Humanitext Reader

亚里士多德 · 论题篇 §6.6#3

关于关系术语因果关系及时间限定的定义错误

第 64 段,共 94 段 · 希腊语

内容简介

本节指出了在关系术语、不当的接受主体以及混淆因果等方面可能出现的定义错误,并探讨了诸如“现在”之类的时间限定在定义中引起的歧义及其解决方法。

§6.6#3Καὶ εἴ τινος τῶν πρός τι μὴ πρὸς ἄλλο τὴν διαφορὰν ἀποδέδωκεν· τῶν γὰρ πρός τι καὶ αἱ διαφοραὶ πρός τι, καθάπερ καὶ τῆς ἐπιστήμης· θεωρητικὴ γὰρ καὶ πρακτικὴ καὶ ποιητικὴ λέγεται, ἕκαστον δὲ τούτων πρός τι σημαίνει· θεωρητικὴ γάρ τινος καὶ ποιητική τινος καὶ πρακτική.
又,如果他给出了某种关系名词的种差,却不是相对于他物而言的;因为关系名词的种差也是有关系的,正如知识的种差一样;因为知识被称为理论的、实践的或生产的,而这些每一个都表示某种关系;因为理论的是关于某物的,生产的是关于某物的,实践的是关于某物的。
Σκοπεῖν δὲ καὶ εἰ πρὸς ὃ πέφυκεν ἕκαστον τῶν πρός τι ἀποδίδωσιν ὁ ὁριζόμενος.
还要考察定义者是否将每一个关系名词按照其自然适合的对象来给出。
Ἐνίοις μὲν γὰρ πρὸς ὃ πέφυκεν ἕκαστον τῶν πρός τι μόνον ἔστι χρῆσθαι, πρὸς ἄλλο δ᾿ οὐδέν, ἐνίοις δὲ καὶ πρὸς ἄλλο, οἷον τῇ ὄψει πρὸς τὸ ἰδεῖν μόνον, τῇ δὲ στλεγγίδι κἂν ἀρύσαιτό τις·
因为对于某些关系名词,每一个只能用于它自然适合的对象,而不能用于其他任何对象;但对于另一些关系名词,也可以用于其他对象。
ἀλλ᾿ ὅμως εἴ τις ὁρίσαιτο τὴν στλεγγίδα ὄργανον πρὸς τὸ ἀρύειν, ἡμάρτηκεν· οὐ γὰρ πρὸς τοῦτο πέφυκεν.
例如,视觉只能用于观看,而刮身板甚至可以用来汲水;但尽管如此,如果有人把刮身板定义为“用于汲水的工具”,他就犯了错误;因为它是自然不适合于此的。
Ὅρος δὲ τοῦ πρὸς ὃ πέφυκεν, ἐφ᾿ ὃ ἂν χρήσαιτο ὁ φρόνιμος ᾗ φρόνιμος, καὶ ἡ περὶ ἕκαστον οἰκεία ἐπιστήμη.
而自然适合的标准是:明智的人作为明智的人所会使用的对象,以及关于每种事物的固有知识所会使用的对象。
Ἢ εἰ μὴ τοῦ πρώτου ἀπέδωκεν, ὅταν τυγχάνῃ πρὸς πλείω λεγόμενον, οἷον τὴν φρόνησιν ἀρετὴν ἀνθρώπου ἢ ψυχῆς καὶ μὴ τοῦ λογιστικοῦ· πρώτου γὰρ τοῦ λογιστικοῦ ἀρετὴ ἡ φρόνησις· κατὰ γὰρ τοῦτο καὶ ἡ ψυχὴ καὶ ὁ ἄνθρωπος φρονεῖν λέγεται.
或者,当它碰巧是相对于多个事物而言时,他是否没有给出最直接的对象;例如,把明智作为人或灵魂的德性,而不是作为理性的部分的德性;因为明智首先是理智部分的德性;因为正是根据这一部分,灵魂和人都被称为是明智的。
Ἔτι εἰ μὴ δεκτικόν ἐστιν οὗ εἴρηται τὸ ὡρισμένον πάθος ἢ ἡ διάθεσις ἢ ὁτιοῦν ἄλλο, ἡμάρτηκεν.
