§8.2#2Οὐ μόνον δ᾿ ἐνισταμένου τοῦτο ποιητέον, ἀλλὰ κἂν ἄνευ ἐνστάσεως ἀρνῆται διὰ τὸ προορᾶν τι τῶν τοιούτων· ἀφαιρεθέντος γὰρ ἐν ᾧ ἡ ἔνστασις, ἀναγκασθήσεται τιθέναι διὰ τὸ μὴ προορᾶν ἐν τῷ λοιπῷ ἐπὶ τίνος οὐχ οὕτως· ἐὰν δὲ μὴ τιθῇ, ἀπαιτούμενος ἔνστασιν οὐ μὴ ἔχῃ ἀποδοῦναι.
这不仅应当在对方提出异议时去做,而且在对方没有提出异议、但因为预见到这类情况而予以否定时也应当去做;因为一旦去掉了产生异议的部分,由于对方无法预见在剩下的部分中在何种情况下不成立,他将不得不予以承认;而如果他不承认,那么当被要求提出异议时,他就无法给出。
Εἰσὶ δὲ τοιαῦται τῶν προτάσεων αἱ ἐπὶ τὶ μὲν ψευδεῖς ἐπὶ τὶ δ᾿ ἀληθεῖς· ἐπὶ τούτων γὰρ ἔστιν ἀφελόντα τὸ λοιπὸν ἀληθὲς καταλιπεῖν.
在前提中,有些是部分为假而部分为真的;因为对于这些前提,可以通过去掉假的部分,而留下剩下的部分作为真的。
Ἐὰν δ᾿ ἐπὶ πολλῶν προτείνοντος μὴ φέρῃ ἔνστασιν, ἀξιωτέον τιθέναι· διαλεκτικὴ γάρ ἐστι πρότασις πρὸς ἣν οὕτως ἐπὶ πολλῶν ἔχουσαν μὴ ἔστιν ἔνστασις.
如果当提问者在许多情况下提出时,对方不提出异议,就应当要求他承认;因为在许多情况下都是如此且对其没有异议的前提,就是辩证的前提。
Ὅταν δ᾿ ἐνδέχηται τὸ αὐτὸ ἄνευ τε τοῦ ἀδυνάτου καὶ διὰ τοῦ ἀδυνάτου συλλογίσασθαι, ἀποδεικνύντι μὲν καὶ μὴ διαλεγομένῳ οὐδὲν διαφέρει οὕτως ἢ ἐκείνως συλλογίσασθαι, διαλεγομένῳ δὲ πρὸς ἄλλον οὐ χρηστέον τῷ διὰ τοῦ ἀδυνάτου συλλογισμῷ.
当有可能既不通过不可能(归谬法)又通过不可能来推论同一件事时,对于进行证明而不是进行辩论的人来说,以这种方式还是那种方式推论并没有区别,但对于与他人进行辩论的人来说,则不应使用通过不可能进行的推论。
Ἄνευ μὲν γὰρ τοῦ ἀδυνάτου συλλογισαμένῳ οὐκ ἔστιν ἀμφισβητεῖν· ὅταν δὲ τὸ ἀδύνατον συλλογίσηται, ἂν μὴ λίαν ᾖ περιφανὲς ψεῦδος ὄν, οὐκ ἀδύνατόν φασιν εἶναι, ὥστ᾿ οὐ γίνεται τοῖς ἐρωτῶσιν ὃ βούλονται.
因为对于不用不可能进行推论的人,对方无法进行争辩;而当使用不可能推论时,除非那是非常明显的虚假,否则他们会声称那并非不可能,从而提问者无法得到他们想要的结果。
Δεῖ δὲ προτείνειν ὅσα ἐπὶ πολλῶν μὲν οὕτως ἔχει, ἔνστασις δὲ ἢ ὅλως μὴ ἔστιν ἢ μὴ ἐπιπολῆς τὸ συνιδεῖν· μὴ δυνάμενοι γὰρ συνορᾶν ἐφ᾿ ὧν οὐχ οὕτως, ὡς ἀληθὲς ὂν τιθέασιν.
应当提出那些在许多情况下都是如此,而异议或者根本不存在、或者不易看出的事物;因为当他们无法看出在哪些情况下不是如此时,就会将其作为真实而予以承认。
Οὐ δεῖ δὲ τὸ συμπέρασμα ἐρώτημα ποιεῖν· εἰ δὲ μή, ἀνανεύσαντος οὐ δοκεῖ γεγονέναι συλλογισμός.
