Humanitext Reader

亚里士多德 · 论题篇 §8.11#2

对论证本身的五种批评标准与推论的冗余

第 91 段,共 94 段 · 希腊语

内容简介

亚里士多德提出了对论证本身进行批评的五种标准,并区分了针对提出问题的批评与针对论证本身的批评。他还讨论了前提与结论之间的关系、各种论证类型以及推论中冗长冗余的错误。

§8.11#2Καθ᾿ αὑτὸν δὲ τῷ λόγῳ πέντ᾿ εἰσὶν ἐπιτιμήσεις, πρώτη μὲν ὅταν ἐκ τῶν ἐρωτωμένων μὴ συμπεραίνηται μήτε τὸ προτεθὲν μήτε ὅλως μηδὲν ὄντων ψευδῶν ἢ ἀδόξων, ἢ ἁπάντων ἢ τῶν πλείστων, ἐν οἷς τὸ συμπέρασμα, καὶ μήτ᾿ ἀφαιρεθέντων τινῶν μήτε προστεθέντων μηδὲ τῶν μὲν ἀφαιρεθέντων τῶν δὲ προστεθέντων γίνηται τὸ συμπέρασμα.
对论证本身的批评有五种:第一种是,从被提问的前提中既得不出所提出的结论,也完全得不出任何结论,而作为结论依据的前提全部或大部分是虚假的或不合常理的,并且无论去掉一些前提、增加一些前提,还是去掉一些并增加一些,结论都无法成立。
Δευτέρα δὲ εἰ πρὸς τὴν θέσιν μὴ γίνοιτο ὁ συλλογισμὸς ἐκ τοιούτων τε καὶ οὕτως ὡς εἴρηται πρότερον.
第二种是,针对该论点的推论并非来自前文所述的那种前提,也不是以那样的方式进行的。
Τρίτη δ᾿ εἰ προστεθέντων τινῶν γίνοιτο συλλογισμός, ταῦτα δ᾿ εἴη χείρω τῶν ἐρωτηθέντων καὶ ἧττον ἔνδοξα τοῦ συμπεράσματος.
第三种是,如果通过增加一些前提可以做出推论,但这些前提比被提问的前提更差,且比结论更不合常理。
Πάλιν εἰ ἀφαιρεθέντων τινῶν· ἐνίοτε γὰρ πλείω λαμβάνουσι τῶν ἀναγκαίων, ὥστε οὐ τῷ ταῦτ᾿ εἶναι γίνεται ὁ συλλογισμός.
第四种是,如果去掉一些前提;因为有时人们假定了超出必要的前提,以至于推论的成立并非因为这些前提的存在。
Ἔτι εἰ ἐξ ἀδοξοτέρων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος, ἢ εἰ ἐξ ἀληθῶν ἀλλὰ πλείονος ἔργου δεομένων ἀποδεῖξαι τοῦ προβλήματος.
此外第五种是,如果推论是从比结论更不合常理且更不可信的前提做出的,或者虽然是从真的前提做出,但需要花费更多的劳力来证明该问题。
Οὐ δεῖ δὲ πάντων τῶν προβλημάτων ὁμοίως ἀξιοῦν τοὺς συλλογισμοὺς ἐνδόξους εἶναι καὶ πιθανούς· φύσει γὰρ εὐθὺς ὑπάρχει τὰ μὲν ῥᾴω τὰ δὲ χαλεπώτερα τῶν ζητουμένων, ὥστε ἂν ἐξ ὧν ἐνδέχεται μάλιστα ἐνδόξων συμβιβάσῃ, διείλεκται καλῶς.
但是,不应该要求对所有问题的推论都同样地合乎常理和具有说服力;因为在探求的问题中,本性上有些更容易,有些更困难,所以如果有人能从尽可能最合乎常理的前提中得出结论,他就已经很好地进行了讨论。
Φανερὸν οὖν ὅτι οὐδὲ λόγῳ ἡ αὐτὴ ἐπιτίμησις πρός τε τὸ προβληθὲν καὶ καθ᾿ αὑτόν.
