§8.12Λόγος δ᾿ ἐστὶ δῆλος ἕνα μὲν τρόπον καὶ δημοσιώτατον, ἐὰν ᾖ συμπεπερασμένος οὕτως ὥστε μηδὲν δεῖν ἐπερωτῆσαι· ἕνα δέ, καὶ ὃς μάλιστα λέγεται, ὅταν εἰλημμένα μὲν ᾖ ἐξ ὧν ἀναγκαῖον εἶναι, ᾖ δὲ διὰ συμπερασμάτων συμπεραινόμενα· ἔτι εἰ ἐλλείπει σφόδρα ἐνδόξων.
论证是明白的,其一种最普通的方式是,如果它被得出结论,以至于不需要再提问任何别的问题;另一种最常被说起的方式是,当作为其必要根据的前提已被接受,且这些前提是通过中间结论被得出的;此外,如果它缺乏极具常理的前提。
Ψευδὴς δὲ λόγος καλεῖται τετραχῶς, ἕνα μὲν τρόπον ὅταν φαίνηται συμπεραίνεσθαι μὴ συμπεραινόμενος, ὃς καλεῖται ἐριστικὸς συλλογισμός· ἄλλον δὲ ὅταν συμπεραίνηται μὲν μὴ μέντοι πρὸς τὸ προκείμενον, ὅπερ συμβαίνει μάλιστα τοῖς εἰς τὸ ἀδύνατον ἄγουσιν· ἢ πρὸς τὸ προκείμενον μὲν συμπεραίνηται, μὴ μέντοι κατὰ τὴν οἰκείαν μέθοδον.
虚假的论证有四种称呼方式:第一种方式是,当它看似得出结论其实不然,这被称为争斗性的推论;另一种是,当它虽然得出结论,但并非针对所提出的问题,这最常发生在归谬法中;或者是针对所提出的问题得出结论,但并非按照其特有的方法。
Τοῦτο δ᾿ ἐστίν, ὅταν μὴ ὢν ἰατρικὸς δοκῇ ἰατρικὸς εἶναι ἢ γεωμετρικὸς μὴ ὢν γεωμετρικὸς ἢ διαλεκτικὸς μὴ ὢν διαλεκτικός, ἄν τε ψεῦδος ἄν τ᾿ ἀληθὲς ᾖ τὸ συμβαῖνον.
这发生在虽然不是医学论证却显得是医学论证,或者不是几何学论证却显得是几何学论证,或者不是辩证论证却显得是辩证论证的时候,而无论其结论是真还是假。
Ἄλλον δὲ τρόπον ἐὰν διὰ ψευδῶν συμπεραίνηται.
另一种方式是,如果它是通过假前提得出推论的。
Τούτου δ᾿ ἔσται ποτὲ μὲν τὸ συμπέρασμα ψεῦδος, ποτὲ δ᾿ ἀληθές· τὸ μὲν γὰρ ψεῦδος ἀεὶ διὰ ψευδῶν περαίνεται, τὸ δ᾿ ἀληθὲς ἐγχωρεῖ καὶ μὴ ἐξ ἀληθῶν, ὥσπερ εἴρηται καὶ πρότερον.
对此,有时结论会是假的,有时会是真的;因为假结论固然总是通过假前提推得的,但真结论也可以从非真的前提中推得,这在前面已经说过了。
Τὸ μὲν οὖν ψευδῆ τὸν λόγον εἶναι τοῦ λέγοντος ἁμάρτημα μᾶλλον ἢ τοῦ λόγου, καὶ οὐδὲ τοῦ λέγοντος ἀεί, ἀλλ᾿ ὅταν λανθάνῃ αὐτόν, ἐπεὶ καθ᾿ αὐτόν γε πολλῶν ἀληθῶν ἀποδεχόμεθα μᾶλλον, ἂν ἐξ ὅτι μάλιστα δοκούντων ἀναιρῇ τι τῶν ἀληθῶν.
