Humanitext Reader

亚里士多德 · 论题篇 §6.7

程度比较与选言定义及代换检验

第 65 段,共 94 段 · 希腊语

内容简介

本章探讨了关于事物与其定义在“程度(更)”上是否一致的论题、选言定义所导致的逻辑矛盾,以及通过用定义式替换定义中所给出的类和种差等名称来检查不一致的方法。

§6.7Σκεπτέον δὲ καὶ εἰ καθ᾿ ἕτερόν τι μᾶλλον λέγεται τὸ ὁρισθὲν ἢ κατὰ τὸν ἀποδοθέντα λόγον, οἷον εἰ ἡ δικαιοσύνη δύναμις τοῦ ἴσου διανεμητική.
还须考察:被定义的事物,其被称为该事物,是否更多地是由于其他某种原因,而不是由于所给出的定义;例如,如果正义被定义为“分配均等之物的能力”。
Δίκαιος γὰρ μᾶλλον ὁ προαιρούμενος τὸ ἴσον διανεῖμαι τοῦ δυναμένου, ὥστ᾿ οὐκ ἂν εἴη ἡ δικαιοσύνη δύναμις τοῦ ἴσου διανεμητική· καὶ γὰρ δίκαιος εἴη ἂν μάλιστα ὁ δυνάμενος μάλιστα τὸ ἴσον διανεῖμαι.
因为正义的人,更多的是指那些选择分配均等之物的人,而不是指有能力这样做的人,所以正义不会是“分配均等之物的能力”;因为最能分配均等之物的人就将是最正义的人。
Ἔτι εἰ τὸ μὲν πρᾶγμα δέχεται τὸ μᾶλλον, τὸ δὲ κατὰ τὸν λόγον ἀποδοθὲν μὴ δέχεται, ἢ ἀνάπαλιν τὸ μὲν κατὰ τὸν λόγον ἀποδοθὲν δέχεται, τὸ δὲ πρᾶγμα μή.
此外,如果事物本身接受“更”,而定义给出的公式不接受,或者反过来,定义给出的公式接受,而事物本身不接受。
Δεῖ γὰρ ἀμφότερα δέχεσθαι ἢ μηδέτερον, εἴπερ δὴ ταὐτόν ἐστι τὸ κατὰ τὸν λόγον ἀποδοθὲν τῷ πράγματι.
因为如果定义给出的公式与该事物确实同一,那么两者必须都接受,或者都不接受。
Ἔτι εἰ δέχεται μὲν ἀμφότερα τὸ μᾶλλον, μὴ ἅμα δὲ τὴν ἐπίδοσιν ἀμφότερα λαμβάνει, οἷον εἰ ὁ ἔρως ἐπιθυμία συνουσίας ἐστίν·
此外,如果两者都接受“更”,但两者不同时增加。
ὁ γὰρ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ τῆς συνουσίας, ὥστ᾿ οὐχ ἅμα ἀμφότερα τὸ μᾶλλον ἐπιδέχεται· ἔδει δέ γε, εἴπερ ταὐτὸν ἦν.
例如,如果情爱被定义为“对交合的欲望”;因为爱得更深的人并不因此就更渴望交合,所以两者不同时接受“更”的增加;然而,如果它们是同一的,本应该同时增加。
Ἔτι εἰ δύο τινῶν προτεθέντων, καθ᾿ οὗ τὸ πρᾶγμα μᾶλλον λέγεται, τὸ κατὰ τὸν λόγον ἧττον λέγεται, οἷον εἰ τὸ πῦρ ἐστὶ σῶμα τὸ λεπτομερέστατον·
此外,如果给出两个事物,在事物本身被说得更多的那一方,定义公式反而被说得更少。
πῦρ μὲν γὰρ μᾶλλον ἡ φλόξ ἐστι τοῦ φωτός, σῶμα δὲ τὸ λεπτομερέστατον ἧττον φλὸξ τοῦ φωτός· ἔδει δ᾿ ἀμφότερα μᾶλλον τῷ αὐτῷ ὑπάρχειν, εἴπερ ταὐτὰ ἦν.
例如,如果火被定义为“最微细之体”;因为与光相比,火焰更是火,但作为“最微细之体”,火焰却不如光更是;但如果它们是同一的,这两者本应该更多地属于同一个事物。
Πάλιν εἰ τὸ μὲν ὁμοίως ἀμφοτέροις ὑπάρχει τοῖς προτεθεῖσι, τὸ δ᾿ ἕτερον μὴ ὁμοίως ἀμφοτέροις, ἀλλὰ τῷ ἑτέρῳ μᾶλλον.
再者,如果其中一个同样属于给出的这两个事物,而另一个却不同样属于两者,而是更多地属于其中之一。
Ἔτι ἐὰν πρὸς δύο τὸν ὁρισμὸν ἀποδῷ καθ᾿ ἑκάτερον, οἷον τὸ καλὸν τὸ δι᾿ ὄψεως ἢ τὸ δι᾿ ἀκοῆς ἡδύ, καὶ τὸ ὂν τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι· ἅμα γὰρ ταὐτὸν καλόν τε καὶ οὐ καλὸν ἔσται, ὁμοίως δὲ καὶ ὄν τε καὶ οὐκ ὄν.
此外,如果他针对两个事物分别给出定义,例如美是“通过视觉或通过听觉产生的快感”,存在是“能受或能动”;因为这样一来,同一个东西将同时是美的又是不美的,同样地,既是存在又是不存在。
Τὸ γὰρ δι᾿ ἀκοῆς ἡδὺ ταὐτὸν τῷ καλῷ ἔσται, ὥστε τὸ μὴ ἡδὺ δι᾿ ἀκοῆς τῷ μὴ καλῷ ταὐτόν· τοῖς γὰρ αὐτοῖς καὶ τὰ ἀντικείμενα ταὐτά, ἀντίκειται δὲ τῷ μὲν καλῷ τὸ οὐ καλόν, τῷ δὲ δι᾿ ἀκοῆς ἡδεῖ τὸ οὐχ ἡδὺ δι᾿ ἀκοῆς.
因为“通过听觉产生的快感”将与美同一,所以“不通过听觉产生的快感”将与“不美”同一;因为对于相同的事物,它们的相反面也是同一的,而与美相反的是“不美”,与“通过听觉产生的快感”相反的是“不通过听觉产生的快感”。
Δῆλον οὖν ὅτι ταὐτὸν τὸ οὐχ ἡδὺ δι᾿ ἀκοῆς τῷ οὐ καλῷ.
显而易见,“不通过听觉产生的快感”与“不美”同一。
Εἰ οὖν τι ἐστὶ δι᾿ ὄψεως μὲν ἡδὺ δι᾿ ἀκοῆς δὲ μή, καλόν τε καὶ οὐ καλὸν ἔσται.
因此,如果某个事物通过视觉是令人愉快的,但通过听觉却不,它就既是美的,又是不美的。
Ὁμοίως δὲ δείξομεν καὶ διότι ταὐτὸν ὄν τε καὶ οὐκ ὄν ἐστιν.
同样地,我们也可以证明存在和非存在是同一的。
Ἔτι καὶ τῶν γενῶν καὶ τῶν διαφορῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ὁρισμοῖς ἀποδιδομένων λόγους ἀντὶ τῶν ὀνομάτων ποιοῦντα σκοπεῖν εἴ τι διαφωνεῖ.
此外,还要将定义中给出的类、种差及其他所有事物的定义式替换它们的名字,并考察是否有什么不一致之处。

