§6.9Ἔτι ἐὰν μὲν ᾖ τῆς ἕξεως ὁ ὁρισμός, σκοπεῖν ἐπὶ τοῦ ἔχοντος, ἐὰν δὲ τοῦ ἔχοντος, ἐπὶ τῆς ἕξεως·
此外,如果被定义的是状态,就须对照持有者予以考察;如果是持有者,就须对照状态予以考察。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
对于其他类似的事物也是如此。
Οἷον εἰ τὸ ἡδὺ ὅπερ ὠφέλιμον, καὶ ὁ ἡδόμενος ὠφελούμενος.
例如,如果愉快就是有益,那么享受快乐的人也就是获得利益的人。
Καθόλου δ᾿ εἰπεῖν, ἐν τοῖς τοιούτοις ὁρισμοῖς τρόπον τινὰ πλείω ἑνὸς συμβαίνει τὸν ὁριζόμενον ὁρίζεσθαι·
一般而言,在这样的定义中,定义者在某种意义上必然同时定义了多个事物。
ὁ γὰρ τὴν ἐπιστήμην ὁριζόμενος τρόπον τινὰ καὶ τὴν ἄγνοιαν ὁρίζεται, ὁμοίως δὲ καὶ τὸ ἐπιστῆμον καὶ τὸ ἀνεπιστῆμον καὶ τὸ ἐπίστασθαι καὶ τὸ ἀγνοεῖν·
因为定义知识的人,在某种意义上也定义了无知,同样也定义了知者与不知者、知与不知。
τοῦ γὰρ πρώτου δήλου γενομένου τρόπον τινὰ καὶ τὰ λοιπὰ δῆλα γίνονται.
因为一旦首要的事物变得清晰,在某种意义上其余的事物也会变得清晰。
Σκεπτέον οὖν ἐπὶ πάντων τῶν τοιούτων μή τι διαφωνῇ, στοιχείοις χρώμενον τοῖς ἐκ τῶν ἐναντίων καὶ τῶν συστοίχων.
因此,对于所有这些情况,都应该考虑是否存在不一致,并要使用从相反者和同族词中得出的基本要素。
Ἔτι ἐπὶ τῶν πρός τι σκοπεῖν εἰ πρὸς ὃ τὸ γένος ἀποδίδοται, τὸ εἶδος πρὸς ἐκεῖνό τι ἀποδίδοται, οἷον εἰ ἡ ὑπόληψις πρὸς ὑποληπτόν, ἡ τὶς ὑπόληψις πρός τι ὑποληπτόν, καὶ εἰ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, τὸ τὶ πολλαπλάσιον πρὸς τὸ τὶ πολλοστημόριον·
此外,对于关系者,须考察如果属是关涉某物而给出的,种是否也关涉某个特定的物而给出。 例如,如果信念是针对可信之物,那么某种特定的信念就是针对某种特定的可信之物;如果倍数是针对分数,那么某种特定的倍数就是针对某种特定的分数。
εἰ γὰρ μὴ οὕτως ἀποδίδοται, δῆλον ὅτι ἡμάρτηται.
因为如果不按这种方式给出,显然就犯了错误。
Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου ὁ ἀντικείμενος λόγος, οἷον τοῦ ἡμίσεος ὁ ἀντικείμενος τῷ τοῦ διπλασίου·
还须看相反者的定义是否与相反者相对。 例如,半的定义是否与倍的定义相对。
εἰ γὰρ διπλάσιον τὸ ἴσῳ ὑπερέχον, ἥμισυ τὸ ἴσῳ ὑπερεχόμενον.
因为如果倍是“超出等量者”,那么半就是“被超出等量者”。
Καὶ ἐπὶ τῶν ἐναντίων δ᾿ ὡσαύτως.
