§7.2Οἱ μὲν οὖν πρὸς ταὐτὸν τόποι τοσοῦτοι λέγονται.
因此,关于同一性的论题就是这么多。
Δῆλον δ᾿ ἐκ τῶν εἰρημένων ὅτι ἅπαντες οἱ πρὸς ταὐτὸν ἀνασκευαστικοὶ τόποι καὶ πρὸς ὅρον χρήσιμοι, καθάπερ ἔμπροσθεν εἴρηται· εἰ γὰρ μὴ ταὐτὸν δηλοῖ τό τ᾿ ὄνομα καὶ ὁ λόγος, δῆλον ὅτι οὐκ ἂν εἴη ὁρισμὸς ὁ ἀποδοθεὶς λόγος.
但从已述的内容中显而易见,所有关于同一性的反驳性论题对于定义也是有用的,正如前面所说的那样;因为如果名称和定义式并不表示同一事物,显然所给出的定义式就不会是定义。
Τῶν δὲ κατασκευαστικῶν τόπων οὐδεὶς χρήσιμος πρὸς ὅρον· οὐ γὰρ ἀπόχρη δεῖξαι ταὐτὸν τὸ ὑπὸ τὸν λόγον καὶ τοὔνομα πρὸς τὸ κατασκευάσαι ὅτι ὁρισμός, ἀλλὰ καὶ τὰ ἄλλα πάντα δεῖ ἔχεῖν τὰ παρηγγελμένα τὸν ὁρισμόν.
然而,在立论性的论题中,没有一个是对于定义有用的;因为仅仅表明定义式所指的事物与名称是同一的,这对于确立它是定义来说并不足够,相反,该定义式还必须具备为定义所规定的一切其他特征。