词汇与语法注释

  1. p.375καὶ γὰρ δίκαιος εἴη ἂν μάλιστα ὁ δυνάμενος μάλιστα τὸ ἴσον διανεῖμαι — 此处使用了带有 ἄν 的潜能 optative(εἴη ἂν),以归谬法指出了如果采用错误定义(即把正义视为一种“能力”)所导致的荒谬后果:“因为[如果正义是能力,]最能分配均等之物的人就将是最正义的人”(而实际上,正义取决于选择而非单纯的能力)。
  2. p.375σῶμα δὲ τὸ λεπτομερέστατον ἧττον φλὸξ τοῦ φωτός — “τοῦ φωτός” 是受比较级副词 “ἧττον”(更少/较不)支配的比较属格。主语是 “ἡ φλόξ”(火焰),意思是“在‘最微细之体’这一层面上,火焰不如光更是(即光的微细程度高于火焰)”。
  3. p.375τοῖς γὰρ αὐτοῖς καὶ τὰ ἀντικείμενα ταὐτά — 此处省略了系动词(ἐστίν 或 εἶναι)。该句陈述了一个逻辑规则:“因为对于相同的事物(τοῖς αὐτοῖς,关系/参考与格),它们的相反面(τὰ ἀντικείμενα)也是同一的(ταὐτά,表语形容词)”。即如果 A = B,那么非 A = 非 B。

引用这一段

亚里士多德, 论题篇 §6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。