§8.1#2Χρὴ δὲ καὶ ὁρισμῷ λαμβάνειν, ἐφ᾿ ὧν ἐνδέχεται, τὴν καθόλου πρότασιν, μὴ ἐπ᾿ αὐτῶν ἀλλ᾿ ἐπὶ τῶν συστοίχων·
在可能的情况下,必须通过定义来采纳全称命题,但不要在事物本身中,而要在它们的同系词中;因为当定义在同系词中被采纳时,人们会欺骗自己,以为自己并没有承认那个全称。
παραλογίζονται γὰρ ἑαυτούς, ὅταν ἐπὶ συστοίχου ληφθῇ ὁ ὁρισμός, ὡς οὐ τὸ καθόλου συγχωροῦντες, οἷον εἰ δέοι λαβεῖν ὅτι ὁ ὀργιζόμενος ὀρέγεται τιμωρίας διὰ φαινομένην ὀλιγωρίαν, ληφθείη δ᾿ ἡ ὀργὴ ὄρεξις εἶναι τιμωρίας διὰ φαινομένην ὀλιγωρίαν· δῆλον γὰρ ὅτι τούτου ληφθέντος ἔχοιμεν ἂν καθόλου ὃ προαιρούμεθα.
例如,如果需要获得“愤怒者因显而易见的轻蔑而渴望复仇”这一前提,而把愤怒采纳为“因显而易见的轻蔑而对复仇的渴望”;因为显然,一旦采纳了这一点,我们就得到了我们所期望的全称前提。
Τοῖς δ᾿ ἐπ᾿ αὐτῶν προτείνουσι πολλάκις ἀνανεύειν συμβαίνει τὸν ἀποκρινόμενον διὰ τὸ μᾶλλον ἔχειν ἐπ᾿ αὐτοῦ τὴν ἔνστασιν, οἷον ὅτι ὁ ὀργιζόμενος οὐκ ὀρέγεται τιμωρίας· τοῖς γὰρ γονεῦσιν ὀργιζόμεθα μέν, οὐκ ὀρεγόμεθα δὲ τιμωρίας.
但对于那些在事物本身中提出的人来说,回答者往往会予以拒绝,因为他在事物本身上更容易找到异议,例如,愤怒者并不渴望复仇;因为我们虽然对父母发怒,却不渴望复仇。
Ἴσως μὲν οὖν οὐκ ἀληθὴς ἡ ἔνστασις· παρ᾿ ἐνίων γὰρ ἱκανὴ τιμωρία τὸ λυπῆσαι μόνον καὶ ποιῆσαι μεταμέλεσθαι· οὐ μὴν ἀλλ᾿ ἔχει τι πιθανὸν πρὸς τὸ μὴ δοκεῖν ἀλόγως ἀρνεῖσθαι τὸ προτεινόμενον.
或许,这一异议确实并不真实;因为对某些人来说,仅仅给予痛苦并使其后悔就是足够的复仇;然而,它具有某种说服力,以至于看起来并不是无理地否认所提的内容。
Ἐπὶ δὲ τοῦ τῆς ὀργῆς ὁρισμοῦ οὐχ ὁμοίως ῥᾴδιόν ἐστιν εὑρεῖν ἔνστασιν.
但是,对于愤怒的定义本身,要找到异议就不那么容易了。
Ἔτι τὸ προτείνειν μὴ ὡς δι᾿ αὐτὸ ἀλλ᾿ ἄλλου χάριν προτείνοντα· εὐλαβοῦνται γὰρ τὰ πρὸς τὴν θέσιν χρήσιμα.
此外,在提出时,不要像是为了它本身,而是为了其他目的而提出;因为他们对那些对论点有用的前提存有戒心。
Ἁπλῶς δ᾿ εἰπεῖν, ὅτι μάλιστα ποιεῖν ἄδηλον πότερον τὸ προτεινόμενον ἢ τὸ ἀντικείμενον βούλεται λαβεῖν· ἀδήλου γὰρ ὄντος τοῦ πρὸς τὸν λόγον χρησίμου μᾶλλον τὸ δοκοῦν αὑτοῖς τιθέασιν.
简单来说,要尽可能使人看不清是想要获得所提的前提还是其相反的前提;因为当对论证有用的前提不明朗时,他们更愿意确立自己认为合适的东西。
Ἔτι διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι· καὶ γὰρ πιθανὸν καὶ λανθάνει μᾶλλον τὸ καθόλου.
