§8.11#1Ἐπιτίμησις δὲ λόγου κατ᾿ αὐτόν τε τὸν λόγον, καὶ ὅταν ἐρωτᾶται, οὐχ ἡ αὐτή· πολλάκις γὰρ τοῦ μὴ καλῶς διειλέχθαι τὸν λόγον ὁ ἐρωτώμενος αἴτιος διὰ τὸ μὴ συγχωρεῖν ἐξ ὧν ἦν διαλεχθῆναι καλῶς πρὸς τὴν θέσιν· οὐ γὰρ ἔστιν ἐπὶ θατέρῳ μόνον τὸ καλῶς ἐπιτελεσθῆναι τὸ κοινὸν ἔργον.
对论证本身的批评,与在论证被提问时的批评,真实情况并不是一回事;因为往往,论证没有很好地进行下去,其原因在于回答者不肯承认那些本可以用来针对该论点进行良好讨论的前提;因为共同任务的圆满完成并不只取决于其中一方。
Ἀναγκαῖον οὖν ἐνίοτε πρὸς τὸν λέγοντα καὶ μὴ πρὸς τὴν θέσιν ἐπιχειρεῖν, ὅταν ὁ ἀποκρινόμενος τἀναντία τῷ ἐρωτῶντι παρατηρῇ προσεπηρεάζων.
因此,当回答者心怀恶意、处处注意与提问者作对时,有时就有必要针对说话者本人而非针对该论点进行反驳。
Δυσκολαίνοντες οὖν ἀγωνιστικὰς καὶ οὐ διαλεκτικὰς ποιοῦνται τὰς διατριβάς.
他们由于心怀抵触,从而把讨论变得具有争斗性,而不是辩证性。
Ἔτι δ᾿ ἐπεὶ γυμνασίας καὶ πείρας χάριν ἀλλ᾿ οὐ διδασκαλίας οἱ τοιοῦτοι τῶν λόγων, δῆλον ὡς οὐ μόνον τἀληθῆ συλλογιστέον ἀλλὰ καὶ ψεῦδος, οὐδὲ δι᾿ ἀληθῶν ἀεὶ ἀλλ᾿ ἐνίοτε καὶ ψευδῶν.
此外,既然这类论证是为了训练和试验、而不是为了传授知识,那么显而易见,人们不仅应该推论真理,也应该推论谬误,并且不总是通过真前提、有时也必须通过假前提来进行推论。
Πολλάκις γὰρ ἀληθοῦς τεθέντος ἀναιρεῖν ἀνάγκη τὸν διαλεγόμενον, ὥστε προτατέον τὰ ψευδῆ.
因为往往在设定了一个真的论点时,对话者必须予以驳斥,因而必须提出假的前提。
Ἐνίοτε δὲ καὶ ψεύδους τεθέντος ἀναιρετέον διὰ ψευδῶν· οὐδὲν γὰρ κωλύει τινὶ δοκεῖν τὰ μὴ ὄντα μᾶλλον τῶν ἀληθῶν, ὥστ᾿ ἐκ τῶν ἐκείνῳ δοκούντων τοῦ λόγου γινομένου μᾶλλον ἔσται πεπεισμένος ἢ ὠφελημένος.
有时即使设定的是假的论点,也必须通过假的前提来予以驳斥;因为没有什么能阻止某些人觉得不存在的事物比真实的事物更可信,所以如果根据那人所认为的可信观点来展开论证,他受到的说服会多于得到的教益。
Δεῖ δὲ τὸν καλῶς μεταβιβάζοντα διαλεκτικῶς καὶ μὴ ἐριστικῶς μεταβιβάζειν, καθάπερ τὸν γεωμέτρην γεωμετρικῶς, ἄν τε ψεῦδος ἄν τ᾿ ἀληθὲς ᾖ τὸ συμπεραινόμενον· ποῖοι δὲ διαλεκτικοὶ συλλογισμοί, πρότερον εἴρηται.
但是,善于引导讨论转向的人,应当像几何学家按几何学方法引导那样,以辩证的方式而不是以争斗的方式来引导,无论得出的结论是真是假;至于什么样的推论是辩证的,前面已经说过。
Ἐπεὶ δὲ φαῦλος κοινωνὸς ὁ ἐμποδίζων τὸ κοινὸν ἔργον, δῆλον ὅτι καὶ ἐν λόγῳ.
