§6.6#2Ὁρᾶν δὲ καὶ εἰ μὴ ποιόν τι ἀλλὰ τόδε σημαίνει ἡ ἀποδοθεῖσα διαφορά· δοκεῖ γὰρ ποιόν τι πᾶσα διαφορὰ δηλοῦν.
同样,也要看所给出的种差是否表示“这个”(个体),而不是“某种性质”(质);因为一切种差似乎都表示某种性质。
Σκοπεῖν δὲ καὶ εἰ κατὰ συμβεβηκὸς ὑπάρχει τῷ ὁριζομένῳ ἡ διαφορά.
还要考察种差是否付带地(偶性地)属于被定义者。
Οὐδεμία γὰρ διαφορὰ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων ἐστί, καθάπερ οὐδὲ τὸ γένος· οὐ γὰρ ἐνδέχεται τὴν διαφορὰν ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν.
因为任何种差都不属于付带发生的事物,正如属也不是一样;因为种差不可能既属于又不属于某物。
Ἔτι εἰ κατηγορεῖται τοῦ γένους ἡ διαφορὰ ἢ τὸ εἶδος ἢ τῶν κάτωθέν τι τοῦ εἴδους, οὐκ ἂν εἴη ὡρισμένος· οὐδὲν γὰρ τῶν εἰρημένων ἐνδέχεται τοῦ γένους κατηγορεῖσθαι, ἐπειδὴ τὸ γένος ἐπὶ πλεῖστον πάντων λέγεται.
此外,如果种差、或种、或任何在种之下的东西被述说属,那么他就没有给出定义;因为上述任何东西都不可能被述说属,因为属在所有事物中被说得范围最广。
Πάλιν εἰ κατηγορεῖται τὸ γένος τῆς διαφορᾶς·
再者,如果属被述说种差;因为属似乎不是被述说种差,而是被述说那些种差所述说的事物。
οὐ γὰρ κατὰ τῆς διαφορᾶς, ἀλλὰ καθ᾿ ὧν ἡ διαφορά, τὸ γένος δοκεῖ κατηγορεῖσθαι, οἷον τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου καὶ τοῦ βοὸς καὶ τῶν ἄλλων πεζῶν ζῴων, οὐκ αὐτῆς τῆς διαφορᾶς τῆς κατὰ τοῦ εἴδους λεγομένης.
例如,“动物”是述说人、牛以及其他陆生动物,而不是述说那对种而言的种差本身。
Εἰ γὰρ καθ᾿ ἑκάστης τῶν διαφορῶν τὸ ζῷον κατηγορηθήσεται, πολλὰ ζῷα τοῦ εἴδους ἂν κατηγοροῖτο· αἱ γὰρ διαφοραὶ τοῦ εἴδους κατηγοροῦνται.
因为如果“动物”被述说每一个种差,那么许多“动物”就会被述说种;因为种差被述说种。
Ἔτι διαφοραὶ πᾶσι ἢ εἴδη ἢ ἄτομα ἔσται, εἴπερ ζῷα· ἕκαστον γὰρ τῶν ζῴων ἢ εἶδός ἐστιν ἢ ἄτομον.
此外,如果它们是动物,那么所有的种差都将是种或个体;因为每一个动物要么是种,要么是个体。
Ὁμοίως δὲ σκεπτέον καὶ εἰ τὸ εἶδος ἢ τῶν ὑποκάτω τι τοῦ εἴδους τῆς διαφορᾶς κατηγορεῖται· ἀδύνατον γάρ, ἐπειδὴ ἐπὶ πλέον ἡ διαφορὰ τῶν εἰδῶν λέγεται.
同样,也必须考察种或种之下的任何东西是否被述说种差;因为这是不可能的,因为种差被说的范围比种更广。
Ἔτι συμβήσεται τὴν διαφορὰν εἶδος εἶναι, εἴπερ κατηγορεῖταί τι αὐτῆς τῶν εἰδῶν· εἰ γὰρ κατηγορεῖται ἄνθρωπος, δῆλον ὅτι ἡ διαφορὰ ἄνθρωπός ἐστιν.
