Humanitext Reader

亚里士多德 · 论题篇 §8.3

第一原理的辩驳难度与前提接受标准

第 86 段,共 94 段 · 希腊语

内容简介

亚里士多德分析了由于缺乏定义,针对根本原理和最末端结论进行辩论的困难性,并指出在辩论练习与教学两种不同的脉络中要求承认前提的标准也不同。

§8.3Ἔστι δ᾿ ἐπιχειρεῖν τε χαλεπὸν καὶ ὑπέχειν ῥᾴδιον τὰς αὐτὰς ὑποθέσεις.
对于相同的假说(论点),往往既难以对其进行攻击,又容易对其进行维护。
Ἔστι δὲ τοιαῦτα τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα.
自然上在先的(根本原理)与最末端的结论就是这样的事物。
Τὰ μὲν γὰρ πρῶτα ὅρου δεῖται, τὰ δ᾿ ἔσχατα διὰ πολλῶν περαίνεται βουλομένῳ τὸ συνεχὲς λαμβάνειν ἀπὸ τῶν πρώτων, ἢ σοφισματώδη φαίνεται τὰ ἐπιχειρήματα· ἀδύνατον γὰρ ἀποδεῖξαί τι μὴ ἀρξάμενον ἀπὸ τῶν οἰκείων ἀρχῶν καὶ συνείραντα μέχρι τῶν ἐσχάτων.
因为最先的事物需要定义,而最末端的事物,对于想要从最先的事物中获取连续链条的人来说,需要通过许多步骤才能得出结论,否则其论证就会显得像是诡辩;因为如果不从适当的原理出发并一直连接到最末端的结论,就不可能证明任何事物。
Ὁρίζεσθαι μὲν οὖν οὔτ᾿ ἀξιοῦσιν οἱ ἀποκρινόμενοι, οὔτ᾿ ἂν ὁ ἐρωτῶν ὁρίζηται προσέχουσιν· μὴ γενομένου δὲ φανεροῦ τί ποτ᾿ ἐστὶ τὸ προκείμενον, οὐ ῥᾴδιον ἐπιχειρεῖν.
因此,回答者既不要求进行定义,即使提问者进行定义,他们也不予以注意;但在不明确所设定的课题究竟是什么的情况下,并不容易进行攻击。
Μάλιστα δὲ τὸ τοιοῦτον περὶ τὰς ἀρχὰς συμβαίνει· τὰ μὲν γὰρ ἄλλα διὰ τούτων δείκνυται, ταῦτα δ᾿ οὐκ ἐνδέχεται δι᾿ ἑτέρων, ἀλλ᾿ ἀναγκαῖον ὁρισμῷ τῶν τοιούτων ἕκαστον γνωρίζειν.
这种情况最容易发生在关于原理的问题上;因为其他事物都是通过原理来证明的,而原理自身却无法通过其他事物来证明,所以必须通过定义来认识这每一类原理。
Ἔστι δὲ δυσεπιχείρητα καὶ τὰ λίαν ἐγγὺς τῆς ἀρχῆς· οὐ γὰρ ἐνδέχεται πολλοὺς πρὸς αὐτὰ λόγους πορίσασθαι, ὀλίγων ὄντων τῶν ἀνὰ μέσον αὐτοῦ τε καὶ τῆς ἀρχῆς, δι᾿ ὧν ἀνάγκη δείκνυσθαι τὰ μετὰ ταῦτα.
那些非常接近原理的事物也同样难以进行攻击;因为在它自身与原理之间只有很少的中间环节,而其后的事物又必须通过这些环节来证明,所以不可能针对它们提供很多的论证。
Τῶν δὲ ὅρων δυσεπιχειρητότατοι πάντων εἰσὶν ὅσοι κέχρηνται τοιούτοις ὀνόμασιν, ἃ πρῶτον μὲν ἄδηλά ἐστιν εἴτε ἁπλῶς εἴτε πολλαχῶς λέγεται, πρὸς δὲ τούτοις μηδὲ γνώριμα πότερον κυρίως ἢ κατὰ μεταφορὰν ὑπὸ τοῦ ὁρισαμένου λέγεται.
在所有的定义中,最难攻击的是那些使用了以下名词的定义:首先,它们不明确是单义的还是多义的;其次,甚至不清楚定义者是在本义上还是在比喻义上使用这些词的。
Διὰ μὲν γὰρ τὸ ἀσαφῆ εἶναι οὐκ ἔχει ἐπιχειρήματα, διὰ δὲ τὸ ἀγνοεῖσθαι εἰ παρὰ τὸ κατὰ μεταφορὰν λέγεσθαι τοιαῦτ᾿ ἐστίν, οὐκ ἔχει ἐπιτίμησιν.
因为由于晦涩,攻击者无法获得论证的突破口;而由于不知道这是否是因为在比喻义上使用而导致的,攻击者也无法进行指责。
Ὅλως δὲ πᾶν πρόβλημα, ὅταν ᾖ δυσεπιχείρητον, ἢ ὅρου δεῖσθαι ὑποληπτέον, ἢ τῶν πολλαχῶς ἢ τῶν κατὰ μεταφορὰν εἶναι λεγομένων, ἢ οὐ πόρρω τῶν ἀρχῶν, ἢ διὰ τὸ μὴ φανερὸν εἶναι πρῶτον ἡμῖν τοῦτ᾿ αὐτό, κατὰ τίνα ποτὲ τῶν εἰρημένων τρόπον ἐστὶν ὃ τὴν ἀπορίαν παρέχεται·
总的来说,当任何问题难以攻击时,应当认为它要么需要定义,要么属于多义词或比喻词,要么距离原理不远,要么是因为我们自己首先不清楚究竟是上述哪一种方式产生了这一困难。
φανεροῦ γὰρ ὄντος τοῦ τρόπου δῆλον ὅτι ἢ ὁρίζεσθαι ἂν δέοι ἢ διαιρεῖσθαι ἢ τὰς ἀνὰ μέσον προτάσεις πορίζεσθαι· διὰ τούτων γὰρ δείκνυται τὰ ἔσχατα.
