Humanitext Reader

亚里士多德 · 论题篇 §6.6#1

关于定义中种差合理性与属区分的论点

第 62 段,共 94 段 · 希腊语

内容简介

提出用于考察使用种差进行定义之合理性的论点,具体讨论了对置种差的存在与否、通过否定区分属、以及将种或属作为种差给出的错误等。

§6.6#1Πάλιν ἐπὶ τῶν διαφορῶν ὁμοίως σκεπτέον εἰ καὶ τὰς διαφορὰς εἶπε τὰς τοῦ γένους.
再者,关于种差,同样也必须考察他是否说明了属的种差。
Εἰ γὰρ μὴ ταῖς τοῦ πράγματος ἰδίαις ὥρισται διαφοραῖς, ἢ καὶ παντελῶς τοιοῦτον εἴρηκεν ὃ μηδενὸς ἐνδέχεται διαφορὰν εἶναι, οἷον τὸ ζῷον ἢ τὴν οὐσίαν, δῆλον ὅτι οὐχ ὥρισται· οὐδενὸς γὰρ διαφοραὶ τὰ εἰρημένα.
因为如果他没有用事物本身特有的种差来定义,或者他完全说了某种不能作为任何事物种差的东西,例如“动物”或“实体”,显然他就没有给出定义;因为所说的话不是任何事物的种差。
Ὁρᾶν δὲ καὶ εἰ ἔστιν ἀντιδιῃρημένον τι τῇ εἰρημένῃ διαφορᾷ.
还要看是否存在与所说种差相对置的种差。
Εἰ γὰρ μή ἐστι, δῆλον ὅτι οὐκ ἂν εἴη ἡ εἰρημένη τοῦ γένους διαφορά· πᾶν γὰρ γένος ταῖς ἀντιδιῃρημέναις διαφοραῖς διαιρεῖται, καθάπερ τὸ ζῷον τῷ πεζῷ καὶ τῷ πτηνῷ καὶ τῷ ἐνύδρῳ καὶ τῷ δίποδι.
因为如果没有,显然所说的种差就不会是属的种差;因为每个属都是通过相对置的种差来区分的,正如“动物”被区分为“陆生的”、“有翼的”、“水生的”和“双足的”。
Ἣ εἰ ἔστι μὲν ἡ ἀντιδιῃρημένη διαφορά, μὴ ἀληθεύεται δὲ κατὰ τοῦ γένους.
或者,虽然存在相对置的种差,但它对属来说并不为真。
Δῆλον γὰρ ὅτι οὐδετέρα ἂν εἴη τοῦ γένους διαφορά· πᾶσαι γὰρ αἱ ἀντιδιῃρημέναι διαφοραὶ ἀληθεύονται κατὰ τοῦ οἰκείου γένους.
因为显然两者都不是属的种差;因为所有相对置的种差对其特有的属来说都是真的。
Ὁμοίως δὲ καὶ εἰ ἀληθεύεται μέν, μὴ ποιεῖ δὲ προστιθεμένη τῷ γένει εἶδος.
同样,如果它确实为真,但在加到属上时却不产生种。
Δῆλον γὰρ ὅτι οὐκ ἂν εἴη αὕτη εἰδοποιὸς διαφορὰ τοῦ γένους· πᾶσα γὰρ εἰδοποιὸς διαφορὰ μετὰ τοῦ γένους εἶδος ποιεῖ.
因为显然这不会是该属的种形成种差;因为每个种形成种差与属结合都会产生种。
Εἰ δ᾿ αὕτη μή ἐστι διαφορά, οὐδ᾿ ἡ λεχθεῖσα, ἐπεὶ ταύτῃ ἀντιδιῄρηται.
如果这个对置种差不是种差,那么所说的种差也不是,因为它与此相对置。
Ἔτι ἐὰν ἀποφάσει διαιρῇ τὸ γένος, καθάπερ οἱ τὴν γραμμὴν ὁριζόμενοι μῆκος ἀπλατὲς εἶναι.
此外,如果他用否定来区分属,正如那些将线定义为“无宽度的长度”的人。
Οὐδὲν γὰρ ἄλλο σημαίνει ἢ ὅτι οὐκ ἔχει πλάτος.
因为这没有表示别的,只是表示它没有宽度。
Συμβήσεται οὖν τὸ γένος μετέχειν τοῦ εἴδους· πᾶν γὰρ μῆκος ἢ ἀπλατὲς ἢ πλάτος ἔχον ἐστίν, ἐπεὶ κατὰ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθεύεται, ὥστε καὶ τὸ γένος τῆς γραμμῆς μῆκος ὂν ἢ ἀπλατὲς ἢ πλάτος ἔχον ἔσται.
因此,结果会是属分有了种;因为每个长度要么是无宽度的,要么是有宽度的,因为对一切事物来说,要么肯定为真,要么否定为真,所以作为线的属的长度,也将要么是无宽度的,要么是有宽度的。
Μῆκος δ᾿ ἀπλατὲς εἴδους ἐστὶ λόγος, ὁμοίως δὲ καὶ μῆκος πλάτος ἔχον· τὸ γὰρ ἀπλατὲς καὶ πλάτος ἔχον διαφοραί εἰσιν, ἐκ δὲ τῆς διαφορᾶς καὶ τοῦ γένους ὁ τοῦ εἴδους ἐστὶ λόγος, ὥστε τὸ γένος ἐπιδέχοιτ᾿ ἂν τὸν τοῦ εἴδους λόγον.
但是,“无宽度的长度”是种的定义,同样,“有宽度的长度”也是种的定义;因为“无宽度”和“有宽度”是种差,而由种差和属构成种的定义,因此属将接受种的定义。
