Humanitext Reader

亚里士多德 · 论题篇 §8.1#1

辩证论中提问的安排与结论的隐瞒技巧

第 82 段,共 94 段 · 希腊语

内容简介

提问的顺序和构建是辩证家特有的任务,这与独自探求真理的哲学家不同。在构建论证时,前提被分为必要前提和辅助前提(用于归纳、充实、隐瞒或清晰),并详细讨论了如何通过间接提出前提来隐瞒最终结论的具体提问技巧与顺序。

§8.1#1## Θ. Μετὰ δὲ ταῦτα περὶ τάξεως, καὶ πῶς δεῖ ἐρωτᾶν, λεκτέον.
Θ. 在此之后,我们必须讨论顺序以及如何提问。
Δεῖ δὲ πρῶτον μὲν ἐρωτηματίζειν μέλλοντα τὸν τόπον εὑρεῖν ὅθεν ἐπιχειρητέον, δεύτερον δὲ ἐρωτηματίσαι καὶ τάξαι καθ᾿ ἕκαστα πρὸς ἑαυτόν, τὸ δὲ λοιπὸν καὶ τρίτον εἰπεῖν ταῦτα ἤδη πρὸς ἕτερον.
提问者首先必须找到进行反驳的论题(论式),其次必须在自己心中构建并排列好各个问题,第三也是最后,必须将这些问题向对方陈述。
Μέχρι μὲν οὖν τοῦ εὑρεῖν τὸν τόπον ὁμοίως τοῦ φιλοσόφου καὶ τοῦ διαλεκτικοῦ ἡ σκέψις, τὸ δ᾿ ἤδη ταῦτα τάττειν καὶ ἐρωτηματίζειν ἴδιον τοῦ διαλεκτικοῦ· πρὸς ἕτερον γὰρ πᾶν τὸ τοιοῦτον, τῷ δὲ φιλοσόφῳ καὶ ζητοῦντι καθ᾿ ἑαυτὸν οὐδὲν μέλει, ἐὰν ἀληθῆ μὲν ᾖ καὶ γνώριμα δι᾿ ὧν ὁ συλλογισμός, μὴ θῇ δ᾿ αὐτὰ ὁ ἀποκρινόμενος διὰ τὸ σύνεγγυς εἶναι τοῦ ἐξ ἀρχῆς καὶ προορᾶν τὸ συμβησόμενον· ἀλλ᾿ ἴσως κἂν σπουδάσειεν ὅτι μάλιστα γνώριμα καὶ σύνεγγυς εἶναι τὰ ἀξιώματα· ἐκ τούτων γὰρ οἱ ἐπιστημονικοὶ συλλογισμοί.
因此,直到寻找论题为止,哲学家与辩证家的探究是相同的,但将这些论题加以排列和提问则是辩证家特有的;因为所有这些活动都是针对他人的,而对于独自进行探究的哲学家来说,只要据以得出推论的前提是真实且众所周知的,即使回答者因为这些前提接近最初的论点并能预见后果而不予承认(不确立它们),他也完全不在意;相反,他或许还会尽可能热切地希望这些公理(前提)是极其熟知且接近的,因为科学的推论正是从这些前提中产生的。
Τοὺς μὲν οὖν τόπου ὅθεν δεῖ λαμβάνειν, εἴρηται πρότερον· περὶ τάξεως δὲ καὶ τοῦ ἐρωτηματίσαι λεκτέον διελόμενον τὰς προτάσεις, ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας.
那么,应该从中获取前提的论题,在此之前已经讨论过了;但对于顺序和提问,我们必须在对那些在必要前提之外还需采纳的前提进行分类之后,再予以说明。
Ἀναγκαῖαι δὲ λέγονται δι᾿ ὧν ὁ συλλογισμὸς γένεται.
所谓必要前提,是指据以产生推论的前提。
Αἱ δὲ παρὰ ταύτας λαμβανόμεναι τέτταρές εἰσιν· ἢ γὰρ ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τὸ καθόλου, ἢ εἰς ὄγκον τοῦ λόγου, ἢ πρὸς κρύψιν τοῦ συμπεράσματος, ἢ πρὸς τὸ σαφέστερον εἶναι τὸν λόγον.
而在这些之外采纳的前提有四种:要么是为了归纳以使全称命题得到认可,要么是为了充实(扩大)论证,要么是为了隐瞒结论,要么是为了使论证更加清晰。
Παρὰ δὲ ταύτας οὐδεμίαν ληπτέον πρότασιν, ἀλλὰ διὰ τούτων αὔξειν καὶ ἐρωτηματίζειν πειρατέον.
在这些之外不应采纳任何其他前提,而必须尝试通过这些前提来扩展并提问。
Εἰσὶ δ᾿ αἱ πρὸς κρύψειν ἀγῶνος χάριν· ἀλλ᾿ ἐπειδὴ πᾶσα ἡ τοιαύτη πραγματεία πρὸς ἕτερόν ἐστιν, ἀνάγκη καὶ ταύταις χρῆσθαι.
为了隐瞒而设的前提是为了竞技;但由于所有这类研究都是针对他人的,因此也必须使用这些前提。
Τὰς μὲν οὖν ἀναγκαίας, δι᾿ ὧν ὁ συλλογισμός, οὐκ εὐθὺς προτατέον, ἀλλ᾿ ἀποστατέον ὅτι ἀνωτάτω, οἷον μὴ τῶν ἐναντίων ἀξιοῦντα τὴν αὐτὴν ἐπιστήμην, ἂν τοῦτο βούληται λαβεῖν, ἀλλὰ τῶν ἀντικειμένων· τεθέντος γὰρ τούτου, καὶ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ συλλογιεῖται, ἐπειδὴ ἀντικείμενα τὰ ἐναντία.