因此,一个论证是虚假的,这更多是说话者的错误,而不是论证本身的错误;并且也不总是说话者的错误,而只是在说话者没有察觉到的时候。 因为就论证本身而言,如果它从尽可能最可信的前提中否定了某种真理,那么比起许多真的推论,我们宁可赞同它。
Τοιοῦτος γὰρ ὢν ἑτέρων ἀληθῶν ἀπόδειξίς ἐστιν· δεῖ γὰρ τῶν κειμένων τι μὴ εἶναι παντελῶς, ὥστ᾿ ἔσται τούτου ἀπόδειξις.
因为这样的论证是对其他真理的证明;因为在所设的前提中必有某一个完全不能成立,从而这就是对此的证明。
Εἰ δ᾿ ἀληθὲς συμπεραίνοιτο διὰ ψευδῶν καὶ λίαν εὐηθῶν, πολλῶν ἂν εἴη χείρων ψεῦδος συλλογιζομένων· εἴη δ᾿ ἂν τοιοῦτος καὶ ψεῦδος συμπεραινόμενος.
但是,如果一个真结论是通过假且极愚蠢的前提推导出来的,那它比起许多推导出假结论的论证还要糟糕;而且这样的论证也有可能推导出假结论。
Ὥστε δῆλον ὅτι πρώτη μὲν ἐπίσκεψις λόγου καθ᾿ αὑτὸν εἰ συμπεραίνεται, δευτέρα δὲ πότερον ἀληθὲς ἢ ψεῦδος, τρίτη δ᾿ ἐκ ποίων τινῶν.
因此显然,对论证本身的考察,第一是是否得出结论,第二是它是真还是假,第三是来自何种前提。
Εἰ μὲν γὰρ ἐκ ψευδῶν ἐνδόξων δέ, λογικός, εἰ δ᾿ ἐξ ὄντων μὲν ἀδόξων δέ, φαῦλος.
因为如果来自假但合乎常理的前提,它就是逻辑的(辩证的);但如果来自真但不合常理的前提,它就是拙劣的。
Εἰ δὲ καὶ ψευδῆ καὶ λίαν ἄδοξα, δῆλον ὅτι φαῦλος, ἢ ἁπλῶς ἢ τοῦ πράγματος.
如果前提既是假的又极不合常理,显然它是拙劣的,无论是无条件地还是针对该事。
§8.13Τὸ δ᾿ ἐν ἀρχῇ καὶ τὰ ἐναντία πῶς αἰτεῖται ὁ ἐρωτῶν, κατ᾿ ἀλήθειαν μὲν ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται, κατὰ δόξαν δὲ νῦν λεκτέον.
至于提问者如何要求开始的论点以及相反的东西,在真理的层面上已经在《分析篇》中谈过了,但根据常理的层面,现在必须予以说明。
Αἰτεῖσθαι δὲ φαίνονται τὸ ἐν ἀρχῇ πενταχῶς, φανερώτατα μὲν καὶ πρῶτον εἴ τις αὐτὸ τὸ δείκνυσθαι δέον αἰτήσει.
他们要求开始的论点显然有五种方式:最显而易见也是第一种,如果有人要求假定需要被证明的那个事物本身。
Τοῦτο δ᾿ ἐπ᾿ αὐτοῦ μὲν οὐ ῥᾴδιον λανθάνειν, ἐν δὲ τοῖς συνωνύμοις, καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει, μᾶλλον.
这在事物本身上不容易被忽视,但在同义词以及在名字与定义具有相同含义的事物中,则更容易被忽视。
Δεύτερον δὲ ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι καθόλου τις αἰτήσῃ, οἷον ἐπιχειρῶν ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ὅλως τῶν ἀντικειμένων ἀξιώσειε μίαν εἶναι· δοκεῖ γὰρ ὃ ἔδει καθ᾿ αὑτὸ δεῖξαι μετ᾿ ἄλλων αἰτεῖσθαι πλειόνων.
第二种是,当需要证明部分时,却普遍地要求它;例如,在企图证明对于相反的事物只有一种知识时,他却主张对于一般的对立事物只有一种知识;因为他似乎将自己本该单独证明的东西,与其它更多的事情一起要求了。
Τρίτον εἴ τις καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ πάντων τῶν ἐναντίων προκειμένου τῶνδέ τινων ἀξιώσειε· δοκεῖ γὰρ καὶ οὗτος, ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθ᾿ αὑτὸ χωρὶς αἰτεῖσθαι.
