§Xenoph.1.1Ἀιδιον εἶναι φησιν εἴ τί ἐστιν, εἴπερ μὴ ἐνδέχεται γενέσθαι μηδὲν ἐκ μηδενός.
他说,如果存在着什么,它就是永恒的,因为任何东西都不可能无中生有。
Εἴτε γὰρ ἅπαντα γέγονεν εἴτε μὴ πάντα ἀΐδιʼ ἀμφοτέρως.
因为无论万物是已经产生,还是并非万物都是永恒的,在这两种情况下它们都是永恒的。
Ἐξ οὐδενὸς γὰρ αὐτῶν ἂν γινόμενα.
因为否则它们就会从无中产生。
Ἀπάντων τε γὰρ γινομένων οὐδὲν προϋπάρχειν· εἴτ' ὄντων τινῶν ἀεὶ ἕτερα προσγίνοιτο, πλέον ἂν καὶ μεῖζον τὸ·
因为如果万物都产生,那么就没有什么能预先存在;或者如果,在某些事物始终存在的同时,又有其他事物被添加进来,那么存在(整体)就会变得更多、更大。
ἓν γεγονέναι. §Xenoph.1.2Ὦι δὴ πλέον καὶ μεῖζον, τοῦτο γενέσθαι ἂν ἐξ οὐδενός· τῷ γὰρ ἐλάττονι τὸ πλέον, ἢ δ’ ἐν τῷ μικροτέρῳ τὸ μεῖζον οὐχ ὑπάρχειν.
而那变得更多、更大的,就会是从无中产生的;因为多并不存在于少之中,大也不存在于小之中。
Αΐδιον δὲ ὂν ἄπειρον εἶναι, ὅτι οὐκ ἔχει ἀρχὴν ὅθεν ἐγένετο, οὐδὲ τελευτὴν εἰς ὃ γινόμενον ἐτελεύτησέ ποτε· πᾶν δὲ καὶ ἄπειρον ὂν εἶναι.
由于它是永恒的,它就是无限的,因为它没有它由以产生的起点,也没有它在产生过程中曾告终的终点;而既然它是全体且无限的,它就必然是一。
Εἰ γὰρ πλέον ἢ δύο εἴη, πέρατʼ ἂν εἶναι ταῦτα πρὸς ἄλληλα.
因为如果有两个或两个以上,它们就会互相限制。
§Xenoph.1.3Ἔν δὲ ὅμοιον εἶναι πάντα· εἰ γὰρ ἀνόμοια πλείω ὄντα, οὐκ ἂν ἔτι ἓν θεῖναι ἀλλὰ πολλά.
既然是一,它在一切方面都是同质的;因为如果它们是不同质的多,它就不能再被视为一,而必须被视为多。
Ἀΐδιον δὲ ὂν μέτριόν τε καὶ ὅμοιον πάντῃ ἀκίνητον εἶναι τὸ ἕν.
而这一,由于是永恒的、适度的、且在一切方面相似的,便是不可移动的。
Οὐ γὰρ ἂν κινηθῆναι μὴ ἔς τι ὑποχωρῆσαν.
因为除非退入到某物之中,否则它就无法移动。
Ὑποχωρῆσαι δὲ ἀνάγκην εἶναι ἤτοι εἰς πλῆρες ἰὸν ἢ κενόν.
而退入必须是要么进入充实之中,要么进入虚空之中。
Τούτων δὲ τὸ μὲν οὐκ ἂν δέξασθαι τὸ πλῆρες, τὸ δὲ οὐκ εἶναι οὐδὲν [ἢ] τὸ κενόν.
然而在这些之中,充实无法接受它,而虚空什么也不是。
§Xenoph.1.4rΤοιοῦτο δὲ ὂν τὸ ἓν ἀνώδυνόν τε καὶ ἀνάλγητον ὑγιές τε καὶ ἄνοσον εἶναι, οὔτε μετακοσμούμενον θέσει, οὔτε ἑτεροιούμενον εἴδει, οὔτε μιγνύμενον ἄλλῳ.