因此,据以产生推论的必要前提,绝不能立即提出,而必须尽可能从最远的地方开始;例如,如果想要获得“关于相反事物的知识是同一的”这一前提,不应该直接要求这一点,而应该要求“关于对立事物的知识是同一的”;因为一旦确立了这一点,那么关于相反事物的知识是同一的也会被推导出来,因为相反事物是对立事物。
Ἃν δὲ μὴ τιθῇ, δι᾿ ἐπαγωγῆς ληπτέον, προτείνοντα ἐπὶ τῶν κατὰ μέρος ἐναντίων.
如果回答者不予确立,则应通过归纳,在具体的相反事物上提出,从而获得它。
Ἣ γὰρ διὰ συλλογισμοῦ ἢ δι᾿ ἐπαγωγῆς τὰς ἀναγκαίας ληπτέον, ἢ τὰς μὲν ἐπαγωγῇ τὰς δὲ συλλογισμῷ, ὅσαι δὲ λίαν προφανεῖς εἰσί, καὶ αὐτὰς προτείνοντα· ἀδηλότερόν τε γὰρ ἀεὶ ἐν τῇ ἀποστάσει καὶ τῇ ἐπαγωγῇ τὸ συμβησόμενον, καὶ ἅμα τὸ αὐτὰς τὰς χρησίμους προτεῖναι καὶ μὴ δυνάμενον ἐκείνως λαβεῖν ἕτοιμον.
因为必要前提必须要么通过推论获得,要么通过归纳获得,或者部分通过归纳、部分通过推论获得,而对于那些过于显而易见的前提,则可以直接提出;因为在远离论点和归纳的过程中,结果总是较不明显,同时,如果无法通过那种方式获得,直接提出这些有用的前提本身也是现成易行的。
Τὰς δὲ παρὰ ταύτας εἰρημένας ληπτέον μὲν τούτων χάριν, ἑκάστῃ δ᾿ ὧδε χρηστέον, ἐπάγοντα μὲν ἀπὸ τῶν καθ᾿ ἕκαστον ἐπὶ τὸ καθόλου καὶ τῶν γνωρίμων ἐπὶ τὰ ἄγνωστα· γνώριμα δὲ μᾶλλον τὰ κατὰ τὴν αἴσθησιν, ἢ ἁπλῶς ἢ τοῖς πολλοῖς.
而作为这些以外被提到的前提,必须为了上述目的而采纳,且每一个应按如下方式使用:在进行归纳时,要从个别事例引导到普遍,从已知的事物引导到未知的事物;而在无条件上或对大多数人来说,通过感觉所熟知的事物更为已知。
Κρύπτοντα δὲ προσυλλογίζεσθαι δι᾿ ὧν ὁ συλλογισμὸς τοῦ ἐξ ἀρχῆς μέλλει γίνεσθαι, καὶ ταῦτα ὡς πλεῖστα.
在进行隐瞒时,应当预先推论出那些据以产生最初结论之推论的前提,并且这些前提要尽可能地多。
Εἴη δ᾿ ἂν τοῦτο, εἴ τις μὴ μόνον τὰς ἀναγκαίας ἀλλὰ καὶ τῶν πρὸς ταύτας χρησίμων τινὰ συλλογίζοιτο.
这可以通过不仅推论必要前提,而且也推论出一些对它们有用的前提来实现。
Ἔτι τὰ συμπεράσματα μὴ λέγειν, ἀλλ᾿ ὕστερον ἀθρόα συλλογίζεσθαι· οὕτω γὰρ ἂν πορρωτάτω ἀποστήσειε τῆς ἐξ ἀρχῆς θέσεως.
此外,不要先说出结论,而要在后面集中进行推论;因为这样可以使其距离最初的论点最远。
Καθόλου δ᾿ εἰπεῖν, οὕτω δεῖ ἐρωτᾶν τὸν κρυπτικῶς πυνθανόμενον, ὥστ᾿ ἠρωτημένου τοῦ παντὸς λόγου καὶ εἰπόντος τὸ συμπέρασμα ζητεῖσθαι τὸ διὰ τί.
总的来说,以隐瞒方式提问的人,必须这样提问:当整个论证都被提问完毕、且说出了结论之后,人们仍在寻找“为什么”。
Τοῦτο δ᾿ ἔσται μάλιστα διὰ τοῦ λεχθέντος ἔμπροσθεν τρόπου· μόνου γὰρ τοῦ ἐσχάτου ῥηθέντος συμπεράσματος ἄδηλον πῶς συμβαίνει, διὰ τὸ μὴ προορᾶν τὸν ἀποκρινόμενον ἐκ τίνων συμβαίνει, μὴ διαρθρωθέντων τῶν πρότερον συλλογισμῶν.
这主要是通过前面所说的方法来实现的;因为如果仅说出最后的结论,它如何得出就是不明显的,这是因为回答者无法预见它是从哪些前提中得出的,前面的推论没有被清晰地梳理。
Ἥκιστα δ᾿ ἂν διαρθροῖτο ὁ συλλογισμὸς τοῦ συμπεράσματος μὴ τὰ τούτου λήμματα ἡμῶν τιθέντων, ἀλλ᾿ ἐκεῖνα ὑφ᾿ ὧν ὁ συλλογισμὸς γίνεται.
如果我们在提问中不给出该结论的直接前提,而是给出据以产生推论的那些前提,那么该结论的推论就最不可能被清晰地梳理。
Χρήσιμον δὲ καὶ τὸ μὴ συνεχῆ τὰ ἀξιώματα λαμβάνειν ἐξ ὧν οἱ συλλογισμοί, ἀλλ᾿ ἐναλλὰξ τὸ πρὸς ἕτερον καὶ ἕτερον συμπέρασμα· τιθεμένων γὰρ τῶν οἰκείων παρ᾿ ἄλληλα μᾶλλον τὸ συμβησόμενον ἐξ αὐτῶν προφανές.
同样有用的还有:不要连续采纳据以得出推论的那些公理(前提),而是交替采纳针对不同结论的前提;因为如果把关系密切的前提并列放置,那么从中产生的结果就会更加显而易见。