因为一旦这种方式变得明显,显然要么需要定义,要么需要划分,要么需要提供中间的前提;因为最末端的事物就是通过这些来证明的。
Πολλαῖς τε τῶν θέσεων μὴ καλῶς ἀποδιδομένου τοῦ ὁρισμοῦ οὐ ῥᾴδιον διαλέγεσθαι καὶ ἐπιχειρεῖν, οἷον πότερον ἓν ἑνὶ ἐναντίον ἢ πλείω·
在许多论点中,如果定义没有被很好地给出,就不容易进行讨论和攻击,例如:是一个事物只有一个相反者,还是有多个相反者。
ὁρισθέντων δὲ τῶν ἐναντίων κατὰ τρόπον ῥᾴδιον συμβιβάσαι πότερον ἐνδέχεται πλείω τῷ αὐτῷ εἶναι ἐναντία ἢ οὔ.
如果相反者被以适当的方式定义,那么就很容易合意地推导出,同一个事物是否可能拥有多个相反者。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁρισμοῦ δεομένων.
对于其他需要定义的事物也是同样的方法。
Ἔοικε δὲ καὶ ἐν τοῖς μαθήμασιν ἔνια δι᾿ ὁρισμοῦ ἔλλειψιν οὐ ῥᾳδίως γράφεσθαι, οἷον καὶ ὅτι ἡ παρὰ τὴν πλευρὰν τέμνουσα τὸ ἐπίπεδον ὁμοίως διαιρεῖ τήν τε γραμμὴν καὶ τὸ χωρίον.
在数学中,似乎也有些事物因为缺乏定义而难以被证明,例如:平行于底边切割平面图形的直线,以同样的方式分割直线和面积。
Τοῦ δὲ ὁρισμοῦ ῥηθέντος εὐθέως φανερὸν τὸ λεγόμενον· τὴν γὰρ αὐτὴν ἀνταναίρεσιν ἔχει τὰ χωρία καὶ αἱ γραμμαί· ἔστι δ᾿ ὁρισμὸς τοῦ αὐτοῦ λόγου οὗτος.
但是一旦说出了定义,所说的话就会立刻变得明显;因为面积和直线具有相同的“相互减去”关系,而这就是相同比例的定义。
Ἁπλῶς δὲ τὰ πρῶτα τῶν στοιχείων τιθεμένων μὲν τῶν ὁρισμῶν, οἷον τί γραμμὴ καὶ τί κύκλος, ῥᾷστα δεῖξαι, πλὴν οὐ πολλά γε πρὸς ἕκαστον ἔστι τούτων ἐπιχειρεῖν διὰ τὸ μὴ πολλὰ τὰ ἀνὰ μέσον εἶναι· ἂν δὲ μὴ τιθῶνται οἱ τῶν ἀρχῶν ὁρισμοί, χαλεπόν, τάχα δ᾿ ὅλως ἀδύνατον.
简而言之,如果在设定了基本元素的定义的情况下(例如:什么是线,什么是圆),最容易予以证明,只是对于这每一个元素不能进行很多的攻击,因为中间的环节并不多;但如果不设定原理的定义,那就会很困难,甚至可能完全不可能。
Ὁμοίως δὲ τούτοις καὶ ἐπὶ τῶν κατὰ τοὺς λόγους ἔχει.
这些情况也同样适用于关于言辞(定义与论证)的事物。
Οὔκουν δεῖ λανθάνειν, ὅταν δυσεπιχείρητος ᾖ ἡ θέσις, ὅτι πέπονθέ τι τῶν εἰρημένων.
因此,当论点难以被攻击时,决不能忽视它已经陷入了上述某一种情况。
Ὅταν δ᾿ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον ἔργον διαλεγῆναι ἢ τὴν θέσιν, διαπορήσειεν ἄν τις πότερον θετέον τὰ τοιαῦτα ἢ οὔ.
而当讨论公理和前提比讨论论点本身更费气力时,人们可能会产生疑问:是否应当承认这些前提。
Εἰ γὰρ μὴ θήσει ἀλλ᾿ ἀξιώσει καὶ πρὸς τοῦτο διαλέγεσθαι, μεῖζον προστάξει τοῦ ἐν ἀρχῇ κειμένου· εἰ δὲ θήσει, πιστεύσει ἐξ ἧττον πιστῶν.
因为如果他不承认,而是要求对前提也进行讨论,那么提问者所要求的任务就会比最初设定的课题还要庞大;而如果他承认,他就会基于更不可信的前提来相信。
Εἰ μὲν οὖν δεῖ μὴ χαλεπώτερον τὸ πρόβλημα ποιεῖν, θετέον, εἰ δὲ διὰ γνωριμωτέρων συλλογίζεσθαι, οὐ θετέον·
因此,如果要求不使问题变得更加困难,就应当承认;如果要求通过更熟悉的事物进行推论,就不应当承认。
ἢ τῷ μὲν μανθάνοντι οὐ θετέον, ἂν μὴ γνωριμώτερον ᾖ, τῷ δὲ γυμναζομένῳ θετέον, ἂν ἀληθὲς μόνον φαίνηται.
或者说,对于学习者,除非前提更熟悉,否则不应当承认;而对于练习者,只要它显得是真的,就应当承认。
Ὥστε φανερὸν ὅτι οὐχ ὁμοίως ἐρωτῶντί τε καὶ διδάσκοντι ἀξιωτέον τιθέναι.
所以显而易见,提问者(练习者)与教学者不应当以同样的方式要求对方承认前提。