由于这一是这样的,它既无痛苦也无哀伤,健康且无疾病,既不通过位置的重组来改变秩序,也不在形式上发生变化,更不与任何其他事物混合。
Κατὰ πάντα γὰρ ταῦτα πολλά τε τὸ ἓν γίνεσθαι καὶ τὸ μὴ ὂν τεκνοῦσθαι καὶ τὸ ὂν φθείρεσθαι ἀναγκάζεσθαι.
因为在所有这些情况下,这一都将被迫成为多,非存在将被产生,而存在将被消灭。
§Xenoph.1.5Ταῦτα δὲ ἀδύνατα εἶναι.
但这些是不可能的。
Καὶ γὰρ εἰ τὸ μεμῖχθαί τι ἓν ἐκ πλειόνων λέγοιτο, καὶ εἴη πολλὰ κινούμενα εἰς ἄλληλα τὰ πράγματα, καὶ ἡ μῖξις ἡ ὡς ἐν ἑνὶ σύνθεσις εἴη τῶν πλειόνων, ἢ τῇ ἀπαλλάξει οἶον ἐπιπρόσθησις γίνοιτο τῶν μιχθέντων, ἐκείνους μὲν ἂν δι' ἀλλήλων χωριζόντων εἶναι τὰ μιχθέντα, ἐπιπροσθήσεως δʼ οὔσης ἐν τῇ τρίψει γίνεσθαι ἂν ἕκαστον φανερόν, ἀφαιρουμένων τῶν πρώτων τὰ ὑπʼ ἄλληλα τεθέντα τῶν μιχθέντων·
因为即使某一个事物被说是从多个事物中混合而成的,且有许多事物相互运动,而这种混合是多个事物像在单一事物中的合成,或者是因为它们的并置而使混合的事物发生某种重叠遮挡,那么在前一种情况下,混合的事物将在相互穿透中分离,而在重叠遮挡的情况下,在磨擦时,当最上面的混合物被移开、露出相互下方放置的混合物时,每一个事物都会显现出来。
ὧν οὐδέτερον συμβαίνειν.
然而这两者都没有发生。
§Xenoph.1.6Διὰ τοῦτον δὲ τὸν τρόπον κἂν εἶναι πολλὰ κἂν ἡμῖν, ὡς τὸ φαίνεσθαι μόνως.
按照这种方式,即使对我们来说也会有许多事物存在,但这仅仅是作为现象而已。
Ὤστʼ ἐπειδὴ οὐχ οἶόν θʼ οὕτως, οὐδὲ πολλὰ δυνατὸν εἶναι τὰ ὄντα, ἀλλὰ ταῦτα δοκεῖν οὐκ ὀρθῶς.
因此,既然这不可能,存在的事物也就不可能是多的,而只是人们错误地这样认为。
Πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὴν αἴσθησιν φαντάζεσθαι ἅπασαν.
因为根据我们的整个感觉,许多其他事物也同样呈现出来。
§Xenoph.1.7Λόγον δ' οὔτʼ ἀναιρεῖ τὰ αὐτὰ γίνεσθαι, οὔτε πολλὰ εἶναι τὸ ὄν, ἀλλʼ ἀΐδιόν τε καὶ ἅπειρον καὶ πάντῃ ὅμοιον αὐτὸ αὐτῷ.
然而,理性论证既不承认这些相同的事物产生,也不承认存在是多的,而是认为存在是永恒的、无限的、且在一切方面与自身相似。
Ἆρʼ οὖν δεῖ πρῶτον μὲν μὴ πᾶσαν λαβόντα δόξαν ἄρχεσθαι, ἀλλ' ἀεὶ μάλιστα ὂν βέβαιον.
那么,我们难道不应该首先不是接受每一种意见来开始,而是始终从最确定的存在开始吗?