Humanitext Reader

亚里士多德 · 论题篇 §8.6-8.8

应答提问的规则与歧义的处理方法

第 88 段,共 94 段 · 希腊语

内容简介

本章探讨了根据所问问题的性质及其与论证的相关性而采取的妥当回答标准,处理歧义和多义提问的实用方法,以及在无有效反驳时拒绝普遍前提的“无理取闹”的定义。

§8.6Φανερὸν οὖν τίνων στοχαστέον τῷ ἀποκρινομένῳ, εἴτε ἁπλῶς ἔνδοξον εἴτε τινὶ τὸ κείμενόν ἐστιν.
因此,无论设定的论点是绝对可信的,还是对某人而言可信的,回答者应当以什么为目标,都是显而易见的。
Ἐπεὶ δ᾿ ἀνάγκη πᾶν τὸ ἐρωτώμενον ἢ ἔνδοξον εἶναι ἢ ἄδοξον ἢ μηδέτερον, καὶ ἢ πρὸς τὸν λόγον ἢ μὴ πρὸς τὸν λόγον εἶναι τὸ ἐρωτώμενον, ἐὰν μὲν ᾖ δοκοῦν καὶ μὴ πρὸς τὸν λόγον, δοτέον φήσαντα δοκεῖν, ἐὰν δὲ μὴ δοκοῦν καὶ μὴ πρὸς τὸν λόγον, δοτέον μέν, ἐπισημαντέον δὲ τὸ μὴ δοκοῦν πρὸς εὐλάβειαν εὐηθείας.
由于每一个被问到的问题必然是或可信、或不可信、或中性的,并且要么与论证相关、要么与论证无关,如果它是可信的且与论证无关,就应当在说明其显而易见之后予以承认;但如果它显得不真实且与论证无关,虽然应当承认,但必须指出它是不显而易见的,以防显得愚蠢。
Ὄντος δὲ πρὸς τὸν λόγον καὶ δοκοῦντος λεκτέον ὅτι δοκεῖ μέν, ἀλλὰ λίαν σύνεγγυς τοῦ ἐν ἀρχῇ ἐστὶ καὶ ἀναιρεῖται τούτου τεθέντος τὸ κείμενον.
如果它与论证相关且显得真实,就应当说:它虽然显得真实,但却过于接近最初的争点,一旦设定了这个,设定的论点就会被推翻。
Εἰ δὲ πρὸς τὸν λόγον, λίαν δ᾿ ἄδοξον τὸ ἀξίωμα, συμβαίνειν μὲν φατέον τούτου τεθέντος, ἀλλὰ λίαν εὔηθες εἶναι τὸ προτεινόμενον.
而如果它与论证相关,但被要求的前提极为不可信,就应当说:虽然设定了这一前提就会得出结论,但所提出的东西实在是太愚蠢了。
Εἰ δὲ μήτ᾿ ἄδοξον μήτ᾿ ἔνδοξον, εἰ μὲν μηδὲν πρὸς τὸν λόγον, δοτέον μηδὲν διορίσαντι, εἰ δὲ πρὸς τὸν λόγον, ἐπισημαντέον ὅτι ἀναιρεῖται τεθέντος τὸ ἐν ἀρχῇ.
如果它既非不可信也非可信,若完全与论证无关,则应当不加区分地予以承认;但若与论证相关,则应当指出,一旦设定了这一前提,最初的争点就会被推翻。
Οὕτω γὰρ ὅ τ᾿ ἀποκρινόμενος οὐδὲν δόξει δι᾿ αὑτὸν πάσχειν, ἐὰν προορῶν ἕκαστα τιθῇ, ὅ τ᾿ ἐρωτῶν τεύξεται συλλογισμοῦ τιθεμένων αὐτῷ πάντων τῶν ἐνδοξοτέρων τοῦ συμπεράσματος.
因为这样一来,回答者如果在每种情况下都带着预见来设定,就不会显得是由于自己的过错而遭受挫折;而提问者也能够获得他的推论,只要凡是比结论更可信的前提都被允许设立。
Ὅσοι δ᾿ ἐξ ἀδοξοτέρων τοῦ συμπεράσματος ἐπιχειροῦσι συλλογίζεσθαι, δῆλον ὡς οὐ καλῶς συλλογίζονται· διὸ τοῖς ἐρωτῶσιν οὐ θετέον.
至于那些试图从比结论更不可信的前提来进行推论的人,显而易见他们没有很好地进行推论;因此,对提问者提出的这类前提不应当予以承认。
§8.7Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσαφῶς καὶ πλεοναχῶς λεγομένων ἀπαντητέον.
同样地,对于表述不清晰和多义的提问,也必须如此应对。
Ἐπεὶ γὰρ δέδοται τῷ ἀποκρινομένῳ μὴ μανθάνοντι εἰπεῖν ὅτι οὐ μανθάνω, καὶ πλεοναχῶς λεγομένου μὴ ἐξ ἀνάγκης ὁμολογῆσαι ἢ ἀρνήσασθαι, δῆλον ὡς πρῶτον μέν, ἂν μὴ σαφὲς ᾖ τὸ ῥηθέν, οὐκ ἀποκνητέον τὸ φάναι μὴ συνιέναι· πολλάκις γὰρ ἐκ τοῦ μὴ σαφῶς ἐρωτηθέντας διδόναι ἀπαντᾷ τι δυσχερές.
因为既然允许回答者在不理解时说“我不理解”,并且当一个事物具有多重含义时,他不一定必须予以同意或拒绝,显而易见,首先,如果所说的话不清晰,绝不应当犹豫说“我不理解”;因为由于在提问不清晰的情况下给予承认,往往会产生某种困难。