第三种是,如果有人在提出普遍证明时,却要求部分;例如,当对所有相反事物提出普遍证明时,他却对某些特定的相反事物提出要求;因为这个人也似乎将自己本该与更多事情一起证明的东西,单独且分离开来要求了。
Πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ προβληθέν, οἷον εἰ δέον δεῖξαι τὴν ἰατρικὴν ὑγιεινοῦ καὶ νοσώδους, χωρὶς ἑκάτερον ἀξιώσειεν.
再次,如果有人将所提出的课题分割后予以要求;例如,当需要证明医学是关于健康和疾病的知识时,他却分别要求每一项。
Ἢ εἴ τις τῶν ἑπομένων ἀλλήλοις ἐξ ἀνάγκης θάτερον αἰτήσειεν, οἷον τὴν πλευρὰν ἀσύμμετρον τῇ διαμέτρῳ, δέον ἀποδεῖξαι ὅτι ἡ διάμετρος τῇ πλευρᾷ.
或者是如果有人要求互相必然相随的两件事物中的一个;例如,当需要证明对角线与边不可通约时,却要求假定边与对角线不可通约。
Ἰσαχῶς δὲ καὶ τἀναντία αἰτοῦνται τῷ ἐξ ἀρχῆς.
同样多地,他们也要求与开始的论点相反的东西。
Πρῶτον μὲν γὰρ εἴ τις τὰς ἀντικειμένας αἰτήσαιτο φάσιν καὶ ἀπόφασιν, δεύτερον δὲ τἀναντία κατὰ τὴν ἀντίθεσιν, οἷον ἀγαθὸν καὶ κακὸν ταὐτόν.
第一,如果有人要求对立的肯定和否定;第二,根据对立关系要求相反的东西,例如,善和恶是同一的。
Τρίτον εἴ τις τὸ καθόλου ἀξιώσας ἐπὶ μέρους αἰτοῖτο τὴν ἀντίφασιν, οἷον εἰ λαβὼν τῶν ἐναντίων μίαν ἐπιστήμην, ὑγιεινοῦ καὶ νοσώδους ἑτέραν ἀξιώσειεν, ἢ τοῦτο αἰτησάμενος ἐπὶ τοῦ καθόλου τὴν ἀντίθεσιν πειρῷτο λαμβάνειν.
第三,如果有人在要求普遍的东西后,又要求部分的矛盾;例如,在假定了相反事物只有一种知识后,又要求健康和疾病具有不同的知识,或者在要求了这一部分后,试图在普遍中获得相反的东西。
Πάλιν ἐάν τις αἰτήσῃ τὸ ἐναντίον τῷ ἐξ ἀνάγκης συμβαίνοντι διὰ τῶν κειμένων, κἂν εἴ τις αὐτὰ μὲν μὴ λάβοι τἀντικείμενα, τοιαῦτα δ᾿ αἰτήσαιτο δύο ἐξ ὧν ἔσται ἡ ἀντικειμένη ἀντίφασις.
再次,如果有人要求与根据前提必然产生的结果相反的东西;或者即使有人没有假定对立事物本身,却要求了这样两个前提,从它们之中将产生对立的矛盾。
Διαφέρει δὲ τὸ τἀναντία λαμβάνειν τοῦ ἐν ἀρχῇ ὅτι τοῦ μέν ἐστιν ἡ ἁμαρτία πρὸς τὸ συμπέρασμα (πρὸς γὰρ ἐκεῖνο βλέποντες τὸ ἐν ἀρχῇ λέγομεν αἰτεῖσθαι), τὰ δ᾿ ἐναντία ἐστὶν ἐν ταῖς προτάσεσι τῷ ἔχειν πως ταύτας πρὸς ἀλλήλας.
而获取相反的东西与要求开始的论点的不同之处在于,对于后者而言,其错误是相对于结论的(因为看着结论,我们说这是要求了开始的论点),而相反的东西则存在于前提之中,其原因在于前提之间具有某种特定关系。