§8.4Πῶς μὲν οὖν ἐρωτηματίζειν καὶ τάττειν δεῖ, σχεδὸν ἱκανὰ τὰ εἰρημένα· περὶ δ᾿ ἀποκρίσεως πρῶτον μὲν διοριστέον τί ἐστιν ἔργον τοῦ καλῶς ἀποκρινομένου, καθάπερ τοῦ καλῶς ἐρωτῶντος.
至于如何提问和如何安排,前面所说的已经基本足够了;但在回答方面,我们首先必须界定,一个好的回答者的任务是什么,正如一个好的提问者的任务一样。
Ἔστι δὲ τοῦ μὲν ἐρωτῶντος τὸ οὕτως ἐπαγαγεῖν τὸν λόγον ὥστε ποιῆσαι τὸν ἀποκρινόμενον τὰ ἀδοξότατα λέγειν τῶν διὰ τὴν θέσιν ἀναγκαίων, τοῦ δ᾿ ἀποκρινομένου τὸ μὴ δι᾿ αὐτὸν φαίνεσθαι συμβαίνειν τὸ ἀδύνατον ἢ τὸ παράδοξον, ἀλλὰ διὰ τὴν θέσιν·
提问者的任务是引导论证,从而使回答者说出由于其论点而必然导出的最不可信的(最违背通念的)话;而回答者的任务则是使那种不可能(矛盾)或悖论看起来并不是因为他自己,而是因为该论点才产生的。
ἑτέρα γὰρ ἴσως ἁμαρτία τὸ θέσθαι πρῶτον ὃ μὴ δεῖ καὶ τὸ θέμενον μὴ φυλάξαι κατὰ τρόπον.
因为,首先设定了不该设定的东西,与设定了之后没有以适当方式加以维护,这大概是两种不同的错误。
§8.5Ἐπεὶ δ᾿ ἐστὶν ἀδιόριστα τοῖς γυμνασίας καὶ πείρας ἕνεκα τοὺς λόγους ποιουμένοις·
然而,对于为了练习和检验而进行讨论的人来说,这些还没有被界定。
οὐ γὰρ οἱ αὐτοὶ σκοποὶ τοῖς διδάσκουσιν ἢ μανθάνουσι καὶ τοῖς ἀγωνιζομένοις, οὐδὲ τούτοις τε καὶ τοῖς διατρίβουσι μετ᾿ ἀλλήλων σκέψεως χάριν.
因为教学者或学习者的目的,与竞争者的目的并不相同;而这些人的目的,与为了探究而相互交流的人的目的也同样不相同。
Τῷ μὲν γὰρ μανθάνοντι θετέον ἀεὶ τὰ δοκοῦντα· καὶ γὰρ οὐδ᾿ ἐπιχειρεῖ ψεῦδος οὐδεὶς διδάσκειν· τῶν δ᾿ ἀγνωνιζομένων τὸν μὲν ἐρωτῶντα φαίνεσθαί τι δεῖ ποιεῖν πάντως, τὸν δ᾿ ἀποκρινόμενον μηδὲν φαίνεσθαι πάσχειν.
对于学习者来说,必须始终设定那些显而易见(被认为是真实)的东西,因为确实没有任何人会试图传授虚假的东西;而在竞争者中,提问者必须始终显得在有所斩获,而回答者必须显得毫无损伤。
Ἐν δὲ ταῖς διαλεκτικαῖς συνόδοις τοῖς μὴ ἀγῶνος χάριν ἀλλὰ πείρας καὶ σκέψεως τοὺς λόγους ποιουμένοις οὐ διήρθρωταί πω τίνος δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον καὶ ὁποῖα διδόναι καὶ ποῖα μὴ πρὸς τὸ καλῶς ἢ μὴ καλῶς φυλάττειν τὴν θέσιν.
