§7.3#2Ἀλλ᾿ οὖν τοῦτό γ᾿ ἀληθές, ὅτι τῶν ἐναντίων ἢ ἐναντίαι ἢ αἱ αὐταὶ διαφοραί εἰσιν.
但至少这一点是真实的:相反者的种差要么是相反的,要么是相同的。
Εἰ οὖν τοῦ ἐναντίου ἡ ἐναντία κατηγορεῖται, τούτου δὲ μή, δῆλον ὅτι ἡ εἰρημένη τούτου ἂν κατηγοροῖτο.
因此,如果相反种差陈述于相反者,而不陈述于当前事物,那么显然所说的种差就会陈述于当前事物。
Καθόλου δ᾿ εἰπεῖν, ἐπεὶ ὁ ὁρισμός ἐστιν ἐκ γένους καὶ διαφορῶν, ἂν ὁ τοῦ ἐναντίου ὁρισμὸς φανερὸς ᾖ, καὶ ὁ τοῦ προκειμένου ὁρισμὸς φανερὸς ἔσται.
一般而言,既然定义是由类和种差构成的,如果相反者的定义是显而易见的,那么当前事物的定义也将会是显而易见的。
Ἐπεὶ γὰρ τὸ ἐναντίον ἐν τῷ αὐτῷ γένει ἢ ἐν τῷ ἐναντίῳ, ὁμοίως δὲ καὶ αἱ διαφοραὶ ἢ ἐναντίαι τῶν ἐναντίων ἢ αἱ αὐταὶ κατηγοροῦνται, δῆλον ὅτι τοῦ προκειμένου ἤτοι τὸ αὐτὸ γένος ἂν κατηγοροῖτο ὅπερ καὶ τοῦ ἐναντίου, αἱ δὲ διαφοραὶ ἐναντίαι, ἢ ἅπασαι ἢ τινές, αἱ δὲ λοιπαὶ αἱ αὐταί· ἢ ἀνάπαλιν αἱ μὲν διαφοραὶ αἱ αὐταὶ τὰ δὲ γένη ἐναντία· ἢ ἄμφω ἐναντία, καὶ τὰ γένη καὶ αἱ διαφοραί.
因为既然相反者要么处于同一个类中,要么处于相反的类中,且同样地,陈述于相反者的种差要么是相反的,要么是相同的,那么显而易见,对于当前事物而言,要么陈述的是与相反者相同的类,而种差是相反的(要么全部相反,要么部分相反而其余相同);或者相反,种差相同而类相反;或者两者都是相反的,即类和种差都是相反的。
Ἀμφότερα γὰρ ταὐτὰ εἶναι οὐκ ἐνδέχεται· εἰ δὲ μή, ὁ αὐτὸς ὁρισμὸς τῶν ἐναντίων ἔσται.
因为两者都相同是不可能的;否则,相反者就会有相同的定义。
Ἔτι ἐκ τῶν πτώσεων καὶ τῶν συστοίχων· ἀνάγκη γὰρ ἀκολουθεῖν τὰ γένη τοῖς γένεσι καὶ τοὺς ὅρους τοῖς ὅροις.
此外,还可以从词尾变化和同源词中来确立;因为类必须随顺于类,定义必须随顺于定义。
Οἷον εἰ ἡ λήθη ἐστὶν ἀποβολὴ ἐπιστήμης, καὶ τὸ ἐπιλανθάνεσθαι ἀποβάλλειν ἐπιστήμην ἔσται καὶ τὸ ἐπιλελῆσθαι ἀποβεβληκέναι ἐπιστήμην.
例如,如果“遗忘”是“知识的丧失”,那么“遗忘”就会是“丧失知识”,而“已遗忘”则是“已丧失知识”。
Ἑνὸς οὖν ὁποιουοῦν τῶν εἰρημένων ὁμολογηθέντος ἀνάγκη καὶ τὰ λοιπὰ ὁμολογεῖσθαι.
