁμοίως μὲν δὴ ἡμῖν ὁ ἀμφοτέρων π οὐδὲν μᾶλλόν τι ἕν, ἢ ὅτι πολλὰ δείκνυται.
同样地,对我们来说,在两者的论证中,证明其为一并不比证明其为多更具有说服力。
§Xenoph.1.11Εἰ δὲ βέβαιος μᾶλλον ἡ ἑτέρα, ἀπὸ ταύτης ξυμπερανθέντα μᾶλλον δέδεικται.
但如果其中一个观点更为确定,那么从这一观点中推导出的结论就被证明得更充分。
Τυγχανόμενα δέ, ἔχοντος ἀμφοτέρας τὰς ὑπολήψεις ταύτας, καὶ κινούμενα μέν ἐστι τὰ ὄντα.
而实际上,即使同时持有这两个假设,存在着的事物确实是在运动并存在的。
Ἀμφοῖν δὲ πιστὴ μᾶλλον αὕτη, καὶ θᾶττον ἂν προεῖντο πάντες ταύτην ἐκείνης τὴν δόξαν.
在这两者中,这一观点更为可信,所有人都会宁愿先放弃那个观点,而不是这一个。
§Xenoph.1.12Ὤσηʼ εἰ καὶ συμβαίνει ἐναντίας εἶναι τὰς φάσεις, καὶ ἀδύνατον γίνεσθαί τε ἐκ μὴ ὄντος καὶ μὴ πολλὰ εἶναι τὰ πράγματα, ἐλέγχοιτο μὲν ἂν ὑπʼ ἀλλήλων ταῦτα, ἀλλὰ τί μᾶλλον οὕτως ἂν ἔχοι;
因此,即使这两种主张恰好相反,且既不可能从非存在中产生,事物也不可能不是多的,它们确实会相互驳斥,但凭什么事物就更应该是那一方面的样子呢?
Ἴσως τε κἂν φαίη τις τούτοις τἀναντία.
也许有人会说出与此相反的话。
Οὔτε γὰρ δείξας ὅτι ὀρθὴ δόξα ἀφʼ ἦς ἄρχεται, οὔτε μᾶλλον βέβαιον ἢ περὶ ἦς δείκνυσι λαβών, διελέχθη.
因为他在进行论证时,既没有表明他所出发的观点是正确的,也没有采用比他所要证明的结论更为确定的前提。
§Xenoph.1.13Μᾶλλον γὰρ λαμβάνεται εἰκὸς εἶναι γίνεσθαι ἐκ μὴ ὄντος ἢ μὴ πολλὰ εἶναι.
因为人们认为,无中生有比事物不是多的更具有合理性。
Λέγεταί τε καὶ σφόδρα ὑπὲρ αὐτῶν γίγνεσθαί τε τὰ μὴ ὄντα, καὶ μὴ γεγονέναι πολλὰ ἐκ μὴ ὄντων, καὶ οὐχ ὅτι οἱ τυγχάνοντες, ἀλλὰ καὶ τῶν δοξάντων εἶναι σοφῶν τινὲς εἰρήκασιν.
并且,为了支持这些观点,人们强烈地宣称非存在产生,以及许多事物并非不是从非存在中产生的,不仅普通人这样说,而且在那些被认为是智者的人当中,也有人这样说过。
§Xenoph.1.14Αὐτίκα δ' Ἡσίοδος "πρῶτον μὲν πάντων (φησὶ) χάος ἐγένετʼ, αὐτὰρ ἔπειτα γαῖ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδʼ ἔρος, ὃς πάντεσσι μεταπρέπει ἀθανάτοισιν.
例如,赫西俄德说:“在万物之先,确实诞生了混沌,然后是宽胸的大地,万物永远稳固的宝座,以及在所有神仙中最为杰出的爱欲。
" §Xenoph.1.15Τὰ δʼ ἄλλα φησὶ γενέσθαι, ταῦτα δʼ ἐξ οὐδενός.
” 他说其他事物是由此产生的,但这些事物则是无中生有的。
Πολλοὶ δὲ καὶ ἕτεροι εἶναι μὲν οὐδέν φασι, γίγνεσθαι δὲ πάντα, λέγοντες ἐξ οὐκ ὄντων γίνεσθαι τὰ γινόμενα.
许多其他人也说没有任何东西存在,一切都在产生之中,宣称产生的事物是从非存在中产生的。
Ὤστε τοῦτο μὲν δῆλον, ὅτι ἐνίοις γε δοκεῖ καὶ ἐξ οὐκ ὄντων ἂν γενέσθαι.
因此很明显,至少对某些人来说, seem 即使从非存在中也有可能产生事物。

词汇与语法注释

  1. Xenoph.1.8οὐκ ἄν ποτε οὐδὲν γένοιτο ἐκ μηδενός — 此子句用作同位语从句(或省略了连接词 `ὅτι` 的名词性从句),具体解释前文 `τούτῳ ... τῷ δόγματι`(这一观点)的内容。它指代爱利亚学派的基本前提,即“任何东西都绝不可能无中生有”。
  2. Xenoph.1.9ἢ ἐπιδεῖξαι τὰς τοιαύτας ποιότητας μάλιστα δοκούσας ὀρθάς, ταύτας ληπτέον — 由于文本混乱(特别是连接词 `ἢ` 的存在),此处的解释存在分歧。在本译文中,它被解释为通过不定式和动词性形容词 `ληπτέον` 表示选择性或追加性义务的句式:即要么展示显得最正确的假定的性质,要么接受这些假定本身。
  3. Xenoph.1.11θᾶττον ἂν προεῖντο πάντες ταύτην ἐκείνης τὴν δόξαν — 比较级副词 `θᾶττον`(更早地)以 `ἐκείνης`(那个观点,即无中生有不可能的爱利亚观点)作为比较属格。与 `προεῖντο`(会放弃,希求法不定过去中动态)结合,表达了强烈的反问语气:“所有人都会比放弃这个观点更早地放弃那个观点(即他们直到最后也会坚持这个观点)”。
  4. Xenoph.1.13μὴ γεγονέναι πολλά ἐκ μὴ ὄντων — 该子句处于批判“多并非产生于非存在”这一爱利亚学派命题的语境中。虽然否定的结合很复杂,但由于随后对赫西俄德的引用辩护了无中生有,这里展示了对爱利亚观点的批判,暗示“许多事物并不是从非存在中产生的”这一主张并非无可置疑。

引用这一段

亚里士多德, 论梅利索斯、色诺芬尼和高尔吉亚 §Xenoph.1.8-Xenoph.1.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg047.humanitext-grc1:Xenoph.1.8-Xenoph.1.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。