但是,在辩证的集会中,对于那些不是为了竞争,而是为了检验和探究而进行讨论的人,回答者应当以什么为目标,以及为了好地或不好地维护论点,应该同意什么和不应该同意什么,还没有被清楚地规定。
Ἐπεὶ οὖν οὐδὲν ἔχομεν παραδεδομένον ὑπ᾿ ἄλλων, αὐτοί τι πειραθῶμεν εἰπεῖν.
因此,既然我们没有从别人那里得到任何传授,就让我们自己尝试来说点什么。
Ἀνάγκη δὴ τὸν ἀποκρινόμενον ὑπέχειν λόγον θέμενον ἤτοι ἔνδοξον ἢ ἄδοξον θέσιν ἢ μηδέτερον, καὶ ἤτοι ἁπλῶς ἔνδοξον ἢ ἄδοξον ἢ ὡρισμένως, οἷον τῷδί τινι ἢ αὐτῷ ἢ ἄλλῳ.
回答者在承担论证时,必然是设定了一个或可信、或不可信、或中性的论点,而且要么是绝对可信或不可信,要么是相对的,例如对某个特定的人、对自己或对其他人。
Διαφέρει δ᾿ οὐδὲν ὁπωσοῦν ἐνδόξου ἢ ἀδόξου οὔσης· ὁ γὰρ αὐτὸς τρόπος ἔσται τοῦ καλῶς ἀποκρίνεσθαι, καὶ δοῦναι ἢ μὴ δοῦναι τὸ ἐρωτηθέν.
无论论点是哪种形式的可信或不可信,都没有什么不同;因为良好回答、以及对所提问题给予或不给予承认的方法都是相同的。
Ἀδόξου μὲν οὖν οὔσης τῆς θέσεως ἔνδοξον ἀνάγκη τὸ συμπέρασμα γίνεσθαι, ἐνδόξου δ᾿ ἄδοξον· τὸ γὰρ ἀντικείμενον ἀεὶ τῇ θέσει ὁ ἐρωτῶν συμπεραίνεται.
如果论点是不可信的,那么结论必然是可信的;如果论点是可信的,结论必然是不可信的;因为提问者总是得出与论点相反的结论。
Εἰ δὲ μήτ᾿ ἄδοξον μήτ᾿ ἔνδοξον τὸ κείμενον, καὶ τὸ συμπέρασμα ἔσται τοιοῦτον.
但如果设定的东西既非不可信也非可信,结论也同样会是如此。
Ἐπεὶ δ᾿ ὁ καλῶς συλλογιζόμενος ἐξ ἐνδοξοτέρων καὶ γνωριμωτέρων τὸ προβληθὲν ἀποδείκνυσι, φανερὸν ὡς ἀδόξου μὲν ὄντος ἁπλῶς τοῦ κειμένου οὐ δοτέον τῷ ἀποκρινομένῳ οὔθ᾿ ὃ μὴ δοκεῖ ἁπλῶς, οὔθ᾿ ὃ δοκεῖ μὲν ἧττον δὲ τοῦ συμπεράσματος δοκεῖ.
既然良好地进行推论的人是通过更可信、更熟悉的前提来证明所提出的问题,显而易见,当设定的论点绝对不可信时,回答者既不应该同意那些绝对显得不真实的东西,也不应该同意那些虽然显得真实、但比结论更不可信的东西。
Ἀδόξου γὰρ οὔσης τῆς θέσεως ἔνδοξον τὸ συμπέρασμα, ὥστε δεῖ τὰ λαμβανόμενα ἔνδοξα πάντ᾿ εἶναι καὶ μᾶλλον ἔνδοξα τοῦ προκειμένου, εἰ μέλλει διὰ τῶν γνωριμωτέρων τὸ ἧττον γνώριμον περαίνεσθαι.
因为如果论点不可信,结论就是可信的,因此,如果要想通过更熟悉的东西来得出较不熟悉的东西,所采用的前提就必须全都是可信的,并且比所提出的结论更可信。
Ὥστ᾿ εἴ τι μὴ τοιοῦτόν ἐστι τῶν ἐρωτωμένων, οὐ θετέον τῷ ἀποκρινομένῳ.