Ἂν δὲ γνώριμον μὲν ᾖ πλεοναχῶς δὲ λεγόμενον, ἐὰν μὲν ἐπὶ πάντων ἀληθὲς ἢ ψεῦδος ᾖ τὸ λεγόμενον, δοτέον ἁπλῶς ἢ ἀρνητέον, ἐὰν δ᾿ ἐπὶ τὶ μὲν ψεῦδος ᾖ ἐπὶ τὶ δ᾿ ἀληθές, ἐπισημαντέον ὅτι πλεοναχῶς λέγεται καὶ διότι τὸ μὲν ψεῦδος τὸ δ᾿ ἀληθές· ὕστερον γὰρ διαιρουμένου ἄδηλον εἰ καὶ ἐν ἀρχῇ συνεώρα τὸ ἀμφίβολον.
如果该提问是为人所知的,但是多义的,那么如果所说的话在所有的意义上都是真的或假的,就应当绝对地承认或拒绝;但如果它在某种意义上是假的,而在另一种意义上是真的,则应当指出它是多义的,并且指明其中一个为假,另一个为真;因为如果以后才做出区分,就弄不清楚他是否在最初也已经看出了这一歧义。
Ἐὰν δὲ μὴ προΐδῃ τὸ ἀμφίβολον ἀλλ᾿ εἰς θάτερον βλέψας θῇ, ῥητέον πρὸς τὸν ἐπὶ θάτερον ἄγοντα ὅτι οὐκ εἰς τοῦτο βλέπων ἔδωκα ἀλλ᾿ εἰς θάτερον αὐτῶν.
如果他没有预见这一歧义,而是看着其中一个含义而设立了前提,当提问者将论证引向另一个含义时,他应当说:“我承认它时,并没有看着这一含义,而是看着它们之中的另一个含义。
Πλειόνων γὰρ ὄντων τῶν ὑπὸ ταὐτὸν ὄνομα ἢ λόγον ῥᾳδία ἡ ἀμφισβήτησις.
”因为,当同一个名称或定义下包含多个事物时,提出异议是容易的。
Ἐὰν δὲ καὶ σαφὲς ᾖ καὶ ἁπλοῦν τὸ ἐρωτώμενον, ἢ ναί ἢ οὔ ἀποκριτέον.
然而,如果所问的问题既清晰又简单,就应当回答“是”或“否”。
§8.8Ἐπεὶ δὲ πᾶσα πρότασις συλλογιστικὴ ἢ τούτων τίς ἐστιν ἐξ ὧν ὁ συλλογισμὸς ἤ τινος τούτων ἕνεκα, δῆλον δ᾿ ὅταν ἑτέρου χάριν λαμβάνηται τῷ πλείω τὰ ὅμοια ἐρωτᾶν (ἢ γὰρ δι᾿ ἐπαγωγῆς ἢ δι᾿ ὁμοιότητος ὡς ἐπὶ τὸ πολὺ τὸ καθόλου λαμβάνουσιν), τὰ μὲν οὖν καθ᾿ ἕκαστα πάντα θετέον, ἂν ᾖ ἀληθῆ καὶ ἔνδοξα, πρὸς δὲ τὸ καθόλου πειρατέον ἔνστασιν φέρειν·
由于每一个用于推论的前提要么是作为推论由以得出的那些前提之一,要么是为了其中某一个而设定的,而当它是为了另一个前提而被采纳时,这通过提问许多相似的事物就显而易见了(因为他们大多是通过归纳或相似性来获取普遍性命题的),因此,对于所有的个别事例,只要它们是真的且可信的,就应当全部予以承认;但对于普遍命题,应当尝试提出反驳。
τὸ γὰρ ἄνευ ἐνστάσεως, ἢ οὔσης ἢ δοκούσης, κωλύειν τὸν λόγον δυσκολαίνειν ἐστίν.
因为,在没有任何真实或显而易见的反驳的情况下阻碍论证,就是无理取闹。
Εἰ οὖν ἐπὶ πολλῶν φαινομένων μὴ δίδωσι τὸ καθόλου μὴ ἔχων ἔνστασιν, φανερὸν ὅτι δυσκολαίνει.
因此,如果在许多事例都显而易见的情况下,他既拿不出反驳又不同意普遍命题,显然他是在无理取闹。
Ἔτι εἰ μηδ᾿ ἀντεπιχειρεῖν ἔχει ὅτι οὐκ ἀληθές, πολλῷ μᾶλλον ἂν δόξειε δυσκολαίνειν. Καίτοι οὐδὲ τοῦθ᾿ ἱκανόν·
此外,如果他甚至无法进行反向论证以表明它不是真的,他就更显得是在无理取闹了。
πολλοὺς γὰρ λόγους ἔχομεν ἐναντίους ταῖς δόξαις, οὓς χαλεπὸν λύειν, καθάπερ Ζήνωνος ὅτι οὐκ ἐνδέχεται κινεῖσθαι οὐδὲ τὸ στάδιον διελθεῖν·
然而,光是这一点还不够;因为我们有许多与常理相反、且难以解决的论证,例如芝诺的论证——不可能运动,也不可能越过体育场。
ἀλλ᾿ οὐ διὰ τοῦτο τἀντικείμενα τούτοις οὐ θετέον.
但是,我们不能因为这个,就不设定与此相反的事情。
Εἰ οὖν μήτ᾿ ἐνίστασθαι μήτ᾿ ἀντεπιχειρεῖν ἔχων μὴ τίθησι, δῆλον ὅτι δυσκολαίνει· ἔστι γὰρ ἡ ἐν λόγοις δυσκολία ἀπόκρισις παρὰ τοὺς εἰρημένους τρόπους, συλλογισμοῦ φθαρτική.
因此,如果他在既无反驳又无反向论证的情况下仍不承认,显然他是在无理取闹;因为在讨论中,无理取闹是指违背上述方式、会破坏推论的一种回答。

