§7.1#1## Η.
Πότερον δὲ ταὐτὸν ἢ ἕτερον κατὰ τὸν κυριώτατον τῶν ῥηθέντων περὶ ταὐτοῦ τρόπων (ἐλέγετο δὲ κυριώτατα ταὐτὸν τὸ τῷ ἀριθμῷ ἕν) σκοπεῖν ἔκ τε τῶν πτώσεων καὶ τῶν συστοίχων καὶ τῶν ἀντικειμένων.
第七卷关于两个事物根据对“同一”所说的最本真意义(而最本真的同一是指数量上的合一)而言是同一还是相异,必须从词形变化、同族词和相反者来进行考察。
Εἰ γὰρ ἡ δικαιοσύνη ταὐτὸν τῇ ἀνδρίᾳ, καὶ ὁ δίκαιος τῷ ἀνδρείῳ καὶ τὸ δικαίως τῷ ἀνδρείως.
因为如果正义与勇敢是同一的,那么正义的人与勇敢的人也是同一的,且“正义地”与“勇敢地”也是同一的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀντικειμένων· εἰ γὰρ τάδε ταὐτά, καὶ τὰ ἀντικείμενα τούτοις ταὐτὰ καθ᾿ ὁποιανοῦν τῶν λεγομένων ἀντιθέσεων.
对于相反者也是同样;因为如果这些事物是同一的,那么根据任何一种所说的对立,它们的相反者也是同一的。
Οὐδὲν γὰρ διαφέρει τὸ τούτῳ ἢ τούτῳ ἀντικείμενον λαβεῖν, ἐπειδὴ ταὐτόν ἐστιν.
因为既然它们是同一的,那么取这一个的相反者还是取那一个的相反者并无区别。
Πάλιν ἐκ τῶν ποιητικῶν καὶ φθαρτικῶν καὶ γενέσεων καὶ φθορῶν καὶ ὅλως τῶν ὁμοίως ἐχόντων πρὸς ἑκάτερον· ὅσα γὰρ ἁπλῶς ταὐτά, καὶ αἱ γενέσεις αὐτῶν καὶ αἱ φθοραὶ αἱ αὐταί, καὶ τὰ ποιητικὰ καὶ φθαρτικά.
再次,要从生成因素、消灭因素、生成与消灭,以及通常与两者具有相似关系的事物来进行考察;因为凡是绝对同一的事物,它们的生成和消灭也是同一的,其生成因素和消灭因素也是同一的。
Σκοπεῖν δὲ καὶ ὧν θάτερον μάλιστα λέγεται ὁτιοῦν, εἰ καὶ θάτερον τῶν αὐτῶν τούτων κατὰ τὸ αὐτὸ μάλιστα λέγεται, καθάπερ Ξενοκράτης τὸν εὐδαίμονα βίον καὶ τὸν σπουδαῖον ἀποδείκνυσι τὸν αὐτόν, ἐπειδὴ πάντων τῶν βίων αἱρετώτατος ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων· ἓν γὰρ τὸ αἱρετώτατον καὶ μέγιστον.
此外,在两者中的一方被说成在某一方面最如何时,还要考察另一方是否在同一方面也被说成在这同样的事物中最为如何。 正如克塞诺克拉底证明幸福的生活和优秀的生活是同一的,因为在所有的生活中,优秀的生活和幸福的生活是最值得选择的;因为最值得选择的和最大的东西是单一的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
对于其他类似的事物也是同样。
Δεῖ δ᾿ ἑκάτερον ἓν ἀριθμῷ εἶναι τὸ λεγόμενον μέγιστον ἢ αἱρετώτατον.
但是,每一个被称为最大或最值得选择的东西,在数量上必须是单一的。
Εἰ δὲ μή, οὐκ ἔσται δεδειγμένον ὅτι ταὐτόν·
否则,它们是同一的这一点就得不到证明。
οὐ γὰρ ἀναγκαῖον, εἰ ἀνδρειότατοι τῶν Ἑλλήνων Πελοποννήσιοι καὶ Λακεδαιμόνιοι, τοὺς αὐτοὺς εἶναι Πελοποννησίους Λακεδαιμονίοις, ἐπειδὴ οὐχ εἷς ἀριθμῷ Πελοποννήσιος οὐδὲ Λακεδαιμόνιος.
因为,如果希腊人中最勇敢的是伯罗奔尼撒人和拉刻代蒙人,并没有必要使伯罗奔尼撒人与拉刻代蒙人相一致,因为一个伯罗奔尼撒人并非数量上的一,一个拉刻代蒙人也不是。
Ἀλλὰ περιέχεσθαι μὲν τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου ἀναγκαῖον, καθάπερ οἱ Λακεδαιμόνιοι ὑπὸ τῶν Πελοποννησίων.
而是必须一方被另一方所包容,正如拉刻代蒙人被伯罗奔尼撒人包容一样。
Εἰ δὲ μή, συμβήσεται ἀλλήλων εἶναι βελτίους, ἐὰν μὴ περιέχωνται οἱ ἕτεροι ὑπὸ τῶν ἑτέρων.
否则,如果一方不被另一方包容,结果就会是它们相互比对方更好。
Ἀναγκαῖον γὰρ τοὺς Πελοποννησίους βελτίους εἶναι τῶν Λακεδαιμονίων, εἴπερ μὴ περιέχονται οἱ ἕτεροι ὑπὸ τῶν ἑτέρων· πάντων γὰρ τῶν λοιπῶν εἰσὶ βελτίους.
因为如果一方不被另一方包容,伯罗奔尼撒人就必定比拉刻代蒙人更好,因为他们比所有其余的人都更好。
Ὁμοίως δὲ καὶ τοὺς Λακεδαιμονίους ἀνάγκη βελτίους εἶναι τῶν Πελοποννησίων· καὶ γὰρ καὶ οὗτοι πάντων τῶν λοιπῶν εἰσὶ βελτίους.
同样,拉刻代蒙人也必定比伯罗奔尼撒人更好;因为他们也比所有其余的人都更好。
ὥστε ἀλλήλων βελτίους γίνονται.
结果它们就会变得相互比对方更好。
Δῆλον οὖν ὅτι ἓν ἀριθμῷ δεῖ εἶναι τὸ βέλτιστον καὶ μέγιστον λεγόμενον, εἰ μέλλει ὅτι ταὐτὸν ἀποδείκνυσθαι.
因此显而易见,被称为最好和最大的事物在数量上必须是单一的,如果要证明它们是同一的话。
Διὸ καὶ Ξενοκράτης οὐκ ἀποδείκνυσιν· οὐ γὰρ εἷς ἀριθμῷ ὁ εὐδαίμων οὐδ᾿ ὁ σπουδαῖος βίος, ὥστ᾿ οὐκ ἀναγκαῖον τὸν αὐτὸν εἶναι, διότι ἄμφω αἱρετώτατοι, ἀλλὰ τὸν ἕτερον ὑπὸ τὸν ἕτερον.
正因如此,克塞诺克拉底也没有做出证明;因为幸福的生活和优秀的生活在数量上都不是单一的,因此并不因为两者都是最值得选择的,它们就必然是同一的,而是一方被包容在另一方之下。
Πάλιν σκοπεῖν εἰ ᾧ θάτερον ταὐτόν, καὶ θάτερον· εἰ γὰρ μὴ ἀμφότερα τῷ αὐτῷ ταὐτά, δῆλον ὅτι οὐδ᾿ ἀλλήλοις.
再次,考察与一方相同的事物,另一方是否也与其相同;因为如果两者不与同一事物相同,显而易见它们相互之间也不相同。