Humanitext Reader

亚里士多德 · 论题篇 §7.5#2

四种谓词确立与推翻难易度的比较

第 81 段,共 94 段 · 希腊语

内容简介

亚里士多德讨论了全称和特称偶有属性在确立与推翻时的难易区别。接着,他比较了四个谓词整体在确立和推翻上的难易度,指出定义最易推翻而偶有属性最易确立,从而结束了论题的列举。

§7.5#2Ἐπὶ δὲ τοῦ συμβεβηκότος τὸ μὲν καθόλου ῥᾷον ἀνασκευάζειν ἢ κατασκευάζειν· κατασκευάζοντι μὲν γὰρ δεικτέον ὅτι παντί, ἀνασκευάζοντι δ᾿ ἀπόχρη ἑνὶ δεῖξαι μὴ ὑπάρχον.
在偶有属性的情况下,全称的偶有属性推翻比确立更为容易;因为对于确立者来说,必须证明它属于所有对象,而对于推翻者来说,证明它不属于其中之一就足够了。
Τὸ δ᾿ ἐπὶ μέρους ἀνάπαλιν ῥᾷον κατασκευάσαι ἢ ἀνασκευάσαι· κατασκευάζοντι μὲν γὰρ ἀπόχρη δεῖξαι τινὶ ὑπάρχον, ἀνασκευάζοντι δὲ δεικτέον ὅτι οὐδενὶ ὑπάρχει.
相反,特称的偶有属性确立比推翻更为容易;因为对于确立者来说,证明它属于某些对象就足够了,而对于推翻者来说,则必须证明它不属于任何对象。
Φανερὸν δὲ καὶ διότι πάντων ῥᾷστον ὅρον ἀνασκευάσαι· πλεῖστα γὰρ ἐν αὐτῷ τὰ δεδομένα πολλῶν εἰρημένων, ἐκ δὲ τῶν πλειόνων θᾶττον γίνεται συλλογισμός· εἰκὸς γὰρ ἐν τοῖς πολλοῖς μᾶλλον ἢ ἐν τοῖς ὀλίγοις ἁμάρτημα γίνεσθαι.
为什么在所有事物中定义最容易被推翻,其原因也是显而易见的;因为由于陈述了许多内容,所以在定义中所给出的前提是最多的,而从较多的前提中可以更快地形成推论;因为在多数事物中比在少数事物中更容易发生错误。
Ἔτι πρὸς μὲν ὅρον ἐνδέχεται καὶ διὰ τῶν ἄλλων ἐπιχειρεῖν· εἴτε γὰρ μὴ ἴδιος ὁ λόγος, εἴτε μὴ γένος τὸ ἀποδοθέν, εἴτε μὴ ὑπάρχει τι τῶν ἐν τῷ λόγῳ, ἀνῃρημένος γίνεται ὁ ὁρισμός·
此外,针对定义,也可能通过其他方式来进行反驳;因为如果其说明不是特有的,或者给出的项不是属,或者说明中的某个要素不存在,定义就被推翻了。
πρὸς δὲ τἆλλα οὔτε τὰ ἐκ τῶν ὅρων οὔτε τἆλλα ἐνδέχεται πάντ᾿ ἐπιχειρεῖν· μόνα γὰρ τὰ πρὸς τὸ συμβεβηκὸς κοινὰ πάντων τῶν εἰρημένων ἐστίν.
但是针对其他事物,既不能通过从定义中得出的要点来进行反驳,也不能通过其他所有的要点来进行反驳;因为只有关于偶有属性的要点才是所有已提到事物所共有的。
Ὑπάρχειν μὲν γὰρ δεῖ ἕκαστον τῶν εἰρημένων· εἰ δὲ μὴ ὡς ἴδιον ὑπάρχει τὸ γένος, οὐδέπω ἀνῄρηται τὸ γένος.
因为每一个已被提到的项都必须存在;但是如果属不是作为特有属性而存在,属也并没有因此被推翻。
Ὁμοίως δὲ καὶ τὸ ἴδιον οὐκ ἀναγκαῖον ὡς γένος, οὐδὲ τὸ συμβεβηκὸς ὡς γένος ἢ ἴδιον, ἀλλ᾿ ὑπάρχειν μόνον.
同样,特有属性不需要作为属而存在,偶有属性也不需要作为属或特有属性而存在,而只需要存在即可。
Ὥστ᾿ οὐ δυνατὸν ἐκ τῶν ἑτέρων πρὸς τὰ ἕτερα ἐπιχειρεῖν ἀλλ᾿ ἢ ἐπὶ τοῦ ὁρισμοῦ.
因此,除了在定义的情况下,不可能从一个项推导反驳另一个项。
Δῆλον οὖν ὅτι ῥᾷστον πάντων ὅρον ἀναιρεῖν, κατασκευάζειν δὲ χαλεπώτατον· ἐκεῖνά τε γὰρ δεῖ πάντα συλλογίσασθαι (καὶ γὰρ ὅτι ὑπάρχει τὰ εἰρημένα καὶ ὅτι γένος τὸ ἀποδοθὲν καὶ ὅτι ἴδιος ὁ λόγος), καὶ ἔτι παρὰ ταῦτα, ὅτι δηλοὶ τὸ τί ἦν εἶναι ὁ λόγος, καὶ τοῦτο καλῶς δεῖ πεποιηκέναι.
