Humanitext Reader

亚里士多德 · 论题篇 §7.1#2

基于范畴种差及增减判定同一性的标准

第 75 段,共 94 段 · 希腊语

内容简介

亚里士多德提出了判定同一性的多项标准,包括偶性的一致性、所属范畴或属的同一性、种差的区别、程度的增减、附加或相减的结果以及在假设下是否产生不可能的情况。

§7.1#2Ἔτι ἐκ τῶν τούτοις συμβεβηκότων, καὶ οἷς ταῦτα συμβέβηκεν, ἐπισκοπεῖν· ὅσα γὰρ θατέρῳ συμβέβηκε, καὶ θατέρῳ δεῖ συμβεβηκέναι, καὶ οἷς θάτερον αὐτῶν συμβέβηκε, καὶ θάτερον δεῖ συμβεβηκέναι.
此外,还要从这些事物的偶性,以及这些事物作为其偶性的那些主体来进行考察;因为凡是作为一方偶性的,也必定作为另一方的偶性;凡是其中一方作为其偶性的,另一方也必定作为其偶性。
Εἰ δέ τι τούτων διαφωνεῖ, δῆλον ὅτι οὐ ταὐτά.
如果这些之中有任何不一致,显而易见它们就不是同一的。
Ὁρᾶν δὲ καὶ εἰ μὴ ἐν ἑνὶ γένει κατηγορίας ἀμφότερα, ἀλλὰ τὸ μὲν ποιὸν τὸ δὲ ποσὸν ἢ πρός τι δηλοῖ.
还要看看是否两者不属于同一个范畴的属,而是一方表示性质,另一方表示数量或关系。
Πάλιν εἰ τὸ γένος ἑκατέρου μὴ ταὐτόν, ἀλλὰ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν, ἢ τὸ μὲν ἀρετὴ τὸ δ᾿ ἐπιστήμη.
再次,看看各自的属是否不同,如一方是善,另一方是恶;或者一方是德性,另一方是科学。
Ἢ εἰ τὸ μὲν γένος ταὐτόν, αἱ διαφοραὶ δὲ μὴ αἱ αὐταὶ ἑκατέρου κατηγοροῦνται, ἀλλὰ τοῦ μὲν ὅτι θεωρητικὴ ἐπιστήμη, τοῦ δ᾿ ὅτι πρακτική.
或者,即使属是相同的,但各自被陈述的种差却不同,例如对一者陈述说它是理论科学,对另一者陈述说它是实践科学。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
对于其他情况也是如此。
Ἔτι ἐκ τοῦ μᾶλλον, εἰ τὸ μὲν δέχεται τὸ μᾶλλον τὸ δὲ μή, ἢ εἰ ἄμφω μὲν δέχεται, μὴ ἅμα δέ, καθάπερ ὁ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ τῆς συνουσίας, ὥστ᾿ οὐ ταὐτὸν ἔρως καὶ ἐπιθυμία συνουσίας.
此外,还要从“程度的加深”来考察,看是否一方容许“更如何”而另一方不容许,或者两者都容许,但并非同时容许;正如更深切恋爱的人并不同样更强烈地渴望交合,因此爱与对交合的欲望并不是同一的。
Ἔτι ἐκ τῆς προσθέσεως, εἰ τῷ αὐτῷ ἑκάτερον προστιθέμενον μὴ ποιεῖ τὸ ὅλον ταὐτόν.
此外,还要从附加进行考察,看每一方附加到相同的事物上时,是否不能使整体成为同一的。
Ἢ εἰ τοῦ αὐτοῦ ἀφ᾿ ἑκατέρου ἀφαιρεθέντος τὸ λοιπὸν ἕτερον, οἷον εἰ διπλάσιον ἡμίσεος καὶ πολλαπλάσιον ἡμίσεος ταὐτὸν ἔφησεν εἶναι.
或者,如果从每一方中减去相同的事物,剩余的部分是否相异;例如有人若说“一半的两倍”和“一半的倍数”是同一的。
Ἀφαιρεθέντος γὰρ ἀφ᾿ ἑκατέρου τοῦ ἡμίσεος τὰ λοιπὰ ταὐτὸν ἔδει δηλοῦν, οὐ δηλοῖ δέ· τὸ γὰρ διπλάσιον καὶ πολλαπλάσιον οὐ ταὐτὸν δηλοῖ.