词汇与语法注释

  1. 8.3Ἔστι δ᾿ ἐπιχειρεῖν τε χαλεπὸν καὶ ὑπέχειν ῥᾴδιον τὰς αὐτὰς ὑποθέσεις. — 动词 `Ἔστι`(有可能/有时)支配不定式短语 `ἐπιχειρεῖν τε ... καὶ ὑπέχειν ... τὰς αὐτὰς ὑποθέσεις`。其中的 `τὰς αὐτὰς ὑποθέσεις` 作为两个不定式 `ἐπιχειρεῖν`(攻击)与 `ὑπέχειν`(维护/辩护)的共同直接宾语。
  2. 8.3βουλομένῳ τὸ συνεχὲς λαμβάνειν ἀπὸ τῶν πρώτων — 与格分词 `βουλομένῳ` 充当关系与格(意为“对于想要……的人”)。`τὸ συνεχὲς`(连续链条)是 `λαμβάνειν` 的直接宾语,整句意为“对于想要从最先的事物中获取连续链条的人来说”。
  3. p.408τὴν αὐτὴν ἀνταναίρεσιν — 古希腊数学中与比例定义相关的专业术语。`ἀνταναίρεσις`(相互减去或交互扣除)指的是更替减法(anthyphairesis,类似于辗转相除法),在此处意指面积与直线具有“相同的比例关系”,因为它们经历了相同的相互减去过程。

引用这一段

亚里士多德, 论题篇 §8.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:8.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。