此外,如果被定义的受动或状态或任何其他东西,不能被它所说属的对象所接受,他就犯了错误。
Πᾶσα γὰρ διάθεσις καὶ πᾶν πάθος ἐν ἐκείνῳ πέφυκε γίνεσθαι οὗ ἐστὶ διάθεσις ἢ πάθος, καθάπερ καὶ ἡ ἐπιστήμη ἐν ψυχῇ διάθεσις οὖσα ψυχῆς.
因为每一个状态和每一个受动,都自然适合在它是其状态或受动的那种事物中产生,正如知识是灵魂的状态,存在于灵魂中一样。
Ἐνίοτε δὲ διαμαρτάνουσιν ἐν τοῖς τοιούτοις, οἷον ὅσοι λέγουσιν ὅτι ὕπνος ἐστὶν ἀδυναμία αἰσθήσεως, καὶ ἡ ἀπορία ἰσότης ἐναντίων λογισμῶν, καὶ ἡ ἀλγηδὼν διάστασις τῶν συμφύτων μερῶν μετὰ βίας·
有时人们在这类事情上犯错误,例如那些说睡眠是“感觉的无能力”、困惑是“相反推论的对等”、痛苦是“自然结合部分的暴力分裂”的人。
οὔτε γὰρ ὁ ὕπνος ὑπάρχει τῇ αἰσθήσει, ἔδει δ᾿, εἴπερ ἀδυναμία αἰσθήσεώς ἐστιν.
因为睡眠并不属于感觉,而如果它是感觉的无能力,它本应该属于感觉。
Ὁμοίως δ᾿ οὐδ᾿ ἡ ἀπορία ὑπάρχει τοῖς ἐναντίοις λογισμοῖς, οὐδ᾿ ἡ ἀλγηδὼν τοῖς συμφύτοις μέρεσιν· ἀλγήσει γὰρ τὰ ἄψυχα, εἴπερ ἀλγηδὼν αὐτοῖς παρέσται.
同样地,困惑也不属于相反的推论,痛苦也不属于自然结合的部分;因为如果痛苦存在于它们之中,无生命的事物也会感到痛苦。
Τοιοῦτος δὲ καὶ ὁ τῆς ὑγιείας ὁρισμός, εἴπερ συμμετρία θερμῶν καὶ ψυχρῶν ἐστίν· ἀνάγκη γὰρ ὑγιαίνειν τὰ θερμὰ καὶ ψυχρά· ἡ γὰρ ἑκάστου συμμετρία ἐν ἐκείνοις ὑπάρχει ὧν ἐστὶ συμμετρία, ὥσθ᾿ ἡ ὑγίεια ὑπάρχοι ἂν αὐτοῖς.
关于健康的定义也是如此,如果它是“冷和热的对称”的话;因为冷热元素就必然是健康的了;因为每个事物的对称都属于那些它是其对称的东西,所以健康就会属于它们。
Ἔτι τὸ ποιούμενον εἰς τὸ ποιητικὸν ἢ ἀνάπαλιν συμβαίνει τιθέναι τοῖς οὕτως ὁριζομένοις.
此外,这样定义的人,会把被产生的东西当作产生的东西,或者反过来。
Οὐ γάρ ἐστιν ἀλγηδὼν ἡ διάστασις τῶν συμφύτων μερῶν, ἀλλὰ ποιητικὸν ἀλγηδόνος· οὐδ᾿ ἡ ἀδυναμία τῆς αἰσθήσεως ὕπνος, ἀλλὰ ποιητικὸν θάτερον θατέρου· ἤτοι γὰρ διὰ τὴν ἀδυναμίαν ὑπνοῦμεν, ἢ διὰ τὸν ὕπνον ἀδυνατοῦμεν.
因为自然结合部分的分裂并不是痛苦,而是产生痛苦的原因;感觉的无能力也不是睡眠,而是其中一个产生另一个;因为我们要么是因为无能力而入睡,要么是因为入睡而无能力。
Ὁμοίως δὲ καὶ τῆς ἀπορίας δόξειεν ἂν ποιητικὸν εἶναι ἡ τῶν ἐναντίων ἰσότης λογισμῶν· ὅταν γὰρ ἐπ᾿ ἀμφότερα λογιζομένοις ἡμῖν ὁμοίως ἅπαντα φαίνηται καθ᾿ ἑκάτερον γίνεσθαι, ἀποροῦμεν ὁπότερον πράξωμεν.