因此,只要上述所说的任何一个被同意,其余的也必然被同意。
Ὁμοίως δὲ καὶ εἰ ἡ φθορὰ διάλυσις οὐσίας, καὶ τὸ φθείρεσθαι διαλύεσθαι οὐσίαν καὶ τὸ φθαρτικῶς διαλυτικῶς, εἴ τε τὸ φθαρτικὸν διαλυτικὸν οὐσίας, καὶ ἡ φθορὰ διάλυσις οὐσίας.
同样地,如果“毁灭”是“实体的解体”,那么“被毁灭”就是“实体被解体”,“毁灭地”就是“解体地”;而如果“具有毁灭性的”是“具有实体解体性的”,那么“毁灭”就是“实体的解体”。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
在其他情况下也是如此。
Ὥσθ᾿ ἑνὸς ὁποιουοῦν ληφθέντος καὶ τὰ λοιπὰ πάντα ὁμολογεῖται.
因此,只要任何一个被接受,所有其余的也都会被同意。
Καὶ ἐκ τῶν ὁμοίως δ᾿ ἐχόντων πρὸς ἄλληλα.
还可以从互有相似关系的事物中来确立。
Εἰ γὰρ τὸ ὑγιεινὸν ποιητικὸν ὑγιείας, καὶ τὸ εὐεκτικὸν ποιητικὸν εὐεξίας ἔσται καὶ τὸ ὠφέλιμον ποιητικὸν ἀγαθοῦ.
因为如果“健康的”是“产生健康的”,那么“带来良好体态的”就会是“产生良好体态的”,而“有益的”则是“产生善的”。
Ὀμοίως γὰρ ἕκαστον τῶν εἰρημένων πρὸς τὸ οἰκεῖον τέλος ἔχει, ὥστ᾿ εἰ ἑνὸς αὐτῶν ὁ ὁρισμός ἐστι τὸ ποιητικὸν εἶναι τοῦ τέλους, καὶ τῶν λοιπῶν ἑκάστου οὗτος ἂν εἴη ὁρισμός.
因为上述所说的每一个都与其自身特有的目的处于相似的关系中,所以如果其中之一的定义是“产生其目的”,那么这也将是其余每一个的定义。
Ἔτι ἐκ τοῦ μᾶλλον καὶ τοῦ ὁμοίως, ὁσαχῶς ἐνδέχεται κατασκευάσαι δύο πρὸς δύο συγκρίνοντα, οἷον εἰ μᾶλλον ὅδε τοῦδε ἢ ὅδε τοῦδε ὁρισμός, ὁ δὲ ἧττον ὁρισμός, καὶ ὁ μᾶλλον.
此外,还可以从“更”和“同样”中来确立,这在通过两两比较而能够确立的各种情况下都是可行的。 例如,如果这作为这的定义比那作为那的定义“更”合适,而那程度“较小”的也是定义,那么那程度“较大”的也同样是定义。
Καὶ εἰ ὁμοίως ὅδε τοῦδε καὶ ὅδε τοῦδε, εἰ ὁ ἕτερος τοῦ ἑτέρου, καὶ ὁ λοιπὸς τοῦ λοιποῦ.
而如果这作为这的定义与那作为那的定义是“同样”的,如果一者是其中一者的定义,那么剩下的一者也就是剩下的另一者的定义。
Ἑνὸς δ᾿ ὁρισμοῦ πρὸς δύο συγκρινομένου, ἢ δύο ὁρισμῶν πρὸς ἕνα, οὐδὲν χρήσιμος ἡ ἐκ τοῦ μᾶλλον ἐπίσκεψις· οὔτε γὰρ ἕνα δυοῖν οὔτε δύο τοῦ αὐτοῦ ὅρους δυνατόν ἐστιν εἶναι.
但是,当一个定义与两个事物相比较,或者两个定义与一个事物相比较时,从“更”进行的考察是毫无用处的;因为一个定义不可能作为两个事物的定义,两个定义也不可能作为同一个事物的定义。