§6.8Ἐὰν δ᾿ ᾖ πρός τι τὸ ὁριζόμενον ἢ καθ᾿ αὑτὸ ἢ κατὰ τὸ γένος, σκοπεῖν εἰ μὴ εἴρηται ἐν τῷ ὁρισμῷ πρὸς ὃ λέγεται ἢ αὐτὸ ἢ κατὰ τὸ γένος, οἷον εἰ τὴν ἐπιστήμην ὡρίσατο ὑπόληψιν ἀμετάπειστον ἢ τὴν βούλησιν ὄρεξιν ἄλυπον.
如果被定义的事物,不论是其自身还是就其属而言,是一个关系者,那么就须考察:在定义中是否没有说明它(无论是其自身还是就其属而言)所关涉的对象。 例如,如果有人将知识定义为“不可说服的信念”,或者将愿望定义为“无痛苦的欲望”。
Παντὸς γὰρ τοῦ πρός τι ἡ οὐσία πρὸς ἕτερον, ἐπειδὴ ταὐτὸν ἦν ἑκάστῳ τῶν πρός τι τὸ εἶναι ὅπερ τὸ πρός τί πως ἔχειν.
因为所有关系者的本质都在于关涉他者,因为对于每一个关系者来说,其存在就等于以某种方式关涉某物。
Ἔδει οὖν τὴν ἐπιστήμην εἰπεῖν ὑπόληψιν ἐπιστητοῦ καὶ τὴν βούλησιν ὄρεξιν ἀγαθοῦ.
因此,本应当说知识是“对可知之物的信念”,而愿望是“对善之物的欲望”。
Ὁμοίως δὲ καὶ εἰ τὴν γραμματικὴν ὡρίσατο ἐπιστήμην γραμμάτων· ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὅ ποτε τὸ γένος ἐν τῷ διορισμῷ ἀποδίδοσθαι.
同样地,如果有人将语法定义为“关于文字的知识”;因为不管是该事物自身所关涉的对象,还是其属所关涉的对象,都应该在定义中给出来。
Ἢ εἰ πρός τι εἰρημένον μὴ πρὸς τὸ τέλος ἀποδέδοται.
或者,虽然提到了关系,但没有针对其“目的”来给出。
Τέλος δ᾿ ἐν ἑκάστῳ τὸ βέλτιστον ἢ οὗ χάριν τἆλλα.
而每一个事物中的目的就是最善的东西,或者是其他事物为了它而存在的东西。
Ῥητέον δὴ ἢ τὸ βέλτιστον ἢ τὸ ἔσχατον, οἷον τὴν ἐπιθυμίαν οὐχ ἡδέος ἀλλ᾿ ἡδονῆς· ταύτης γὰρ χάριν καὶ τὸ ἡδὺ αἱρούμεθα.
因此,应该说明最善的东西或者终极的东西。 例如,不应该说渴望是针对“令人愉快的东西”,而应该说是针对“快乐”;因为正是为了快乐,我们也选择令人愉快的东西。
Σκοπεῖν δὲ καὶ εἰ γένεσίς ἐστι πρὸς ὃ ἀποδέδωκεν ἢ ἐνέργεια· οὐδὲν γὰρ τῶν τοιούτων τέλος·
还须考察:他所给出的关系对象是“产生”还是“活动”;因为这些都不是目的。
μᾶλλον γὰρ τὸ ἐνηργηκέναι καὶ γεγενῆσθαι τέλος ἢ τὸ γίνεσθαι καὶ ἐνεργεῖν.
因为与正在产生和正在活动相比,产生完毕和活动完毕更算得上是目的。
Ἢ οὐκ ἐπὶ πάντων ἀληθὲς τὸ τοιοῦτον·
或者,这种事情并非在所有情况下都属实。
σχεδὸν γὰρ οἱ πλεῖστοι ἥδεσθαι μᾶλλον βούλονται ἢ πεπαῦσθαι ἡδόμενοι, ὥστε τὸ ἐνεργεῖν μᾶλλον τέλος ἂν ποιοῖντο τοῦ ἐνηργηκέναι.
因为几乎大多数人更愿意正在享受快乐,而不是已经享受完快乐,所以他们宁可将正在活动视为目的,而不是活动完毕。
Πάλιν ἐπ᾿ ἐνίων εἰ μὴ διώρικε τοῦ πόσου ἢ ποίου ἢ ποῦ ἢ κατὰ τὰς ἄλλας διαφοράς, οἷον φιλότιμος ὁ ποίας καὶ ὁ πόσης ὀρεγόμενος τιμῆς·
再者,对于某些事物,他是否没有限定数量、性质、地点或其他种差。 例如,爱荣誉者是追求什么样的荣誉以及多少荣誉的人。
πάντες γὰρ ὀρέγονται τιμῆς, ὥστ᾿ οὐκ ἀπόχρη φιλότιμον εἰπεῖν τὸν ὀρεγόμενον τιμῆς, ἀλλὰ προσθετέον τὰς εἰρημένας διαφοράς.