并且不应当把结论做成提问;否则,如果对方予以否定,推论就显得没有成立。
Πολλάκις γὰρ καὶ μὴ ἐρωτῶντος ἀλλ᾿ ὡς συμβαῖνον ἐπιφέροντος ἀρνοῦνται, καὶ τοῦτο ποιοῦντες οὐ δοκοῦσιν ἐλέγχεσθαι τοῖς μὴ συνορῶσιν ὅ τι συμβαίνει ἐκ τῶν τεθέντων.
因为很多时候,即使提问者不提问而是将其作为结论引出,对方也会予以否定,而这样做时,对于那些看不出从已设前提中能得出什么结论的人来说,并不觉得对方被驳倒了。
Ὅταν οὖν μηδὲ φήσας συμβαίνειν ἐρωτήσῃ, ὁ δ᾿ ἀρνηθῇ, παντελῶς οὐ δοκεῖ γεγονέναι συλλογισμός.
因此,当提问者甚至没有说明这是结论就进行提问,而对方予以否定时,就完全显得推论没有成立。
Οὐ δοκεῖ δὲ πᾶν τὸ καθόλου διαλεκτικὴ πρότασις εἶναι οἷον τί ἐστιν ἄνθρωπος, ἢ ποσαχῶς λέγεται τἀγαθόν;
并非所有的全称命题都显得是辩证的前提,例如“人是什么? ”或“善是在多少种意义上被陈述的?
ἔστι γὰρ πρότασις διαλεκτικὴ πρὸς ἣν ἔστιν ἀποκρίνασθαι ναί ἢ οὔ· πρὸς δὲ τὰς εἰρημένας οὐκ ἔστιν.
”;因为辩证的前提是可以回答“是”或“否”的,而对于上述问题则无法做到。
Διὸ οὐ διαλεκτικά ἐστι τὰ τοιαῦτα τῶν ἐρωτημάτων, ἂν μὴ αὐτὸς διορίσας ἢ διελόμενος εἴπῃ, οἷον ἆρά γε τἀγαθὸν οὕτως ἢ οὕτως λέγεται;
因此,这类提问不是辩证的,除非自己加以限定或划分之后来说,例如“善是以这种方式还是以那种方式被陈述的?
πρὸς γὰρ τὰ τοιαῦτα ῥᾳδία ἡ ἀπόκρισις ἢ καταφήσαντι ἢ ἀποφήσαντι.
”;因为对于这类问题,无论是肯定还是否定,回答都是容易的。
Διὸ πειρατέον οὕτω προτείνειν τὰς τοιαύτας τῶν προτάσεων.
因此,应当尝试以这种方式提出这类前提。
Ἅμα δὲ καὶ δίκαιον ἴσως παρ᾿ ἐκείνου ζητεῖν ποσαχῶς λέγεται τἀγαθόν, ὅταν αὐτοῦ διαιρουμένου καὶ προτείνοντος μηδαμῶς συγχωρῇ.
同时,如果对方在自己进行划分和提出时,无论如何都不予以承认,那么此时或许也可以合理地要求他说明“善是在多少种意义上被陈述的”。
Ὅστις δ᾿ ἕνα λόγον πολὺν χρόνον ἐρωτᾷ, κακῶς πυνθάνεται.
任何对一个论证长时间进行提问的人,都是在进行糟糕的询问。
Εἰ μὲν γὰρ ἀποκρινομένου τοῦ ἐρωτωμένου τὸ ἐρωτώμενον, δῆλον ὅτι πολλὰ ἐρωτήματα ἐρωτᾷ ἢ πολλάκις ταὐτά, ὥστε ἢ ἀδολεσχεῖ ἢ οὐκ ἔχει συλλογισμόν· ἐξ ὀλίγων γὰρ πᾶς συλλογισμός· εἰ δὲ μὴ ἀποκρινομένου, ὅτι οὐκ ἐπιτιμᾷ ἢ ἀφίσταται.
因为如果被问者回答了所问的问题,提问者还继续提问,显然他提了许多问题或者多次重复同样的问题,从而要么是在闲扯,要么是没有推论(因为所有的推论都是由少数前提组成的);而如果被问者没有回答,提问者还继续提问,那是因为他没有指责对方或者没有退出。