同样,相反推论的对等也似乎是产生困惑的原因;因为当我们在两个方向上都进行推论,且每一方看起来都同样可行时,我们就会对该做哪一个感到困惑。
Ἔτι κατὰ τοὺς χρόνους πάντας ἐπισκοπεῖν εἴ που διαφωνεῖ, οἷον εἰ τὸ ἀθάνατον ὡρίσατο ζῷον ἄφθαρτον νῦν εἶναι· τὸ γὰρ νῦν ἄφθαρτον ζῷον νῦν ἀθάνατον ἔσται.
此外,必须对照所有时间来考察,是否存在任何不一致之处;例如,如果他把不死者定义为“现在不灭的动物”;因为那“现在不灭的”动物就将是“现在不死的”。
ἢ ἐπὶ μὲν τούτου οὐ συμβαίνει· ἀμφίβολον γὰρ τὸ νῦν ἄφθαρτον εἶναι· ἢ γὰρ ὅτι οὐκ ἔφθαρται νῦν σημαίνει, ἢ ὅτι οὐ δυνατὸν φθαρῆναι νῦν, ἢ ὅτι τοιοῦτόν ἐστι νῦν οἷον μηδέποτε φθαρῆναι.
或者在这种情况下并不必然如此;因为“现在不灭”是双关的;因为它要么表示它“现在没有被毁灭”,要么表示它“现在不能被毁灭”,要么表示它“现在具有永不毁灭的性质”。
Ὅταν οὖν λέγωμεν ὅτι ἄφθαρτον νῦν ἐστὶ ζῷον, τοῦτο λέγομεν ὅτι νῦν τοιοῦτόν ἐστι ζῷον οἷον μηδέποτε φθαρῆναι.
因此,当我们说一个动物现在是不灭的时,我们是说它现在是具有永不毁灭性质的动物。
Τοῦτο δὲ τῷ ἀθανάτῳ τὸ αὐτὸ ἦν, ὥστ᾿ οὐ συμβαίνει νῦν αὐτὸ ἀθάνατον εἶναι.
而这与“不死的”是同一回事,所以并不必然得出它只是现在不死的。
Ἀλλ᾿ ὅμως ἂν συμβαίνῃ τὸ μὲν κατὰ τὸν λόγον ἀποδοθὲν ὑπάρχειν νῦν ἢ πρότερον, τὸ δὲ κατὰ τοὔνομα μὴ ὑπάρχειν, οὐκ ἂν εἴη ταὐτόν.
但是,如果发生这样的情况:按照定义给出的东西属于现在或以前,而按照名称所指的东西却不属于,那么它们就不会是同一回事。
Χρηστέον οὖν τῷ τόπῳ καθάπερ εἴρηται.
因此,必须像刚才所说的那样来使用这个论题。

词汇与语法注释

  1. §6.6#3τινος τῶν πρός τι μὴ πρὸς ἄλλο — τινος τῶν πρός τι 是修饰 τὴν διαφορὰν 的属格,意为“某些关系名词的”。μὴ πρὸς ἄλλο 指在给出种差时没有指明其相对应的事物,而是错误地将其作为绝对的概念给出。
  2. §6.6#3Ὅρος δὲ τοῦ πρὸς ὃ πέφυκεν — Ὅρος 在此处意为“定义”或“标准/界限”。τοῦ πρὸς ὃ πέφυκεν(它自然适合的对象)是修饰 Ὅρος 的属格。
  3. §6.6#3τοιοῦτόν ἐστι ζῷον οἷον μηδέποτε φθαρῆναι — 关系代词 τοιοῦτον 与 οἷον 结合使用,并带不定式 φθαρῆναι(φθείρω 的不定过去时被动不定式),表示“具有永不毁灭之性质的动物”。

引用这一段

亚里士多德, 论题篇 §6.6#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:6.6%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。