词汇与语法注释

  1. §8.6φήσαντα δοκεῖν — 分词 `φήσαντα` 为阳性单数宾格,用作省略的动词不定式的主语,或修饰形容动词 `δοτέον` 的逻辑主语(即回答者)。表示“应当在声明其显而易见(同意)之后再予以承认”,指明回答者的口头态度。
  2. §8.6τούτου τεθέντος τὸ κείμενον — `τούτου τεθέντος` 是属格独立结构,代词 `τούτου` 作主语,表示条件(“如果这被设立为前提”)。`τὸ κείμενον` 是主句动词 `ἀναιρεῖται` 的主语,指“已设定的论点”。
  3. §8.7ὕστερον γὰρ διαιρουμένου ἄδηλον — `διαιρουμένου` 是现在被动分词的属格独立结构,其逻辑主语被省略,可理解为“当(歧义)在后面被区分时”或“(回答者)在后面做出区分时”。随后的 `εἰ` 引导间接疑问句,作 `ἄδηλον` 的补足语,表示“是否在最初也已经看出了这一歧义是不清楚的”。
  4. §8.8τὸ γὰρ ἄνευ ἐνστάσεως ... κωλύειν τὸν λόγον δυσκολαίνειν ἐστίν — 冠词 `τὸ` 使不定式 `κωλύειν` 名词化,使整个 `τὸ ... κωλύειν` 成为句子的主语(“阻碍论证”),而 `δυσκολαίνειν` 是作表语的不定式(“是无理取闹/刁难”)。`ἄνευ ἐνστάσεως` 是修饰 `κωλύειν` 的介词短语,其中 `ἐνστάσεως` 由属格独立结构 `οὔσης ἢ δοκούσης`(真实存在或显而易见的反驳)所修饰。

引用这一段

亚里士多德, 论题篇 §8.6-8.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:8.6-8.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。