Humanitext Reader

亚里士多德 · 论题篇 §8.9-8.10

立论的自我检验与虚假论证的正确解决法

第 89 段,共 94 段 · 希腊语

内容简介

讨论了捍卫论点和定义时的自我检验以及避免不可信假设的必要性,并阐明了解决虚假推论的唯一正确方法,同时区分了四种阻碍论证得出结论的异议方式。

§8.9Ὑπέχειν δὲ καὶ θέσιν καὶ ὁρισμὸν αὐτὸν αὑτῷ δεῖ προεγχειρήσαντα· ἐξ ὧν γὰρ ἀναιροῦσιν οἱ πυνθανόμενοι τὸ κείμενον, δῆλον ὅτι τούτοις ἐναντιωτέον.
此外,在捍卫论点和定义时,必须由自己先对自己进行过攻击;因为显而易见,对于提问者借以推翻设定论点的那些根据,我们必须予以反驳。
Ἄδοξον δ᾿ ὑπόθεσιν εὐλαβητέον ὑπέχειν.
另外,应当警惕不要去捍卫不可信的假设。
Εἴη δ᾿ ἂν ἄδοξος διχως· καὶ γὰρ ἐξ ἧς ἄτοπα συμβαίνει λέγειν, οἷον εἰ πάντα φαίη τις κινεῖσθαι ἢ μηδέν, καὶ ὅσα χείρονος ἤθους ἑλέσθαι καὶ ὑπεναντία ταῖς βουλήσεσιν, οἷον ὅτι ἡδονὴ τἀγαθὸν καὶ τὸ ἀδικεῖν βέλτιον τοῦ ἀδικεῖσθαι.
一个假设之所以不可信,可能有两种情况:一种是由于它会导致说出荒谬的话,例如有人断言一切事物都在运动或者没有任何事物在运动;另一种是选择这样的前提属于较坏的品质,且与人们的意愿相悖,例如认为快乐即是善,或者行不义比遭受不义更好。
Οὐ γὰρ ὡς λόγου χάριν ὑπέχοντα ἀλλ᾿ ὡς τὰ δοκοῦντα λέγοντα μισοῦσιν.
因为人们憎恨这样的人,并不是把他当作为了讨论而捍卫这些观点的人,而是当作在说出自己真实想法的人。
§8.10Ὅσοι δὲ τῶν λόγων ψεῦδος συλλογίζονται, λυτέον ἀναιροῦντα παρ᾿ ὃ γίνεται τὸ ψεῦδος.
至于那些推论出虚假结论的论证,必须通过驳斥导致错误的关键原因来予以解决。
Οὐ γὰρ ὁτιοῦν ἀνελὼν λέλυκεν, οὐδ᾿ εἰ ψεῦδός ἐστι τὸ ἀναιρούμενον.
因为驳斥任何一个前提并不意味着解决了论证,即使被驳斥的前提是虚假的也是如此。
Ἔχοι γὰρ ἂν πλείω ψεύδη ὁ λόγος, οἷον ἐάν τις λάβῃ τὸν καθήμενον γράφειν, Σωκράτη δὲ καθῆσθαι· συμβαίνει γὰρ ἐκ τούτων Σωκράτη γράφειν.
因为论证可能包含多个虚假的前提。 例如,假设有人采纳了“坐着的人在写字”以及“苏格拉底正坐着”;因为从这些前提中可以得出“苏格拉底在写字”。
Ἀναιρεθέντος οὖν τοῦ Σωκράτη καθῆσθαι οὐδὲν μᾶλλον λέλυται ὁ λόγος· καίτοι ψεῦδος τὸ ἀξίωμα.
因此,即使“苏格拉底正坐着”被驳斥,论证也绝没有因此被解决,尽管这一前提是虚假的。
Ἀλλ᾿ οὐ παρὰ τοῦτο ὁ λόγος ψευδής· ἂν γάρ τις τύχῃ καθήμενος μὲν μὴ γράφων δέ, οὐκέτι ἐπὶ τοῦ τοιούτου ἡ αὐτὴ λύσις ἁρμόσει.
然而,论证并不是因为这个前提才变成虚假的;因为如果有人恰好坐着但没有写字,对于这种情况,同样的解决方法就不再适用了。
Ὥστε οὐ τοῦτο ἀναιρετέον, ἀλλὰ τὸ τὸν καθήμενον γράφειν· οὐ γὰρ πᾶς ὁ καθήμενος γράφει.
所以不应当驳斥这一个前提,而应当驳斥“坐着的人在写字”;因为并非每个坐着的人都在写字。
Λέλυκε μὲν οὖν πάντως ὁ ἀνελὼν παρ᾿ ὃ γίνεται τὸ ψεῦδος, οἶδε δὲ τὴν λύσιν ὁ εἰδὼς ὅτι παρὰ τοῦτο ὁ λόγος, καθάπερ ἐπὶ τῶν ψευδογραφουμένων·
因此,驳斥了导致错误的关键原因的人在任何情况下都解决了解答,但只有知道论证是因为这个原因而变错的人,才算是真正懂得这个解决方法,这就像在处理几何伪证时一样。
οὐ γὰρ ἀπόχρη τὸ ἐνστῆναι, οὐδ᾿ ἂν ψεῦδος ᾖ τὸ ἀναιρούμενον, ἀλλὰ καὶ διότι ψεῦδος ἀποδεικτέον· οὕτω γὰρ ἂν εἴη φανερὸν πότερον προορῶν τι ἢ οὔ ποιεῖται τὴν ἔνστασιν.
因为仅仅提出异议是不够的,即使被驳斥的前提是虚假的,还必须论证它为什么是虚假的;因为这样一来,他究竟是带着某种预见还是无意识地提出异议,就显而易见了。
Ἔστι δὲ λόγον κωλῦσαι συμπεράνασθαι τετραχῶς.
阻碍论证得出结论的方法有四种。
Ἢ γὰρ ἀνελόντα παρ᾿ ὃ γίνεται τὸ ψεῦδος, ἢ πρὸς τὸν ἐρωτῶντα ἔνστασιν εἰπόντα· πολλάκις γὰρ οὐδὲ λέλυκεν, ὁ μέντοι πυνθανόμενος οὐ δύναται πορρωτέρω προαγαγεῖν.
要么是通过驳斥导致错误的关键原因,要么是向提问者提出异议;因为往往即使回答者并没有解决论证,提问者却也无法将论证进一步推进。
Τρίτον δὲ πρὸς τὰ ἠρωτημένα· συμβαίη γὰρ ἂν ἐκ μὲν τῶν ἠρωτημένων μὴ γίνεσθαι ὃ βούλεται διὰ τὸ κακῶς ἠρωτῆσθαι, προστεθέντος δέ τινος γίνεσθαι τὸ συμπέρασμα.
第三种是对被问及的问题提出异议;因为可能会发生这种情况:由于提问方式不当,提问者所期望的结论并不能从已问的问题中得出,但如果补充了某些内容,结论就会得出。
Εἰ μὲν οὖν μηκέτι δύναται προάγειν ὁ ἐρωτῶν, πρὸς τὸν ἐρωτῶντα εἴη ἂν ἔνστασις, εἰ δὲ δύναται, πρὸς τὰ ἠρωτημένα.
如果提问者不能再继续推进论证,那么这就是针对提问者的异议;如果他能继续推进,则是针对被问及的问题的异议。
Τετάρτη δὲ καὶ χειρίστη τῶν ἐνστάσεων ἡ πρὸς τὸν χρόνον· ἔνιοι γὰρ τοιαῦτα ἐνίστανται πρὸς ἃ διαλεχθῆναι πλείονός ἐστι χρόνου ἢ τῆς παρούσης διατριβῆς.
第四种也是最坏的一种异议是针对时间的异议;因为有些人提出的异议需要比当前讨论所能允许的更多时间来进行探讨。
Αἱ μὲν οὖν ἐνστάσεις, καθάπερ εἴπαμεν, τετραχῶς γίνονται· λύσις δ᾿ ἐστὶ τῶν εἰρημένων ἡ πρώτη μόνον, αἱ δὲ λοιπαὶ κωλύσεις τινὲς καὶ ἐμποδισμοὶ τῶν συμπερασμάτων.
因此,如我们所说,异议是以四种方式产生的;但在所说的这些方式中,只有第一种才是真正的解决,其余的不过是对结论的某种阻碍和干扰。