此外,如果种的任何一个被述说种差,就会导致种差是种;因为如果“人”被述说它,显然种差就是人。
Πάλιν εἰ μὴ πρότερον ἡ διαφορὰ τοῦ εἴδους· τοῦ μὲν γὰρ γένους ὕστερον, τοῦ δ᾿ εἴδους πρότερον τὴν διαφορὰν δεῖ εἶναι.
再者,如果种差不先于种;因为种差必须后于属,但先于种。
Σκοπεῖν δὲ καὶ εἰ ἑτέρου γένους ἡ ῥηθεῖσα διαφορὰ μὴ περιεχομένου μηδὲ περιέχοντος.
还要考察所说的种差是否属于另一个既不包含它也不被它包含的属。
Οὐ δοκεῖ γὰρ ἡ αὐτὴ διαφορὰ δύο γενῶν εἶναι μὴ περιεχόντων ἄλληλα.
因为相同的种差似乎不属于两个互不包含的属。
Εἰ δὲ μή, συμβήσεται καὶ εἶδος τὸ αὐτὸ ἐν δύο γένεσιν εἶναι μὴ περιέχουσιν ἄλληλα· ἐπιφέρει γὰρ ἑκάστη τῶν διαφορῶν τὸ οἰκεῖον γένος, καθάπερ τὸ πεζὸν καὶ τὸ δίπουν τὸ ζῷον συνεπιφέρει.
否则,就会导致同一个种处于两个互不包含的属中;因为每一个种差都随之带来其特有的属,正如“陆生的”和“双足的”随之带来“动物”一样。
Ὥστε εἰ καθ᾿ οὗ ἡ διαφορά, καὶ τῶν γενῶν ἑκάτερον.
因此,如果种差属于它所属于的对象,那么这两个属的每一个也都属于它。
Δῆλον οὖν ὅτι τὸ εἶδος ἐν δύο γένεσιν οὐ περιέχουσιν ἄλληλα.
所以显然,该种处于两个互不包含的属中。
Ἢ οὐκ ἀδύνατον τὴν αὐτὴν διαφορὰν δύο γενῶν εἶναι μὴ περιεχόντων ἄλληλα, ἀλλὰ προσθετέον μηδ᾿ ἄμφω ὑπὸ ταὐτὸν ὄντων.
或者,相同的种差属于两个互不包含的属并不是不可能的,但必须加上“只要两者不都在同一个属之下”?
Τὸ γὰρ πεζὸν ζῷον καὶ τὸ πτηνὸν ζῷον γένη ἐστὶν οὐ περιέχοντα ἄλληλα, καὶ ἀμφοτέρων αὐτῶν ἐστὶ τὸ δίπουν διαφορά.
因为“陆生动物”和“有翼动物”是互不包含的属,而“双足的”是它们两者的种差。
Ὥστε προσθετέον ὅτι μηδ᾿ ὑπὸ ταὐτὸ ὄντων ἄμφω· ταῦτα γὰρ ἄμφω ὑπὸ τὸ ζῷόν ἐστιν.
因此必须加上“只要两者不都在同一个属之下”;因为这两个都在“动物”之下。
Δῆλον δὲ καὶ ὅτι οὐκ ἀνάγκη τὴν διαφορὰν πᾶν τὸ οἰκεῖον ἐπιφέρειν γένος, ἐπειδὴ ἐνδέχεται τὴν αὐτὴν δύο γενῶν εἶναι μὴ περιεχόντων ἄλληλα· ἀλλὰ τὸ ἕτερον μόνον ἀνάγκη συνεπιφέρειν καὶ τὰ ἐπάνω τούτου, καθάπερ τὸ δίπουν τὸ πτηνὸν ἢ τὸ πεζὸν συνεπιφέρει ζῷον.