词汇与语法注释

  1. 8.1#1τὸν τόπον εὑρεῖν ὅθεν ἐπιχειρητέον — 词语 ἐπιχειρητέον 是非人称动形容词,表示必要性(“应当进行反驳”)。它与由关系副词 ὅθεν 引导的从句共同构成了不定式 εὑρεῖν(“寻找”)的直接宾语。
  2. 8.1#1τῷ δὲ φιλοσόφῳ καὶ ζητοῦντι καθ᾿ ἑαυτὸν οὐδὲν μέλει — 非人称动词 μέλει(“在意、关切”)带有所与格主体(τῷ δὲ φιλοσόφῳ...),并由条件从句 ἐὰν...(“即使……”)充当其实质上的主语,意为“对于哲学家及独自探究者来说,即使……也完全不在意”。
  3. 8.1#1μὴ τῶν ἐναντίων ἀξιοῦντα τὴν αὐτὴν ἐπιστήμην — 分词 ἀξιοῦντα(“要求”)修饰提问者,支配直接宾语 τὴν αὐτὴν ἐπιστήμην(“同一知识”),而该宾语又受到属格 τῶν ἐναντίων(“相反事物的”)的修饰,表示“关于相反事物的同一知识”。
  4. 8.1#1ἀδηλότερόν τε γὰρ ἀεὶ ἐν τῇ ἀποστάσει καὶ τῇ ἐπαγωγῇ τὸ συμβησόμενον — 名词化的将来分词 τὸ συμβησόμενον(“将要发生的结果”)为句子的主语,省略了系动词(ἐστί)。比较级形容词 ἀδηλότερον(“更不明显”)作为表语,说明在保持距离或采用归纳法时,结果往往更不明显。

引用这一段

亚里士多德, 论题篇 §8.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:8.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。