因此,显而易见,对论证本身与对针对所提出问题的论证的批评是不一样的。
Οὐδὲν γὰρ κωλύει καθ᾿ αὑτὸν μὲν εἶναι τὸν λόγον ψεκτόν, πρὸς δὲ τὸ πρόβλημα ἐπαινετόν, καὶ πάλιν ἀντεστραμμένως καθ᾿ αὑτὸν μὲν ἐπαινετόν, πρὸς δὲ τὸ πρόβλημα ψεκτόν, ὅταν ἐκ πολλῶν ᾖ ῥᾴδιον ἐνδόξων συμπεράνασθαι καὶ ἀληθῶν.
因为没有什么能阻止论证本身是应受责备的,但针对该问题却是值得赞扬的;反之,当很容易从许多合乎常理且真的前提中得出结论时,论证本身是值得赞扬的,但针对该问题却是应受责备的。
Εἴη δ᾿ ἄν ποτε λόγος καὶ συμπεπερασμένος μὴ συμπεπερασμένου χείρων, ὅταν ὁ μὲν ἐξ εὐηθῶν συμπεραίνηται μὴ τοιούτου τοῦ προβλήματος ὄντος, ὁ δὲ προσδέηται τοιούτων ἅ ἐστιν ἔνδοξα καὶ ἀληθῆ, καὶ μὴ ἐν τοῖς προσλαμβανομένοις ᾖ ὁ λόγος.
有时,一个得出结论的论证可能会比一个未得出结论的论证更糟,当面对并非那类问题时,前者是从愚蠢的前提得出结论,而后者虽然还需要其他合乎常理且真的前提,但论证的缺陷并不在于这些需追加的前提中。
Τοῖς δὲ διὰ ψευδῶν ἀληθὲς συμπεραινομένοις οὐ δίκαιον ἐπιτιμᾶν· ψεῦδος μὲν γὰρ ἀεὶ ἀνάγκη διὰ ψεύδους συλλογίζεσθαι, τὸ δ᾿ ἀληθὲς ἔστι καὶ διὰ ψευδῶν ποτὲ συλλογίζεσθαι.
然而,对于那些通过假前提得出真结论的人进行批评是不公正的;因为假结论固然总是必须通过假前提来推论,但真结论有时也可以通过假前提来推论。
Φανερὸν δ᾿ ἐκ τῶν ἀναλυτικῶν.
这从《分析篇》中是很明显的。
Ὅταν δ᾿ ἀπόδειξις ᾖ τινὸς ὁ εἰρημένος λόγος, εἰ τί ἐστιν ἄλλο πρὸς τὸ συμπέρασμα μηδαμῶς ἔχον, οὐκ ἔσται παρὰ ἐκείνου συλλογισμός· ἂν δὲ φαίνηται, σόφισμα ἔσται, οὐκ ἀπόδειξις.
当所述的论证是对某事的证明时,如果前提中含有与结论毫无关系的其它东西,那么它就不是从这些前提做出的推论;如果它看起来是这样,那它将是诡辩,而不是证明。
Ἔστι δὲ φιλοσόφημα μὲν συλλογισμὸς ἀποδεικτικός, ἐπιχείρημα δὲ συλλογισμὸς διαλεκτικός, σόφισμα δὲ συλλογισμὸς ἐριστικός, ἀπόρημα δὲ συλλογισμὸς διαλεκτικὸς ἀντιφάσεως.
哲学论证是证明性的推论,辩证论证是辩证的推论,诡辩是争斗性的推论,佯谬是关于矛盾的辩证推论。
Εἰ δ᾿ ἐξ ἀμφοτέρων τι δοκούντων δειχθείη, μὴ ὁμοίως δὲ δοκούντων, οὐδὲν κωλύει τὸ δειχθὲν μᾶλλον ἑκατέρου δοκεῖν.
如果从两个都看似可信、但可信程度不同的前提中证明了某事,没有什么能阻止所证明的结论比其中任何一个前提都更可信。