词汇与语法注释

  1. 8.9αὐτὸν αὑτῷ δεῖ προεγχειρήσαντα — 宾格的 `αὐτόν` 作为非人称动词 `δεῖ` 所支配的不定式的主语,同时与与格的 `αὑτῷ`(对自己)及分词 `προεγχειρήσαντα`(预先攻击)在语法上一致。这指示了一种辩证的自我检验:在实际辩论前,捍卫者应当先对自己的立场发起攻击,以做好准备。
  2. 8.9ὅσα χείρονος ἤθους ἑλέσθαι — 关系代名词 `ὅσα` 代表复数且普遍化的前提或假设。`χείρονος ἤθους` 是表示特征的属格(属于较坏的品质),修饰不定式 `ἑλέσθαι`(选择)。字面意思是“选择这些前提属于较坏品质的那些假设”。
  3. 8.10Ὅσοι δὲ τῶν λόγων ψεῦδος συλλογίζονται — 句首的 `Ὅσοι... τῶν λόγων` 采用主格形式,但由于主句的谓语是非人称形容词 `λυτέον`(带有宾格分词 `ἀναιροῦντα`),因此没有直接与之配合的限定动词。这属于悬垂主格或无谓词破格(anacoluthon),起到了引入主题的作用:“至于那些……的论证”。
  4. 8.10παρ᾿ ὃ γίνεται τὸ ψεῦδος — 介词 `παρά` 接宾格关系代词 `ὅ` 表示原因,意为“因为、由于……”。这里指代“导致错误发生的真正根源”,用以表达锁定逻辑谬误核心起因的含义。
  5. 8.10ὅτι παρὰ τοῦτο ὁ λόγος — 在从句 `ὅτι παρὰ τοῦτο ὁ λόγος` 中,省略了如 `ψεῦδός ἐστιν`(是虚假的)或 `γίνεται` 之类的动词。应理解为:“论证是因为这个原因[而变错的]”。这承接了上文与几何伪证的类比,即某一处特定的画线错误导致了整个论证的失效。
  6. 8.10Ἢ γὰρ ἀνελόντα... ἢ... εἰπόντα — 这些分词(`ἀνελόντα`, `εἰπόνata`)为单数阳性宾格,与非人称结构 `Ἔστι δὲ... κωλῦσαι`(可能去阻碍……)中未明示的不定式主语相一致。在语法上作为表示手段的状语分词:“通过驳斥……或者通过提出……”。

引用这一段

亚里士多德, 论题篇 §8.9-8.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:8.9-8.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。