既然妨碍共同任务的人是个坏伙伴,那么显而易见,在论证中也是如此。
Κοινὸν γάρ τι καὶ ἐν τούτοις προκείμενόν ἐστι, πλὴν τῶν ἀγωνιζομένων.
因为在这些讨论中,除了竞争者之外,也提出了一些共同的目标。
Τούτοις δ᾿ οὐκ ἔστιν ἀμφοτέροις τυχεῖν τοῦ αὐτοῦ τέλους· πλείους γὰρ ἑνὸς ἀδύνατον νικᾶν.
而对这些竞争者来说,双方不可能达到同一个终点;因为不等多于一个人获得胜利。
Διαφέρει δ᾿ οὐδὲν ἄν τε διὰ τοῦ ἀποκρίνεσθαι ἄν τε διὰ τοῦ ἐρωτᾶν ποιῇ τοῦτο· ὅ τε γὰρ ἐριστικῶς ἐρωτῶν φαύλως διαλέγεται, ὅ τ᾿ ἐν τῷ ἀποκρίνεσθαι μὴ διδοὺς τὸ φαινόμενον μηδ᾿ ἐκδεχόμενος ὅ τί ποτε βούλεται ὁ ἐρωτῶν πυθέσθαι.
不论是通过回答还是通过提问来做出这种事,都没有什么区别;因为以争斗的方式提问的人是在糟糕地进行讨论,而在回答中不承认显而易见的事实、也不接受提问者想要打听的任何意图的人,也是如此。
Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι οὑχ ὁμοίως ἐπιτιμητέον καθ᾿ αὑτόν τε τῷ λόγῳ καὶ τῷ ἐρωτῶντι· οὐδὲν γὰρ κωλύει τὸν μὲν λόγον φαῦλον εἶναι, τὸν δ᾿ ἐρωτῶντα ὡς ἐνδέχεται βέλτιστα πρὸς τὸν ἀποκρινόμενον διειλέχθαι.
因此,由上述可见,对论证本身与对提问者的批评不应当是一样的;因为没有什么能阻止论证本身很糟、而提问者却已针对回答者尽最大可能进行了最好的讨论。
Πρὸς γὰρ τοὺς δυσκολαίνοντας οὐ δυνατὸν ἴσως εὐθὺς οἵους τις βούλεται ἀλλ᾿ οἵους ἐνδέχεται ποιεῖσθαι τοὺς συλλογισμούς.
因为针对那些心怀抵触的人,也许无法立刻做出人们所期望的那种推论,而只能做出可能做出的推论。
Ἐπεὶ δ᾿ ἐστὶν ἀδιόριστον πότε τἀναντία καὶ πότε τὰ ἐν ἀρχῇ λαμβάνουσιν οἱ ἄνθρωποι (πολλάκις γὰρ καθ᾿ αὑτοὺς λέγοντες τὰ ἐναντία λέγουσι, καὶ ἀνανεύσαντες πρότερον διδόασιν ὕστερον· διόπερ ἐρωτώμενοι τἀναντία καὶ τὸ ἐν ἀρχῇ πολλάκις ὑπακούουσιν), ἀνάγκη φαύλους γίνεσθαι τοὺς λόγους.
既然人们在何时接受相反的观点、以及何时接受最初的论点(争点)是无法确定的(因为往往他们自言自语时会说出相反的话,而且先前予以否认的、后来又予以承认;因此当被提问时,他们常常会同意相反的观点和最初的论点),所以论证必然会变得很糟。
Αἴτιος δ᾿ ὁ ἀποκρινόμενος, τὰ μὲν οὐ διδούς, τὰ δὲ τοιαῦτα διδούς.
而原因在于回答者,他既不承认某些前提,又承认了另一些这类的前提。
Φανερὸν οὖν ὡς οὐχ ὁμοίως ἐπιτιμητέον τοῖς ἐρωτῶσι καὶ τοῖς λόγοις.
因此,显而易见,对提问者和对论证本身不应当以同样的方式进行批评。