Ἀλλ᾿ εἰ τὸ μὲν δοκοίη τὸ δὲ μηδετέρως, ἢ εἰ τὸ μὲν δοκοίη τὸ δὲ μὴ δοκοίη, εἰ μὲν ὁμοίως, ὁμοίως ἂν εἴη καὶ μή, εἰ δὲ μᾶλλον θάτερον, ἀκολουθήσει τῷ μᾶλλον.
但是,如果一个前提可信而另一个中立,或者一个前提可信而另一个不可信,如果它们程度相同,结论也同样可信或不可信;但如果其中一个程度更深,结论将遵循程度更深的那一个。
Ἔστι δέ τις ἁμαρτία καὶ αὕτη περὶ τοὺς συλλογισμούς, ὅταν δείξῃ διὰ μακροτέρων, ἐνὸν δι᾿ ἐλαττόνων καὶ ἐν τῷ λόγῳ ὑπαρχόντων, οἷον ὅτι ἐστὶ δόξα μᾶλλον ἑτέρα ἑτέρας, εἴ τις αἰτήσαιτο αὐτοέκαστον μάλιστ᾿ εἶναι, εἶναι δὲ δοξαστὸν ἀληθῶς αὐτό, ὥστε τῶν τινῶν μᾶλλον εἶναι αὐτό· πρὸς δὲ τὸ μᾶλλον μᾶλλον τὸ λεγόμενον εἶναι· εἶναι δὲ καὶ αὐτοδόξαν ἀληθῆ, ἣ ἔσται μᾶλλον ἀκριβὴς τῶν τινῶν· ᾔτηται δὲ καὶ αὐτοδόξαν ἀληθῆ εἶναι καὶ αὐτοέκαστον μάλιστ᾿ εἶναι· ὥστε αὕτη ἡ δόξα ἡ μάλιστα ἀληθὴς ἀκριβεστέρα ἐστίν.
在推论中也有这样一种错误,即当本可以通过更少且已存在于论证中的前提进行证明时,却通过更长的步骤来进行证明;例如,为了证明一个意见比另一个更是一个意见,如果有人要求假设每个事物自身存在于最高程度,并且该事物自身是真正的意见对象,从而它比具体的意见对象更存在;而且对于“更如何”的东西,与之相对应而被谈论的东西也更如何;并且还存在着一个真的意见自身,它比具体的意见更精确;而既然已经假设了存在一个真的意见自身,也假设了每个事物自身存在于最高程度;因此,这个最真的意见更为精确。
Τίς δὲ ἡ μοχθηρία;
那么这里的缺陷是什么呢?
ἢ ὅτι ποιεῖ, παρ᾿ ὃ ὁ λόγος, λανθάνειν τὸ αἴτιον.
不就是它使得作为论证根据的原因被隐藏起来了吗?

词汇与语法注释

  1. §8.11#2τῷ λόγου — 各个抄本和校勘本中存在 `τοῦ λόγου` 或 `τῷ λόγῳ` 等异文。在此处与 `καθ᾿ αὑτὸν`(其自身)结合,表示针对“论证本身”进行的批评,独立于回答者的态度。
  2. §8.11#2ὄντων ψευδῶν ἢ ἀδόξων — 这是不带显式名词的属格独立结构(genitive absolute),指代前述被提问的前提(`τῶν ἐρωτωμένων`),表示条件或让步:“当它们(前提)是虚假或不合常理的时候”。
  3. §8.11#2ἐνὸν — 这是非人称动词 `ἔνεστι`(可能)的中性单数现在分词形式,用于宾格独立结构(accusative absolute),表示让步意义:“虽然(用更少的前提证明)是可能的”。
  4. §8.11#2πρὸς δὲ τὸ μᾶλλον μᾶλλον τὸ λεγόμενον εἶναι — 受 `αἰτήσαιτο`(假设)支配的极度压缩的带宾格的不定式结构。它陈述了一个比例规则:“相对于更如何者,与其相对应而被谈论者也更如何”。

引用这一段

亚里士多德, 论题篇 §8.11#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:8.11%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。