因为所有人都追求荣誉,所以仅仅说追求荣誉的人是爱荣誉者是不够的,而必须加上上述的种差。
Ὁμοίως δὲ καὶ φιλοχρήματος ὁ πόσων ὀρεγόμενος χρημάτων ἢ ἀκρατὴς ὁ περὶ ποίας ἡδονάς· οὐ γὰρ ὁ ὑφ᾿ οἱασποτοῦν ἡδονῆς κρατούμενος ἀκρατὴς λέγεται, ἀλλ᾿ ὁ ὑπό τινος.
同样地,贪财者是追求多少钱财的人,或者无自制力者是关于什么样快乐的人;因为被任何一种快乐所支配的人并不能被称为无自制力者,而只有被某种特定的快乐所支配的人才是。
Ἢ πάλιν, ὡς ὁρίζονται τὴν νύκτα σκιὰν γῆς, ἢ τὸν σεισμὸν κίνησιν γῆς, ἢ τὸ νέφος πύκνωσιν ἀέρος, ἢ τὸ πνεῦμα κίνησιν ἀέρος· προσθετέον γὰρ πόσου καὶ ποίου καὶ ὑπὸ τίνος.
或者再如,人们将夜定义为“地球的影子”,将地震定义为“大地的运动”,将云定义为“空气的凝结”,将风定义为“空气的运动”;在这些定义中必须加上多少、什么样以及由什么引起的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων· ἀπολείπων γὰρ διαφορὰν ἡντινοῦν οὐ λέγει τὸ τί ἦν εἶναι.
对于其他类似的事物也是如此;因为漏掉任何一个种差,就不能说明其本质。
Δεῖ δ᾿ ἀεὶ πρὸς τὸ ἐνδεὲς ἐπιχειρεῖν· οὐ γὰρ ὁπωσοῦν γῆς κινηθείσης οὐδ᾿ ὁποσησοῦν σεισμὸς ἔσται, ὁμοίως δ᾿ οὐδ᾿ ἀέρος ὁπωσοῦν οὐδ᾿ ὁποσουοῦν κινηθέντος πνεῦμα.
而且必须始终针对其欠缺之处进行反驳;因为大地的任何一种运动或任何幅度的运动都不会构成地震,同样,空气的任何一种或任何程度的运动也不会构成风。
Ἔτι ἐπὶ τῶν ὀρέξεων εἰ μὴ πρόσκειται τὸ φαινόμενον, καὶ ἐφ᾿ ὅσων ἄλλων ἁρμόττει, οἷον ὅτι ἡ βούλησις ὄρεξις ἀγαθοῦ, ἡ δ᾿ ἐπιθυμία ὄρεξις ἡδέος, ἀλλὰ μὴ φαινομένου ἀγαθοῦ ἢ ἡδέος.
此外,对于欲望,是否没有加上“显现的”这一词,以及在其他所有适用的地方,例如说愿望是“对善之物的欲望”,渴望是“对愉快之物的欲望”,而不是“对显现的善”或“对显现的愉快”的欲望。
Πολλάκις γὰρ λανθάνει τοὺς ὀρεγομένους ὅ τι ἀγαθὸν ἢ ἡδύ ἐστιν, ὥστ᾿ οὐκ ἀναγκαῖον ἀγαθὸν ἢ ἡδὺ εἶναι, ἀλλὰ φαινόμενον μόνον.
因为追求者往往并不知晓什么是真正的善或愉快,所以它不一定要是真正的善或愉快,而只要是显现出来的即可。
Ἔδει οὖν οὕτω καὶ τὴν ἀπόδοσιν ποιήσασθαι.
因此,定义的给出也应当如此。
Ἐὰν δὲ καὶ ἀποδῷ τὸ εἰρημένον, ἐπὶ τὰ εἴδη ἀκτέον τὸν τιθέμενον ἰδέας εἶναι· οὐ γάρ ἐστιν ἰδέα φαινομένου οὐδενός, τὸ δ᾿ εἶδος πρὸς τὸ εἶδος δοκεῖ λέγεσθαι, οἷον αὐτὴ ἐπιθυμία αὐτοῦ ἡδέος καὶ αὐτὴ βούλησις αὐτοῦ ἀγαθοῦ.
但如果他确实给出了上述定义,那么对于主张理念存在的人,就必须将他引向形式(理念本身);因为没有任何显现之物的理念,而且形式(理念)被认为是针对形式而言的。 例如,渴望本身是针对愉快本身,愿望本身是针对善本身。
Οὐκ ἔστιν οὖν φαινομένου ἀγαθοῦ οὐδὲ φαινομένου ἡδέος· ἄτοπον γὰρ τὸ εἶναι αὐτὸ φαινόμενον ἀγαθὸν ἢ ἡδύ.
因此,它不是针对显现的善或显现的愉快;因为如果理念本身是显现的善或显现的愉快,那就太荒谬了。