此外,要通过类似性进行询问;因为这既具有说服力,又更容易隐瞒全称。
Οἷον ὅτι ὥσπερ ἐπιστήμη καὶ ἄγνοια τῶν ἐναντίων ἡ αὐτή, οὕτω καὶ αἴσθησις τῶν ἐναντίων ἡ αὐτή, ἢ ἀνάπαλιν, ἐπειδὴ αἴσθησις ἡ αὐτή, καὶ ἐπιστήμη.
例如,正如关于相反事物的知识和无知是同一的,关于相反事物的感觉也是同一的,或者反过来,因为感觉是同一的,知识也是同一的。
Τοῦτο δ᾿ ἐστὶν ὅμοιον ἐπαγωγῇ, οὐ μὴν ταὐτόν γε· ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν καθ᾿ ἕκαστα τὸ καθόλου λαμβάνεται, ἐπὶ δὲ τῶν ὁμοίων οὐκ ἔστι τὸ λαμβανόμενον τὸ καθόλου, ὑφ᾿ ὃ πάντα τὰ ὅμοιά ἐστιν.
这类似于归纳,但并不完全相同;因为在归纳中,全称是从个别事物中获得的,而在类似的事物中,所获得的并不是所有类似事物都归属于其下的那个全称。
Δεῖ δὲ καὶ αὐτόν ποτε αὑτῷ ἔνστασιν φέρειν· ἀνυπόπτως γὰρ ἔχουσιν οἱ ἀποκρινόμενοι πρὸς τοὺς δοκοῦντας δικαίως ἐπιχειρεῖν.
有时也必须自己对自己提出异议;因为对于那些似乎公正地进行反驳的人,回答者是没有戒心的。
Χρήσιμον δὲ καὶ τὸ ἐπιλέγειν ὅτι σύνηθες καὶ λεγόμενον τὸ τοιοῦτον· ὀκνοῦσι γὰρ κινεῖν τὸ εἰωθὸς ἔνστασιν μὴ ἔχοντες.
同样有用的还有,附加说明这是常见且常说的事情;因为在没有异议的情况下,人们不愿改变习惯的做法。
Ἅμα δὲ καὶ τῷ χρῆσθαι καὶ αὐτοὶ τοῖς τοιούτοις φυλάττονται κινεῖν αὐτά.
同时,因为他们自己也使用这些东西,他们会小心不去动摇它们。
Ἔτι τὸ μὴ σπουδάζειν, κἂν ὅλως χρήσιμον ᾖ· πρὸς γὰρ τοὺς σπουδάζοντας μᾶλλον ἀντιτείνουσιν.
此外,即使它非常有用,也不要表现得极其热切;因为对于那些表现得热切的人,他们会更加反抗。
Καὶ τὸ ὡς ἐν παραβολῇ προτείνειν· τὸ γὰρ δι᾿ ἄλλο προτεινόμενον καὶ μὴ δι᾿ αὑτὸ χρήσιμον τιθέασι μᾶλλον.
还要像在比较中那样提出;因为对于为了其他目的而不是为了其自身而被提出的东西,他们更容易确立。
Ἔτι μὴ αὐτὸ προτείνειν ὃ δεῖ ληφθῆναι, ἀλλ᾿ ᾧ τοῦτο ἕπεται ἐξ ἀνάγκης· μᾶλλόν τε γὰρ συγχωροῦσι διὰ τὸ μὴ ὁμοίως ἐκ τούτου φανερὸν εἶναι τὸ συμβησόμενον, καὶ ληφθέντος τούτου εἴληπται κἀκεῖνο.
此外,不要直接提出应该被采纳的那个东西,而是提出它所必然伴随的东西;因为由于从中产生的后果不那么明显,他们更容易同意,而且一旦这个被采纳了,那个也就被采纳了。
Καὶ τὸ ἐπ᾿ ἐσχάτῳ ἐρωτᾶν ὃ μάλιστα βούλεται λαβεῖν· μάλιστα γὰρ τὰ πρῶτα ἀνανεύουσι διὰ τὸ τοὺς πλείστους τῶν ἐρωτώντων πρῶτα λέγειν περὶ ἃ μάλιστα σπουδάζουσιν.