那么,显而易见,定义在所有事物中是最容易推翻的,也是最难确立的;因为人们必须通过推论来证明所有那些要点(即:所说的各要素存在、给出的项是属、并且说明是特有的),此外,在这些之外,还必须证明该说明表示本质,且这一点已经被妥善完成。
Τῶν δ᾿ ἄλλων τὸ ἴδιον μάλιστα τοιοῦτον· ἀναιρεῖν μὲν γὰρ ῥᾷον διὰ τὸ ἐκ πολλῶν ὡς ἐπὶ τὸ πολύ, κατασκευάζειν δὲ χαλεπώτατον, ὅτι τε πολλὰ δεῖ συμβιβάσαι, καὶ πρὸς τούτῳ ὅτι μονῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος.
在其他事物中,特有属性最接近这种情况;因为由于它通常由许多要素组成,所以推翻它较为容易,但确立它却最难,因为不仅必须对许多点达成一致,而且在此外,还必须证明它仅属于该对象并与事物可逆地进行陈述。
Ῥᾷστον δὲ πάντων κατασκευάσαι τὸ συμβεβηκός· ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐ μόνον ὑπάρχον, ἀλλὰ καὶ ὅτι οὕτως ὑπάρχει, δεικτέον· ἐπὶ δὲ τοῦ συμβεβηκότος, ὅτι ὑπάρχει μόνον, ἱκανὸν δεῖξαι.
但是偶有属性在所有事物中是最容易确立的;因为在其他情况下,不仅要证明它存在,而且要证明它是以那种方式存在的;而在偶有属性的情况下,只要证明它存在就足够了。
Ἀνασκευάζειν δὲ χαλεπώτατον τὸ συμβεβηκός, ὅτι ἐλάχιστα ἐν αὐτῷ δέδοται· οὐ γὰρ προσσημαίνει ἐν τῷ συμβεβηκότι πῶς ὑπάρχει, ὥστ᾿ ἐπὶ μὲν τῶν ἄλλων διχῶς ἔστιν ἀνελεῖν, ἢ δείξαντα ὅτι οὐχ ὑπάρχει ἢ ὅτι οὐχ οὕτως ὑπάρχει, ἐπὶ δὲ τοῦ συμβεβηκότος οὐκ ἔστιν ἀνελεῖν ἀλλ᾿ ἢ δείξαντα ὅτι οὐχ ὑπάρχει.
相反,偶有属性是最难推翻的,因为在它之中给出的前提最少;因为偶有属性并没有进一步表明它是如何存在的,所以在其他情况下可以通过两种方式来推翻(要么证明它不存在,要么证明它不是以那种方式存在),而在偶有属性的情况下,除了证明它不存在之外,无法被推翻。
Οἱ μὲν οὖν τόποι δι᾿ ὧν εὐπορήσομεν πρὸς ἕκαστα τῶν προβλημάτων ἐπιχειρεῖν, σχεδὸν ἱκανῶς ἐξηρίθμηνται.
因此,使我们能够针对各个问题丰富地进行反驳的论题(论式),已经几乎被足够充分地列举出来了。

词汇与语法注释

  1. 7.5#2πολλῶν εἰρημένων — 意为“在已陈述的许多内容中”。这最好被解释为修饰 πλεῖστα 或 τὰ δεδομένα 的部分属格(“在已陈述的许多内容中,所给出的前提是最多的”),这也与后文的“从较多的前提中(ἐκ δὲ τῶν πλειόνων)”相契合。
  2. 7.5#2ἀλλ᾿ ἢ — 用于否定词之后,意为“除了……之外”的强限制连词。在这里,它表明“除了在定义的情况下(ἀλλ᾿ ἢ ἐπὶ τοῦ ὁρισμοῦ)”,不可能从一个范畴的性质来反驳另一个范畴。
  3. 7.5#2ὅτι τε πολλὰ δεῖ συμβιβάσαι — 这是一个表示原因的 ὅτι 从句,带有连接词 τε,并与后文的 καὶ πρὸς τούτῳ ὅτι... 相对应。它并列了确立特有属性极其困难的两个原因:“因为必须对许多点达成一致”以及“因为必须证明它仅属于该对象”。

引用这一段

亚里士多德, 论题篇 §7.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:7.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。