§8.2#1Χρηστέον δ᾿ ἐν τῷ διαλέγεσθαι τῷ μὲν συλλογισμῷ πρὸς τοὺς διαλεκτικοὺς μᾶλλον ἢ πρὸς τοὺς πολλούς, τῇ δ᾿ ἐπαγωγῇ τοὐναντίον πρὸς τοὺς πολλοὺς μᾶλλον· εἴρηται δ᾿ ὑπὲρ τούτων καὶ πρότερον.
在进行辩论时,对辩证家应当更多地使用推理,而对普通大众则相反,应当更多地使用归纳;关于这些,此前已经谈过。
Ἔστι δὲ ἐπ᾿ ἐνίων μὲν ἐπάγοντα δυνατὸν ἐρωτῆσαι τὸ καθόλου, ἐπ᾿ ἐνίων δ᾿ οὐ ῥᾴδιον διὰ τὸ μὴ κεῖσθαι ταῖς ὁμοιότησιν ὄνομα πάσαις κοινόν· ἀλλ᾿ ὅταν δέῃ τὸ καθόλου λαβεῖν, οὕτως ἐπὶ πάντων τῶν τοιούτων φασίν·
在某些情况下,进行归纳的人可能提出全称问题,但在另一些情况下,由于没有给所有的相似性确立一个共同的名称,这并不容易;然而,当需要获得全称命题时,人们会说:“在所有这些情况下都是如此”。
τοῦτο δὲ διορίσαι τῶν χαλεπωτάτων, ὁποῖα τῶν προφερομένων τοιαῦτα καὶ ποῖα οὔ.
但是,在所提出的事物中,区分哪些是属于这一类、哪些不是,是最困难的事情之一。
Καὶ παρὰ τοῦτο πολλάκις ἀλλήλους παρακρούονται κατὰ τοὺς λόγους, οἱ μὲν φάσκοντες ὅμοια εἶναι τὰ μὴ ὄντα ὅμοια, οἱ δ᾿ ἀμφισβητοῦντες τὰ ὅμοια μὴ εἶναι ὅμοια.
正因为如此,他们在辩论中经常互相误导,有的人声称那些并不相似的东西是相似的,而另一些人则争辩说那些相似的东西并不相似。
Διὸ πειρατέον ἐπὶ πάντων τῶν τοιούτων ὀνοματοποιεῖν αὐτόν, ὅπως μήτε τῷ ἀποκρινομένῳ ἐξῇ ἀμφισβητεῖν ὡς οὐχ ὁμοίως τὸ ἐπιφερόμενον λέγεται, μήτε τῷ ἐρωτῶντι συκοφαντεῖν ὡς ὁμοίως λεγομένου, ἐπειδὴ πολλὰ τῶν οὐχ ὁμοίως λεγομένων ὁμοίως φαίνεται λέγεσθαι.
因此,在所有这些情况下,必须尝试自己创造名称,以便回答者既不能以所引用的情况不是以相似的意义被陈述为由进行争辩,提问者也不能以它是以相似的意义被陈述为由进行诡辩,因为许多不是以相似意义陈述的事情,往往看起来是以相似意义陈述的。
Ὅταν δ᾿ ἐπάγοντος ἐπὶ πολλῶν μὴ διδῷ τὸ καθόλου, τότε δίκαιον ἀπαιτεῖν ἔνστασιν.
但是,当在许多情况下进行归纳时,回答者仍不承认全称,那么此时要求其提出异议是合理的。
Μὴ εἰπόντα δ᾿ αὐτὸν ἐπὶ τίνων οὕτως, οὐ δίκαιον ἀπαιτεῖν ἐπὶ τίνων οὐχ οὕτως· δεῖ γὰρ ἐπάγοντα πρότερον οὕτω τὴν ἔνστασιν ἀπαιτεῖν.
但是,如果他自己没有说明在哪些情况下是如此,那么要求指出在哪些情况下不是如此是不合理的;因为必须先进行归纳,然后才以此方式要求提出异议。
Ἀξιωτέον τε τὰς ἐνστάσεις μὴ ἐπ᾿ αὐτοῦ τοῦ προτεινομένου φέρειν, ἐὰν μὴ ἓν μόνον ᾖ τὸ τοιοῦτον, καθάπερ ἡ δυὰς τῶν ἀρτίων μόνος ἀριθμὸς πρῶτος· δεῖ γὰρ τὸν ἐνιστάμενον ἐφ᾿ ἑτέρου τὴν ἔνστασιν φέρειν, ἢ λέγειν ὅτι τοῦτο μόνον τοιοῦτο.