因为如果从每一方减去“一半”,所剩的部分理应表示同一事物,但事实并非如此;因为“两倍”和“倍数”并不表示同一事物。
Σκοπεῖν δὲ μὴ μόνον εἰ ἤδη τι συμβαίνει ἀδύνατον διὰ τῆς θέσεως, ἀλλὰ καὶ εἰ δυνατὸν ἐξ ὑποθέσεως ὑπάρξαι, καθάπερ τοῖς τὸ κενὸν καὶ τὸ πλῆρες ἀέρος ταὐτὸν φάσκουσιν.
不仅要考察由于该论点是否已经导致了某种不可能的情况,还要考察在假定下是否可能产生不可能的情况,正如那些断言“真空”与“充满空气的空间”是同一的那些人。
Δῆλον γὰρ ὅτι ἐὰν ἐξέλθῃ ὁ ἀήρ, κενὸν μὲν οὐχ ἧσσον ἀλλὰ μᾶλλον ἔσται, πλῆρες δ᾿ ἀέρος οὐκέτι ἔσται.
因为显而易见,如果空气排出,真空不仅不会减少,反而会增加,但“充满空气”则不复存在。
Ὥστε ὑποτεθέντος τινὸς εἴτε ψευδοῦς εἴτ᾿ ἀληθοῦς (οὐδὲν γὰρ διαφέρει) τὸ μὲν ἕτερον ἀναιρεῖται αὐτῶν, τὸ δ᾿ ἕτερον οὔ.
因此,当假定了某个情况时,无论是假是真(因为这并无区别),它们中的一个被消除,而另一个却不被消除。
Ὥστ᾿ οὐ ταὐτόν.
所以它们不是同一的。
Καθόλου δ᾿ εἰπεῖν, ἐκ τῶν ὁπωσοῦν ἑκατέρου κατηγορουμένων, καὶ ὧν ταῦτα κατηγορεῖται, σκοπεῖν εἴ που διαφωνεῖ· ὅσα γὰρ θατέρου κατηγορεῖται, καὶ θατέρου κατηγορεῖσθαι δεῖ, καὶ ὧν θάτερον κατηγορεῖται, καὶ θάτερον κατηγορεῖσθαι δεῖ.
总而言之,要从各自以任何方式被陈述的属性,以及这些属性所陈述的主体来考察,看是否在某个地方存在不一致;因为凡是陈述一方的,也必须陈述另一方,凡是一方所陈述的主体,另一方也必须对其进行陈述。
Ἔτι ἐπεὶ πολλαχῶς ταὐτὸν λέγεται, σκοπεῖν εἰ καὶ καθ᾿ ἕτερόν τινα τρόπον ταὐτά ἐστιν· τὰ γὰρ εἴδει ἢ γένει ταὐτὰ ἢ οὐκ ἀνάγκη ἢ οὐκ ἐνδέχεται ἀριθμῷ ταὐτὰ εἶναι, ἐπισκοποῦμεν δὲ πότερον οὕτω ταὐτὰ ἢ οὐχ οὕτως.
此外,既然“同一”是在多种意义上被使用的,要考察它们是否仅在某种其他方式上是同一的;因为在种或属上同一的事物,在数量上既不必然同一,也不可能同一,而我们所考察的正是它们是在这种意义上(数量上)同一,还是不在这种意义上同一。
Ἔτι εἰ δυνατὸν θάτερον ἄνευ θατέρου εἶναι· οὐ γὰρ ἂν εἴη ταὐτόν.
此外,看是否一方可能脱离另一方而存在;因为如果这样,它们就不会是同一的。

词汇与语法注释

  1. §7.1#2ἐπισκοπεῖν — 此不定式代替祈使动词使用(命令不定式),独立起到“应当考察”的作用。
  2. §7.1#2ὁρᾶν δὲ καὶ εἰ μὴ — `ὁρᾶν` 亦是命令不定式。其后的 `εἰ μὴ` 引导一个间接疑问从句,表示“看看是否不……”,以此表达疑虑或验证。
  3. §7.1#2τοῦ αὐτοῦ ἀφ᾿ ἑκατέρου ἀφαιρεθέντος — 这是一个属格独立结构,以 `τοῦ αὐτοῦ` 为逻辑主语,`ἀφαιρεθέντος`(`ἀφαιρέω` 的被动不定过去时分词)为分词谓语。

引用这一段

亚里士多德, 论题篇 §7.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:7.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。