§6.4#2Εἷς μὲν οὖν τρόπος τοῦ μὴ διὰ γνωριμωτέρων ἐστὶ τὸ διὰ τῶν ὑστέρων τὰ πρότερα δηλοῦν, καθάπερ πρότερον εἴπαμεν· ἄλλος, εἰ τοῦ ἐν ἠρεμίᾳ καὶ τοῦ ὡρισμένου διὰ τοῦ ἀορίστου καὶ τοῦ ἐν κινήσει ἀποδέδοται ὁ λόγος· πρότερον γὰρ τὸ μένον καὶ τὸ ὡρισμένον τοῦ ἀορίστου καὶ ἐν κινήσει ὄντος.
因此,不通过更易知的事物来陈述的一种方式,就是如前所述,通过后天的来表明先天的;另一种情况是,如果对于静止和被限定的事物的定义,是通过无限定和运动的事物来给出的;因为静止和被限定的事物先于无限定和运动的事物。
Τοῦ δὲ μὴ ἐκ προτέρων τρεῖς εἰσὶ τρόποι, πρῶτος μὲν εἰ διὰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον ὥρισται, οἷον διὰ τοῦ κακοῦ τὸ ἀγαθόν· ἅμα γὰρ τῇ φύσει τὰ ἀντικείμενα.
而没有从更先天的事物中做出定义,则有三种方式:第一种是,如果相反者是通过相反者来定义的,例如通过恶来定义善;因为相反者在自然上是同时的。
Ἐνίοις δὲ καὶ ἡ αὐτὴ ἐπιστήμη ἀμφοτέρων δοκεῖ εἶναι, ὥστ᾿ οὐδὲ γνωριμώτερον τὸ ἕτερον τοῦ ἑτέρου.
对某些人来说,两者的科学似乎也是相同的,因此它们中的任何一个都不比另一个更易知。
Δεῖ δὲ μὴ λανθάνειν ὅτι ἔνια ἴσως οὐκ ἔστιν ὁρίσασθαι ἄλλως, οἷον τὸ διπλάσιον ἄνευ τοῦ ἡμίσεος, καὶ ὅσα καθ᾿ αὑτὰ πρός τι λέγεται· πᾶσι γὰρ τοῖς τοιούτοις ταὐτὸν τὸ εἶναι τῷ πρός τί πως ἔχειν, ὥστ᾿ ἀδύνατον ἄνευ θατέρου θάτερον γνωρίζειν, διόπερ ἀναγκαῖον ἐν τῷ τοῦ ἑτέρου λόγῳ συμπεριειλῆφθαι καὶ θάτερον.
但是绝不能忽视,某些事物或许无法用其他方式定义,例如没有“一半”就无法定义“两倍”,以及所有那些自身就是相对而言的事物;因为对于所有此类事物来说,存在就等同于以某种方式处于与某物的关系之中,所以不了解其中之一就不可能了解另一个,因此在其中一方的定义中,必须同时包含另一方。
Γνωρίζειν μὲν οὖν δεῖ τὰ τοιαῦτα πάντα, χρῆσθαι δ᾿ αὐτοῖς ὡς ἂν δοκῇ συμφέρειν.
因此,必须了解所有这些情况,但在讨论中应当视其有利而加以使用。
Ἄλλος, εἰ αὐτῷ κέχρηται τῷ ὁριζομένῳ.
另一种是,如果他使用了被定义项本身。
Λανθάνει δ᾿, ὅταν μὴ αὐτῷ τῷ τοῦ ὁριζομένου ὀνόματι χρήσηται, οἷον εἰ τὸν ἥλιον ἄστρον ἡμεροφανὲς ὡρίσατο· ὁ γὰρ ἡμέρᾳ χρώμενος ἡλίῳ χρῆται.
当不直接使用被定义项的名字时,这一点很容易被忽视,例如如果他把太阳定义为“白天出现的星”;因为使用“白天”的人实际上就是使用了“太阳”。
Δεῖ δ᾿ ὅπως φωραθῇ τὰ τοιαῦτα μεταλαμβάνειν ἀντὶ τοῦ ὀνόματος τὸν λόγον, οἷον ὅτι ἡμέρα ἡλίου φορὰ ὑπὲρ γῆς ἐστίν· δῆλον γὰρ ὅτι ὁ τὴν φορὰν ἡλίου ὑπὲρ γῆς εἰρηκὼς τὸν ἥλιον εἴρηκεν, ὥστε κέχρηται τῷ ἡλίῳ ὁ τῇ ἡμέρᾳ χρησάμενος.
但是,为了揭示这种情况,必须用定义来代替名字,例如说“白天是太阳在地面之上的运行”;因为显而易见,说了“太阳在地面之上的运行”的人就说了“太阳”,因此使用“白天”的人就使用了“太阳”。
Πάλιν εἰ τῷ ἀντιδιῃρημένῳ τὸ ἀντιδιῃρημένον ὥρισται, οἷον περιττὸν τὸ μονάδι μεῖζον ἀρτίου.
再者,如果并列的种是通过并列的种来定义的,例如将“奇数”定义为“比偶数大一个单位的数”。
Ἄμα γὰρ τῇ φύσει τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα, τὸ δὲ περιττὸν καὶ ἄρτιον ἀντιδιῄρηται· ἄμφω γὰρ ἀριθμοῦ διαφοραί.
因为来自同一个类的并列的种在自然上是同时的,而“奇数”和“偶数”是并列的;因为两者都是数的种差。
Ὁμοίως δὲ καὶ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται, οἷον ἄρτιον ἀριθμὸν τὸν δίχα διαιρούμενον ἢ τὸ ἀγαθὸν ἕξιν ἀρετῆς· τό τε γὰρ δίχα ἀπὸ τῶν δύο εἴληπται, ἀρτίων ὄντων, καὶ ἡ ἀρετὴ ἀγαθόν τί ἐστιν, ὥσθ᾿ ὑποκάτω ταῦτα ἐκείνων ἐστίν.
同样,如果上位者是通过下位者来定义的,例如把“偶数”定义为“可以平分的数”,或者把“善”定义为“美德的状态”;因为“平分”是从“二”中取得的(“二”是偶数),而“美德”是某种善,所以这些是处于那些之下的。
Ἔτι δ᾿ ἀνάγκη τὸν τῷ ὑποκάτω χρώμενον καὶ αὐτῷ χρῆσθαι.
此外,使用下位者的人,必然也使用了上位者本身。
Ὅ τε γὰρ τῇ ἀρετῇ χρώμενος χρῆται τῷ ἀγαθῷ, ἐπειδὴ ἀγαθόν τι ἡ ἀρετή· ὁμοίως δὲ καὶ ὁ τῷ δίχα χρώμενος τῷ ἀρτίῳ χρῆται, ἐπειδὴ εἰς δύο διῃρῆσθαι σημαίνει τὸ δίχα, τὰ δὲ δύο ἄρτιά ἐστιν.
因为使用“美德”的人就使用了“善”,因为美德是某种善;同样,使用“平分”的人就使用了“偶数”,因为“平分”意味着分为二,而“二”是偶数。