还应当要求,不能针对提议的项本身提出异议,除非这种事物仅此一个,正如在偶数中“二”是唯一的素数一样;因为反对者必须针对其他事物提出异议,或者声明只有这一个事物是这样的。
Πρὸς δὲ τοὺς ἐνισταμένους τῷ καθόλου, μὴ ἐν αὐτῷ δὲ τὴν ἔνστασιν φέροντας ἀλλ᾿ ἐν τῷ ὁμωνύμῳ, οἷον ὅτι ἔχοι ἄν τις τὸ μὴ αὑτοῦ χρῶμα ἢ πόδα ἢ χεῖρα (ἔχοι γὰρ ἂν ὁ ζωγράφος χρῶμα καὶ ὁ μάγειρος πόδα τὸν μὴ αὑτοῦ) διελόμενον οὖν ἐπὶ τῶν τοιούτων ἐρωτητέον· λανθανούσης γὰρ τῆς ὁμωνυμίας εὖ δόξει ἐνστῆναι τῇ προτάσει.
但对于那些反对全称命题、却不是在事物本身中而是在其同音异义词中提出异议的人——例如,认为某人可能拥有不属于他自己的颜色、脚或手(因为画家可能拥有不属于他自己的颜色,厨师拥有不属于他自己的脚)——因此在这些情况下,必须在做出划分之后进行提问;因为如果同音异义性被忽视,针对该前提的异议就会显得是成功的。
Ἐὰν δὲ μὴ ἐν τῷ ὁμωνύμῳ ἀλλ᾿ ἐν αὐτῷ ἐνιστάμενος κωλύῃ τὴν ἐρώτησιν, ἀφαιροῦντα δεῖ ἐν ᾧ ἡ ἔνστασις προτείνειν τὸ λοιπὸν καθόλου ποιοῦντα, ἕως ἂν λάβῃ τὸ χρήσιμον.
但是,如果他不是在同音异义词中,而是在事物本身中提出异议以阻碍提问,那么就必须去掉产生异议的部分,将剩下的部分作为全称命题提出,直到获得有用的东西。
Οἷον ἐπὶ τῆς λήθης καὶ τοῦ ἐπιλελῆσθαι· οὐ γὰρ συγχωροῦσι τὸν ἀποβεβληκότα ἐπιστήμην ἐπιλελῆσθαι, διότι μεταπεσόντος τοῦ πράγματος ἀποβέβληκε μὲν τὴν ἐπιστήμην, ἐπιλέλησται δ᾿ οὔ.
例如,关于遗忘和忘却:人们不承认失去知识的人就是忘却了,因为当事情发生变化时,他确实失去了知识,但并没有忘却。
Ῥητέον οὖν ἀφελόντα ἐν ᾧ ἡ ἔνστασις τὸ λοιπόν, οἷον εἰ διαμένοντος τοῦ πράγματος ἀποβέβληκε τὴν ἐπιστήμην, διότι ἐπιλέλησται.
因此,应当去掉产生异议的部分而陈述剩下的部分,例如,如果事情在持续期间失去了知识,那么他就是忘却了。
Ὁμοίως δὲ καὶ πρὸς τοὺς ἐνισταμένους διότι τῷ μείζονι ἀγαθῷ μεῖζον ἀντίκειται κακόν· προφέρουσι γὰρ ὅτι τῇ ὑγιείᾳ, ἐλάττονι ὄντι ἀγαθῷ τῆς εὐεξίας, μεῖζον κακὸν ἀντίκειται· τὴν γὰρ νόσον μεῖζον κακὸν εἶναι τῆς καχεξίας.
同样,对于那些反对“更大的善对立于更大的恶”的人也是如此;因为他们提出异议说,健康是比强健体魄较小的善,但与其对立的却是更大的恶,因为疾病是比体质虚弱更大的恶。
Ἀφαιρετέον οὖν καὶ ἐπὶ τούτου ἐν ᾧ ἡ ἔνστασις· ἀφαιρεθέντος γὰρ μᾶλλον ἂν θείη, οἷον ὅτι τῷ μείζονι ἀγαθῷ μεῖζον κακὸν ἀντίκειται, ἐὰν μὴ συνεπιφέρῃ θάτερον θάτερον, καθάπερ ἡ εὐεξία τὴν ὑγίειαν.
因此,在这种情况下也必须去掉产生异议的部分;因为一旦去掉它,回答者就更容易同意,例如,更大的善对立于更大的恶,除非其中一者伴随着另一者,正如强健体魄伴随着健康。