对于相反者也是如此。
Ὁ γὰρ ἐναντίος τοῦ ἐναντίου λόγος ἔσται κατὰ μίαν τινὰ συμπλοκὴν τῶν ἐναντίων, οἷον εἰ ὠφέλιμον τὸ ποιητικὸν ἀγαθοῦ, βλαβερὸν τὸ ποιητικὸν κακοῦ ἢ τὸ φθαρτικὸν ἀγαθοῦ·
因为相反者的定义将根据相反者之间的某种结合而成为相反者的定义。 例如,如果有益是“善的产生者”,那么有害就是“恶的产生者”,或者“善的破坏者”;因为这两者之一必然与最初所说(定义)的相反。
θάτερον γὰρ τούτων ἀναγκαῖον ἐναντίον εἶναι τῷ ἐξ ἀρχῆς ῥηθέντι. Εἰ οὖν μηδέτερον ἐναντίον τῷ ἐξ ἀρχῆς ῥηθέντι, δῆλον ὅτι οὐδέτερος ἂν εἴη τῶν ὕστερον ἀποδοθέντων τοῦ ἐναντίου λόγος, ὥστ᾿ οὐδ᾿ ὁ ἐξ ἀρχῆς ἀποδοθεὶς ὀρθῶς ἀποδέδοται.
因此,如果这两者都与最初所说的相反者不符,那么显然,后面给出的两种定义都不是相反者的定义,从而连最初给出的定义也未被正确给出。
Ἐπεὶ δ᾿ ἔνια τῶν ἐναντίων στερήσει θατέρου λέγεται, οἷον ἡ ἀνισότης στέρησις ἰσότητος δοκεῖ εἶναι (ἄνισα γὰρ τὰ μὴ ἴσα λέγεται), δῆλον ὅτι τὸ μὲν κατὰ στέρησιν λεγόμενον ἐναντίον ἀναγκαῖον ὁρίζεσθαι διὰ θατέρου, τὸ δὲ λοιπὸν οὐκέτι διὰ τοῦ κατὰ στέρησιν λεγομένου· συμβαίνοι γὰρ ἂν ἑκάτερον δι᾿ ἑκατέρου γνωρίζεσθαι.
但是,既然有些相反者是通过另一方的缺乏来表示的,例如不均等似乎是均等的缺乏(因为不相等的事物被称为不均等),显然,通过缺乏来表示的相反者必须通过另一方来定义,而另一方则不能再通过缺乏来表示的那一方来定义;否则,就会导致双方各自通过对方来被认识。
Ἐπισκεπτέον οὖν ἐν τοῖς ἐναντίοις τὴν τοιαύτην ἁμαρτίαν, οἷον εἴ τις ὁρίσαιτο τὴν ἰσότητα εἶναι τὸ ἐναντίον ἀνισότητι· διὰ γὰρ τοῦ κατὰ στέρησιν λεγομένου ὁρίζεται.
因此,在相反者中必须考察这类错误,例如,如果有人把均等定义为“不均等的相反者”;因为他是通过缺乏来表示的东西来定义的。
Ἔτι τὸν οὕτως ὁριζόμενον ἀναγκαῖον αὐτῷ τῷ ὁριζομένῳ χρῆσθαι.
再者,如此定义的人必然会使用被定义者本身。
Δῆλον δὲ τοῦτο, ἐὰν μεταληφθῇ ἀντὶ τοῦ ὀνόματος ὁ λόγος·
如果用定义来代替名称,这一点就会变得很明显。
εἰπεῖν γὰρ ἢ ἀνισότητα οὐδὲν διαφέρει ἢ στέρησιν ἰσότητος, ἔσται οὖν ἡ ἰσότης τὸ ἐναντίον στερήσει ἰσότητος, ὥστ᾿ αὐτῷ ἂν εἴη κεχρημένος.
因为说“不均等”与说“均等的缺乏”毫无区别,所以均等就会变成“均等缺乏的相反者”,从而他是在使用被定义者本身。
Ἂν δὲ μηδέτερον τῶν ἐναντίων κατὰ στέρησιν λέγηται, ἀποδοθῇ δ᾿ ὁ λόγος ὁμοίως, οἷον ἀγαθὸν τὸ ἐναντίον κακῷ, δῆλον ὅτι κακὸν τὸ ἐναντίον ἀγαθῷ ἔσται· τῶν γὰρ οὕτως ἐναντίων ὁμοίως ὁ λόγος ἀποδοτέος.
但如果两个相反者都不是通过缺乏来表示的,而定义却以类似的方式给出,例如说善是“恶的相反者”,那么显然恶就是“善的相反者”;因为对于这种相反者,定义应当以类似的方式给出。
Ὥστε πάλιν αὐτῷ τῷ ὁριζομένῳ συμβαίνει χρῆσθαι· ἐνυπάρχει γὰρ ἐν τῷ τοῦ κακοῦ λόγῳ τὸ ἀγαθόν.