还要在最后提问最想获得的东西;因为人们最容易拒绝最先提出的东西,这是因为大多数提问者最先说出自己最热切关注的事情。
Πρὸς ἐνίους δὲ πρῶτα τὰ τοιαῦτα προτείνειν· οἱ γὰρ δύσκολοι τὰ πρῶτα μάλιστα συγχωροῦσιν, ἂν μὴ παντελῶς φανερὸν ᾖ τὸ συμβησόμενον, ἐπὶ τελευτῆς δὲ δυσκολαίνουσιν.
不过,对某些人,应该最先提出这类东西;因为脾气执拗的人最容易同意最先提出的东西,除非后果完全显而易见,但在最后他们会变得刁难。
Ὁμοίως δὲ καὶ ὅσοι οἴονται δριμεῖς εἶναι ἐν τῷ ἀποκρίνεσθαι· θέντες γὰρ τὰ πλεῖστα ἐπὶ τέλους τερθρεύονται ὡς οὐ συμβαίνοντος ἐκ τῶν κειμένων· τιθέασι δὲ προχείρως, πιστεύοντες τῇ ἕξει καὶ ὑπολαμβάνοντες οὐδὲν πείσεσθαι.
同样,那些自认为回答敏捷的人也是如此;因为在同意了绝大多数前提之后,他们在最后会诡辩说,结论并没有从已确立的前提中产生;但他们之前确立得很爽快,因为他们信任自己的能力,并认为自己不会遭受损失。
Ἔτι τὸ μηκύνειν καὶ παρεμβάλλειν τὰ μηδὲν χρήσιμα πρὸς τὸν λόγον, καθάπερ οἱ ψευδογραφοῦντες· πολλῶν γὰρ ὄντων ἄδηλον ἐν ὁποίῳ τὸ ψεῦδος.
此外,要拉长论证,并插入对论证毫无用处的内容,就像绘制错误几何图的人那样;因为当东西很多时,就不清楚错误在哪一个里面。
Διὸ καὶ λανθάνουσιν ἐνίοτε οἱ ἐρωτῶντες ἐν παραβύστῳ προστιθέντες ἃ καθ᾿ αὑτὰ προτεινόμενα οὐκ ἂν τεθείη.
因此,提问者有时会在暗中蒙蔽,加入一些如果单独提出就不会被确立的内容。
Εἰς μὲν οὖν κρύψιν τοῖς εἰρημένοις χρηστέον, εἰς δὲ κόσμον ἐπαγωγῇ καὶ διαιρέσει τῶν συγγενῶν.
那么,为了隐瞒,必须使用上述方法;而为了装点,则应使用归纳和同族事物的划分。
Ἡ μὲν οὖν ἐπαγωγὴ ὁποῖον τί ἐστι δῆλον, τὸ δὲ διαιρεῖσθαι τοιοῦτον οἷον ὅτι ἐπιστήμη ἐπιστήμης βελτίων ἢ τῷ ἀκριβεστέρα εἶναι ἢ τῷ βελτιόνων, καὶ ὅτι τῶν ἐπιστημῶν αἱ μὲν θεωρητικαὶ αἱ δὲ πρακτικαὶ αἱ δὲ ποιητικαί.
归纳是什么自然很清楚;而划分则是指,例如,一门知识优于另一门知识,要么是因为它更精确,要么是因为它的对象更好;又如,在知识中,有些是理论性的,有些是实践性的,有些是生产性的。
Τῶν γὰρ τοιούτων ἕκαστον συνεπικοσμεῖ μὲν τὸν λόγον, οὐκ ἀναγκαῖα δὲ ῥηθῆναι πρὸς τὸ συμπέρασμα.
因为这些内容中的每一项都能装点论证,但对于得出结论来说并不是必须要说的。
Εἰς δὲ σαφήνειαν παραδείγματα καὶ παραβολὰς οἰστέον, παραδείγματα δὲ οἰκεῖα καὶ ἐξ ὧν ἴσμεν, οἷα Ὅμηρος, μὴ οἷα Χοιρίλος· οὕτω γὰρ ἂν σαφέστερον εἴη τὸ προτεινόμενον.
而为了清晰起见,必须引入实例和比喻,实例应当是亲切熟知且来自我们所知道的,比如荷马的作品,而不是像霍里洛斯的作品那样的;因为这样,所提出的内容就会更加清晰。