§6.5Καθόλου μὲν οὖν εἰπεῖν εἷς ἐστὶ τόπος τὸ μὴ διὰ προτέρων καὶ γνωριμωτέρων ποιήσασθαι τὸν λόγον, μέρη δ᾿ αὐτοῦ τὰ εἰρημένα.
因此,总括而言,有一个论点:不通过先天的和更易知的事物来做出定义,而前面所说的就是它的各个部分。
Δεύτερος, εἰ ἐν γένει τοῦ πράγματος ὄντος μὴ κεῖται ἐν γένει.
第二种情况是,如果事物本身属于某个类,却未被置于类之中。
Ἐν ἅπασι δὲ τὸ τοιοῦτον ἁμάρτημά ἐστιν, ἐν οἷς οὐ πρόκειται τοῦ λόγου τὸ τί ἐστιν, οἷον ὁ τοῦ σώματος ὁρισμός, τὸ ἔχον τρεῖς διαστάσεις, ἢ εἴ τις τὸν ἄνθρωπον ὁρίσαιτο τὸ ἐπιστάμενον ἀριθμεῖν.
这种错误发生在所有定义中没有首先给出“是什么”的情况,例如将身体定义为“具有三维维度的东西”,或者如果有人将人定义为“懂得计算的东西”。
Οὐ γὰρ εἴρηται τί ὂν τρεῖς ἔχει διαστάσεις ἢ τί ὂν ἐπίσταται ἀριθμεῖν· τὸ δὲ γένος βούλεται τὸ τί ἐστι σημαίνειν, καὶ πρῶτον ὑποτίθεται τῶν ἐν τῷ ὁρισμῷ λεγομένων.
因为这里并没有说明是什么具有三维维度,或者是什么懂得计算;而类旨在表明“是什么”,并且它被设定为定义中所说内容的第一项。
Ἔτι εἰ πρὸς πλείω λεγομένου τοῦ ὁριζομένου μὴ πρὸς πάντα ἀποδέδωκεν, οἷον εἰ τὴν γραμματικὴν ἐπιστήμην τοῦ γράψαι τὸ ὑπαγορευθέν· προσδεῖται γὰρ ὅτι καὶ τοῦ ἀναγνῶναι· οὐδὲν γὰρ μᾶλλον τοῦ γράψαι ἢ τοῦ ἀναγνῶναι ἀποδοὺς ὥρισται, ὥστ᾿ οὐδέτερος, ἀλλ᾿ ὁ ἄμφω ταῦτ᾿ εἰπών, ἐπειδὴ πλείους οὐκ ἐνδέχεται ταὐτοῦ ὁρισμοὺς εἶναι.
此外,当被定义项是针对多个事物而言的,而他没有针对所有这些事物给出定义,例如,如果他将文法定义为“书写口授内容的科学”;因为这还需要加上“以及阅读”;因为他通过书写给出定义,并不比通过阅读给出定义更充分,因此两者都不是定义,而是同时说了这两者的人给出了定义,因为同一个事物不可能有多个定义。
Ἐπ᾿ ἐνίων μὲν οὖν κατ᾿ ἀλήθειαν ἔχει καθάπερ εἴρηται, ἐπ᾿ ἐνίων δ᾿ οὔ, οἷον ἐφ᾿ ὅσων μὴ καθ᾿ αὑτὸ πρὸς ἄμφω λέγεται, καθάπερ ἰατρικὴ τοῦ νόσον καὶ ὑγίειαν ποιῆσαι· τοῦ μὲν γὰρ καθ᾿ αὑτὴν λέγεται, τοῦ δὲ κατὰ συμβεβηκός· ἁπλῶς γὰρ ἀλλότριον τῆς ἰατρικῆς τὸ νόσον ποιεῖν.