所以,如果被问到的东西有不属于这一类的,回答者就不应当承认。
Εἰ δ᾿ ἔνδοξος ἁπλῶς ἡ θέσις, δῆλον ὅτι τὸ συμπέρασμα ἁπλῶς ἄδοξον.
而如果论点是绝对可信的,显而易见结论就是绝对不可信的。
Θετέον οὖν τά τε δοκοῦντα πάντα, καὶ τῶν μὴ δοκούντων ὅσα ἧττόν ἐστιν ἄδοξα τοῦ συμπεράσματος· ἱκανῶς γὰρ ἂν δόξειε διειλέχθαι.
因此,凡是显得真实的东西都应当承认,而对于那些显得不真实的东西,凡是其不可信程度低于结论的,也都应当承认;因为这样一来,讨论就会显得很充分。
Ὁμοίως δὲ εἰ μήτ᾿ ἄδοξος μήτ᾿ ἔνδοξός ἐστιν ἡ θέσις· καὶ γὰρ οὕτως τά τε φαινόμενα ἅπαντα δοτέον, καὶ τῶν μὴ δοκούντων ὅσα μᾶλλον ἔνδοξα τοῦ συμπεράσματος· οὕτω γὰρ ἐνδοξοτέρους συμβήσεται τοὺς λόγους γίνεσθαι.
如果论点既非不可信也非可信,情况也是一样;因为在这种情况下,也应当承认所有显得真实的东西,而对于不显得真实的东西,凡是比结论更可信的,也都应当承认;因为这样一来,论证就会变得更可信。
Εἰ μὲν οὖν ἁπλῶς ἔνδοξον ἢ ἄδοξον τὸ κείμενον, πρὸς τὰ δοκοῦντα ἁπλῶς τὴν σύγκρισιν ποιητέον· εἰ δὲ μὴ ἁπλῶς ἔνδοξον ἢ ἄδοξον τὸ κείμενον ἀλλὰ τῷ ἀποκρινομένῳ, πρὸς αὐτὸν τὸ δοκοῦν καὶ μὴ δοκοῦν κρίνοντα θετέον ἢ οὐ θετέον.
因此,如果设定的论点是绝对可信或不可信的,就应当与绝对显得真实的东西进行比较;但如果设定的论点不是绝对可信或不可信,而是对回答者而言如此,他就应当根据自己所认为的真实或不真实来决定承认或不承认。
Ἂν δ᾿ ἑτέρου δόξαν διαφυλάττῃ ὁ ἀποκρινόμενος, δῆλον ὅτι πρὸς τὴν ἐκείνου διάνοιαν ἀποβλέποντα θετέον ἕκαστα καὶ ἀρνητέον.
如果回答者是在维护他人的观点,显然他应当看着那个人的思想来承认或拒绝每一件事。
Διὸ καὶ οἱ κομίζοντες ἀλλοτρίας δόξας, οἷον ἀγαθὸν καὶ κακὸν εἶναι ταὐτόν, καθάπερ Ἡράκλειτός φησιν, οὐ διδόασι μὴ παρεῖναι ἅμα τῷ αὐτῷ τἀναντία, οὐχ ὡς οὐ δοκοῦν αὐτοῖς τοῦτο, ἀλλ᾿ ὅτι καθ᾿ Ἡράκλειτον οὕτω λεκτέον.
因此,那些引入他人观点的人(例如像赫拉克利特所说的“善与恶是同一的”),并不承认相反者不能同时存在于同一事物中,这并不是因为他们自己不这样认为,而是因为根据赫拉克利特的观点必须这样说。
Ποιοῦσι δὲ τοῦτο καὶ οἱ παρ᾿ ἀλλήλων δεχόμενοι τὰς θέσεις· στοχάζονται γὰρ ὡς ἂν εἴπειεν ὁ θέμενος.
那些从彼此那里继承论点的人也是这样做的;因为他们的目标是像设定论点的人会说的那样去说。