因此,结果又是使用了被定义者本身;因为善存在于恶的定义之中。
Ὥστ᾿ εἰ ἀγαθόν ἐστι τὸ κακῷ ἐναντίον, τὸ δὲ κακὸν οὐδὲν διαφέρει ἢ τὸ τῷ ἀγαθῷ ἐναντίον, ἔσται ἀγαθὸν τὸ ἐναντίον τῷ τοῦ ἀγαθοῦ ἐναντίῳ.
因此,如果善是恶的相反者,而恶与善的相反者并无不同,那么善就会是“善的相反者的相反者”。
Δῆλον οὖν ὅτι αὐτῷ κέχρηται.
显然,他使用了被定义者本身。
Ἔτι εἰ τὸ κατὰ στέρησιν λεγόμενον ἀποδιδοὺς μὴ ἀποδέδωκεν οὗ ἐστὶ στέρησις, οἷον τῆς ἕξεως ἢ τοῦ ἐναντίου ἢ ὁτουοῦν ἐστὶν ἡ στέρησις·
此外,在给出通过缺乏来表示的事物时,他是否没有给出它是什么的缺乏,例如是状态的缺乏、相反者的缺乏,还是无论什么东西的缺乏。
καὶ εἰ μὴ ἐν ᾧ πέφυκε γίνεσθαι προσέθηκεν, ἢ ἁπλῶς ἢ ἐν ᾧ πρώτῳ πέφυκε γίνεσθαι, οἷον εἰ τὴν ἄγνοιαν εἰπὼν στέρησιν μὴ ἐπιστήμης στέρησιν εἶπεν, ἢ μὴ προσέθηκεν ἐν ᾧ πέφυκε γίνεσθαι, ἢ προσθεὶς μὴ ἐν ᾧ πρώτῳ ἀπέδωκεν, οἷον ὅτι οὐκ ἐν τῷ λογιστικῷ ἀλλ᾿ ἐν ἀνθρώπῳ ἢ ψυχῇ·
以及,他是否没有加上它自然产生的场所(主体),是无条件地加上,还是加上它最初自然产生的场所。 例如,当他说无知是“缺乏”时,却没有说是“知识的缺乏”;或者没有加上它自然产生的场所;或者虽然加上了,却没有给出它最初产生的场所,例如说它不在理智部分,而是在人或灵魂中。
ἐὰν γὰρ ὁτιοῦν τούτων μὴ ποιήσῃ, ἡμάρτηκεν.
因为如果他没有做好这些中的任何一项,他就犯了错误。
Ὁμοίως δὲ καὶ εἰ τὴν τυφλότητα μὴ ὄψεως στέρησιν ἐν ὀφθαλμῷ εἶπεν· δεῖ γὰρ τὸν καλῶς ἀποδιδόντα τὸ τί ἐστι, καὶ τίνος ἐστὶν ἡ στέρησις ἀποδοῦναι καὶ τί ἐστι τὸ ἐστερημένον.
同样地,如果他没有说盲是“眼中的视力缺乏”;因为正确给出本质的人,必须既给出它是什么的缺乏,又给出什么被剥夺了(缺乏的主体)。
Ὁρᾶν δὲ καὶ εἰ μὴ λεγομένου κατὰ στέρησιν στερήσει ὡρίσατο, οἷον καὶ ἐπὶ τῆς ἀγνοίας δόξειεν ἂν ὑπάρχειν ἡ τοιαύτη ἁμαρτία τοῖς μὴ κατ᾿ ἀπόφασιν τὴν ἄγνοιαν λέγουσιν.
还须看在事物并非通过缺乏来表示时,是否用缺乏来定义它。 例如,对于无知,对于那些不把无知仅仅当作否定的人来说,似乎存在这样的错误。
Τὸ γὰρ μὴ ἔχον ἐπιστήμην οὐ δοκεῖ ἀγνοεῖν, ἀλλὰ μᾶλλον τὸ διηπατημένον, διὸ οὔτε τὰ ἄψυχα οὔτε τὰ παιδία φαμὲν ἀγνοεῖν, ὥστ᾿ οὐ κατὰ στέρησιν ἐπιστήμης ἡ ἄγνοια λέγεται.
因为没有知识者并不被视为是无知的,相反,被欺骗(产生误解)的人才是,因此我们既不说无生命物无知,也不说婴儿无知,所以无知并不是通过知识的缺乏来表示的。