在某些情况下,情况确实如前所述,但在另一些情况下则不然,例如在那些并非自身就针对两者而言的情况下,就像医术被定义为“产生疾病和健康的科学”;因为对于后者是自身而言的,而对于前者则是偶性的;因为端而言之,产生疾病与医术是风马牛不相及的。
Ὥστ᾿ οὐδὲν μᾶλλον ὥρισται ὁ πρὸς ἄμφω ἀποδοὺς τοῦ πρὸς θάτερον, ἀλλ᾿ ἴσως καὶ χεῖρον, ἐπειδὴ καὶ τῶν λοιπῶν ὁστισοῦν δυνατός ἐστι νόσον ποιῆσαι.
因此,针对两者给出定义的人并不比针对其中之一给出定义的人更好,甚至可能更糟,因为任何其他人也都能够产生疾病。
Ἔτι εἰ μὴ πρὸς τὸ βέλτιον ἀλλὰ πρὸς τὸ χεῖρον ἀποδέδωκε, πλειόνων ὄντων πρὸς ἃ λέγεται τὸ ὁριζόμενον· πᾶσα γὰρ ἐπιστήμη καὶ δύναμις τοῦ βελτίστου δοκεῖ εἶναι.
此外,如果定义项所针对的事物有多个,而他没有针对较好的事物,而是针对较坏的事物给出定义;因为一切科学和能力似乎都是针对最好的事物的。
Πάλιν εἰ μὴ κεῖται ἐν τῷ οἰκείῳ γένει τὸ λεχθέν, σκοπεῖν ἐκ τῶν περὶ τὰ γένη στοιχείων, καθάπερ πρότερον εἴρηται.
再者,如果所说的话没有被置于其固有的类中,则必须像前面说过的,根据关于类的基本规则来进行考察。
Ἔτι εἰ ὑπερβαίνειν λέγει τὰ γένη, οἷον ὁ τὴν δικαιοσύνην ἕξιν ἰσότητος ποιητικὴν ἢ διανεμητικὴν τοῦ ἴσου.
此外,如果他跳过类来陈述,例如把正义定义为“产生平等的品质”或“分配平等事物的品质”。
Ὑπερβαίνει γὰρ οὕτως ὁριζόμενος τὴν ἀρετήν.
因为通过这种方式定义,他跳过了美德。
Ἀπολιπὼν οὖν τὸ τῆς δικαιοσύνης γένος οὐ λέγει τὸ τί ἦν εἶναι· ἡ γὰρ οὐσία ἑκάστῳ μετὰ τοῦ γένους.
因此,由于遗漏了正义的类,他并没有说明“是什么(本质)”;因为每个事物的本质是与它的类共存的。
Ἔστι δὲ τοῦτο ταὐτὸν τῷ μὴ εἰς τὸ ἐγγυτάτω γένος θεῖναι· ὁ γὰρ εἰς τὸ ἐγγυτάτω θεὶς πάντα τὰ ἐπάνω εἴρηκεν, ἐπειδὴ πάντα τὰ ἐπάνω γένη τῶν ὑποκάτω κατηγορεῖται.
而这等同于没有将其置于最近的类之中;因为将其置于最近的类中的人,就已经说明了其上的所有类,因为所有上位的类都是下位类的谓词。
Ὥστ᾿ ἢ εἰς τὸ ἐγγυτάτω γένος θετέον, ἢ πάσας τὰς διαφορὰς τῷ ἐπάνω γένει προσαπτέον, δι᾿ ὧν ὁρίζεται τὸ ἐγγυτάτω γένος.
因此,要么必须将其置于最近的类中,要么必须将用于定义最近类的所有种差附加给上位的类。
Οὕτω γὰρ οὐδὲν ἂν εἴη παραλελοιπώς, ἀλλ᾿ ἀντ᾿ ὀνόματος λόγῳ εἰρηκὼς ἂν εἴη τὸ ὑποκάτω γένος.
因为这样一来,他就没有遗漏任何东西,而是用定义代替名字说明了下位的类。
Ὁ δ᾿ αὐτὸ μόνον τὸ ἐπάνω γένος εἴπας οὐ λέγει καὶ τὸ ὑποκάτω γένος· ὁ γὰρ φυτὸν εἴπας οὐ λέγει δένδρον.
但是,仅说明上位类本身的人,并没有同时说明下位类;因为说“植物”的人并没有说“树木”。