Ὁμοίως δὲ καὶ τὸν τῆς διαφορᾶς, ἐπειδὴ ἡ ἑτέρα τῶν εἰρημένων διαφορῶν ἐξ ἀνάγκης κατηγορεῖται τοῦ γένους.
同样也将接受种差的定义,因为所说的两个种差之一必然要述说属。
Ἔστι δ᾿ ὁ εἰρημένος τόπος χρήσιμος πρὸς τοὺς τιθεμένους ἰδέας εἶναι.
而所说的这个论点对于那些设定理念存在的人是有用的。
Εἰ γάρ ἐστιν αὐτὸ μῆκος, πῶς κατηγορηθήσεται κατὰ τοῦ γένους ὅτι πλάτος ἔχον ἐστὶν ἢ ἀπλατές ἐστιν;
因为如果存在“长度本身”,怎么能对属述说它是“有宽度的”或是“无宽度的”呢?
δεῖ γὰρ κατὰ παντὸς μήκους τὸ ἕτερον αὐτῶν ἀληθεύεσθαι, εἴπερ κατὰ τοῦ γένους ἀληθεύεσθαι μέλλει.
因为如果它要在属上为真,就必须在每一个长度上其一为真。
Τοῦτο δ᾿ οὐ συμβαίνει· ἔστι γὰρ ἀπλατῆ καὶ πλάτος ἔχοντα μήκη.
但这并没有发生;因为既有无宽度的长度,也有有宽度的长度。
Ὥστε πρὸς ἐκείνους μόνους χρήσιμος ὁ τόπος, οἳ τὸ γένος ἓν ἀριθμῷ φασὶν εἶναι.
因此,这个论点仅对那些声称属在数量上为一个的人有用。
Τοῦτο δὲ ποιοῦσιν οἱ τὰς ἰδέας τιθέμενοι· αὐτὸ γὰρ μῆκος καὶ αὐτὸ ζῷον γένος φασὶν εἶναι.
而这正是设定理念的人所做的;因为他们说“长度本身”和“动物本身”是属。
Ἴσως δ᾿ ἐπ᾿ ἐνίων ἀναγκαῖον καὶ ἀποφάσει χρῆσθαι τὸν ὁριζόμενον, οἷον ἐπὶ τῶν στερήσεων· τυφλὸν γάρ ἐστι τὸ μὴ ἔχον ὄψιν, ὅτε πέφυκεν ἔχειν.
但也许在某些情况下,定义者也必须使用否定,例如在涉及“缺失”的情况下;因为“盲”是指在自然应当具有视力时而“不具有视力”。
Διαφέρει δ᾿ οὐδὲν ἀποφάσει διελεῖν τὸ γένος, ἢ τοιαύτῃ καταφάσει ᾗ ἀπόφασιν ἀναγκαῖον ἀντιδιαιρεῖσθαι, οἷον εἰ μῆκος πλάτος ἔχον ὥρισται·
而用否定来区分属,与用必然有否定与其相对置的肯定来区分属,并没有什么不同。
τῷ γὰρ πλάτος ἔχοντι τὸ μὴ ἔχον πλάτος ἀντιδιῄρηται, ἄλλο δ᾿ οὐδέν, ὥστε ἀποφάσει πάλιν διαιρεῖται τὸ γένος.
例如,如果长度被定义为“有宽度的”;因为与“有宽度的”相对置的是“无宽度的”,而没有别的,所以属再次被否定所区分。
Πάλιν εἰ τὸ εἶδος ὡς διαφορὰν ἀπέδωκε, καθάπερ οἱ τὸν προπηλακισμὸν ὕβριν μετὰ χλευασίας ὁριζόμενοι· ἡ γὰρ χλευασία ὕβρις τις, ὥστ᾿ οὐ διαφορὰ ἀλλ᾿ εἶδος ἡ χλευασία.
再者,如果他把种作为种差给出,正如那些把侮辱定义为“伴随嘲弄的暴行”的人;因为嘲弄是一种暴行,所以嘲弄不是种差,而是种。
Ἔτι εἰ τὸ γένος ὡς διαφορὰν εἴρηκεν, οἷον τὴν ἀρετὴν ἕξιν ἀγαθὴν ἢ σπουδαίαν· γένος γὰρ τἀγαθὸν τῆς ἀρετῆς ἐστίν.
此外,如果他将属作为种差说明,例如把美德定义为“好的”或“优秀的品质”;因为“好”是美德的属。
Ἢ οὐ γένος τἀγαθόν, ἀλλὰ διαφορά, εἴπερ ἀληθὲς ὅτι οὐκ ἐνδέχεται ταὐτὸν ἐν δύο γένεσιν εἶναι μὴ περιέχουσιν ἄλληλα.
或者,如果“好”不是属而是种差,如果“同一个事物不能处于两个互不包含的属中”是真的,那么情况确实如此。
Οὔτε γὰρ τἀγαθὸν τὴν ἕξιν περιέχει οὔθ᾿ ἡ ἕξις τἀγαθόν· οὐ γὰρ πᾶσα ἕξις ἀγαθόν, οὐδὲ πᾶν ἀγαθὸν ἕξις, ὥστ᾿ οὐκ ἂν εἴη γένη ἀμφότερα.
因为“好”不包含“品质”,“品质”也不包含“好”;因为并非每个品质都是好,也不是每个好都是品质,因此两者不可能都是属。
Εἰ οὖν ἡ ἕξις τῆς ἀρετῆς γένος, δῆλον ὅτι τἀγαθὸν οὐ γένος, ἀλλὰ μᾶλλον διαφορά.
所以,如果“品质”是美德的属,显然“好”就不是属,而更像是种差。
Ἔτι ἡ μὲν ἕξις τί ἐστι σημαίνει ἡ ἀρετή, τὸ δ᾿ ἀγαθὸν οὐ τί ἐστιν ἀλλὰ ποιόν· δοκεῖ δ᾿ ἡ διαφορὰ ποῖόν τι σημαίνειν.
此外,“品质”表示美德“是什么”,而“好”不表示“是什么”,而是表示“什么样的品质”;而种差似乎是表示“什么样的”。