而且显然,种差并不一定要随之带来所有特有的属,因为相同的种差可以属于两个互不包含的属;但它必然只随之带来其中一个以及该属之上的属,正如“双足的”随之带来“有翼的”或“陆生的”动物。
Ὁρᾶν δὲ καὶ εἰ τὸ ἔν τινι διαφορὰν ἀποδέδωκεν οὐσίας· οὐ δοκεῖ γὰρ διαφέρειν οὐσία οὐσίας τῷ ποῦ εἶναι.
还要看他是否将“在某物之中”作为实体的种差给出;因为实体似乎不因“在何处”而与另一个实体有所不同。
Διὸ καὶ τοῖς τῷ πεζῷ καὶ τῷ ἐνύδρῳ διαιροῦσι τὸ ζῷον ἐπιτιμῶσιν ὡς τὸ πεζὸν καὶ τὸ ἔνυδρον ποῦ σημαῖνον.
因此,那些把“动物”区分为“陆生的”和“水生的”的人也受到指责,理由是“陆生的”和“水生的”表示“在何处”。
Ἢ ἐπὶ μὲν τούτων οὐκ ὀρθῶς ἐπιτιμῶσιν· οὐ γὰρ ἔν τινι οὐδὲ ποῦ σημαίνει τὸ ἔνυδρον, ἀλλὰ ποιόν τι· καὶ γὰρ ἂν ᾖ ἐν τῷ ξηρῷ, ὁμοίως ἔνυδρον· ὁμοίως δὲ τὸ χερσαῖον, κἂν ἐν ὑγρῷ, χερσαῖον ἀλλ᾿ οὐκ ἔνυδρον ἔσται.
或者在这些情况下,他们指责得并不正确;因为“水生的”并不表示“在某物之中”或“在何处”,而是表示某种性质;因为即使它在干旱的陆地上,它同样是水生的;同样,陆生动物即使在液体中,也将是陆生动物而不是水生的。
Ἀλλ᾿ ὅμως ἐάν ποτε σημαίνῃ τὸ ἔν τινι ἡ διαφορά, δῆλον ὅτι διημαρτηκὼς ἔσται.
但是,如果种差在任何时候确实表示“在某物之中”,显然他将犯了错误。
Πάλιν εἰ τὸ πάθος διαφορὰν ἀποδέδωκεν.
再者,如果他把受动作为种差给出。
Πᾶν γὰρ πάθος μᾶλλον γινόμενον ἐξίστησι τῆς οὐσίας, ἡ δὲ διαφορὰ οὐ τοιοῦτον· μᾶλλον γὰρ σώζειν δοκεῖ ἡ διαφορὰ οὗ ἐστὶ διαφορά, καὶ ἁπλῶς ἀδύνατον εἶναι ἄνευ τῆς οἰκείας διαφορᾶς ἕκαστον· πεζοῦ γὰρ μὴ ὄντος οὐκ ἔσται ἄνθρωπος.
因为每一个受动,在变得更强烈时,都会使其脱离其本实(实体),但种差并不是这样的;因为种差似乎反而保存了它作为其种差的对象,并且端地,每一个事物没有其特有的种差是不可能存在的;因为如果没有“陆生的”,就不会有人。
Ἁπλῶς δ᾿ εἰπεῖν, καθ᾿ ὅσα ἀλλοιοῦται τὸ ἔχον, οὐδὲν τούτων διαφορὰ ἐκείνου· Ἅπαντα γὰρ τὰ τοιαῦτα μᾶλλον γινόμενα ἐξίστησι τῆς οὐσίας.
端地来说,在所有使得具有它的事物发生质变的东西中,没有一个可以作为它的种差;因为所有这些东西在变得更强烈时,都会使其脱离其本实。
Ὥστ᾿ εἴ τινα τοιαύτην διαφορὰν ἀπέδωκεν, ἡμάρτηκεν· ἁπλῶς γὰρ οὐκ ἀλλοιούμεθα κατὰ τὰς διαφοράς.
因此,如果他给出了任何这样的种差,他就犯了错误;因为我们端地不会按照种差发生质变。