词汇与语法注释

  1. §6.6#1ἢ καὶ παντελῶς τοιοῦτον εἴρηκεν ὃ μηδενὸς ἐνδέχεται διαφορὰν εἶναι, οἷον τὸ ζῷον ἢ τὴν οὐσίαν — 连词 ἢ 并列了两种不同的错误情况:不通过事物本身特有的种差来定义(前半部分),以及将根本不能作为任何事物种差的普遍概念(如动物或实体,本应是“属”)作为种差使用(后半部分)。
  2. §6.6#1Συμβήσεται οὖν τὸ γένος μετέχειν τοῦ εἴδους — 这一结论表明了为何通过否定进行区分(例如“无宽度的长度”)是不合适的。属(长度)是一个更普遍的概念,不应被包含在种(无宽度的长度、有宽度的长度)之中,但由于排中律(肯定或否定中必有一真),导致了属分有了(μετέχειν)种这一逻辑矛盾。
  3. §6.6#1Ἣ εἰ ἔστι μὲν ἡ ἀντιδιῃρημένη διαφορά, μὴ ἀληθεύεται δὲ κατὰ τοῦ γένους. — 连词 ἤ(或者)引入了继前述“如果没有相对置的种差”之后的第二个考察点。此处省略了主动词(如 σκεπτέον),构成了条件句的骨架:“或者,如果存在相对置的种差,但它对属来说并不为真[显然两者都不是属的种差,因为……]”。
  4. §6.6#1Ἢ οὐ γένος τἀγαθόν, ἀλλὰ διαφορά, εἴπερ ἀληθὲς ὅτι οὐκ ἐνδέχεται ταὐτοῦ ἐν δύο γένεσιν εἶναι μὴ περιέχουσιν ἄλληλα. — 此处讨论了美德(ἀρετή)定义中“品质”(ἕξις)与“好”(ἀγαθόν)的关系。基于“同一个事物不能处于两个互不包含的属中”这一原则(ὅτι οὐκ ἐνδέχεται...),论证了如果“品质”是属,那么“好”就不可能是属,而必须作为种差(διαφορά)发挥作用。

引用这一段

亚里士多德, 论题篇 §6.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:6.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。