Humanitext Reader

亚里士多德 · 论题篇 §6.3

定义的冗长与多余附加成分的考察

第 58 段,共 94 段 · 希腊语

内容简介

本节讨论了关于定义冗长(说得比需要的更为繁复)的论题,解释了附加适用于一切之物、不适用于同物种下所有事物、重复表述(同义反复)以及在说明普遍者之后又添加特殊者的弊端。

§6.3Εἰ μὲν οὖν μὴ σαφῶς, ἐκ τῶν τοιούτων ἐστὶν ἐπισκεπτέον.
因此,如果定义不清晰,必须根据这些论题来进行考察。
Εἰ δ᾿ ἐπὶ πλεῖον εἴρηκε τὸν ὅρον, πρῶτον μὲν σκοπεῖν εἴ τινι κέχρηται ὃ πᾶσιν ὑπάρχει, ἢ ὅλως τοῖς οὖσιν ἢ τοῖς ὑπὸ ταὐτὸ γένος τῷ ὁριζομένῳ· ἐπὶ πλεῖον γὰρ εἰρῆσθαι ἀναγκαῖον τοῦτο.
但如果他把定义文说得比需要的更为冗长,我们必须首先考察他是否使用了某种对所有事物都适用的东西,无论是对一般的存在物,还是对与被定义项属于同一类下的所有事物;因为这必然会被说得比需要的更为冗长。
Δεῖ γὰρ τὸ μὲν γένος ἀπὸ τῶν ἄλλων χωρίζειν, τὴν δὲ διαφορὰν ἀπό τινος τῶν ἐν τῷ αὐτῷ γένει.
因为类必须将被定义项与其他事物区分开,而种差必须与同一类中的某些事物区分开。
Τὸ μὲν οὖν πᾶσιν ὑπάρχον ἁπλῶς ἀπ᾿ οὐδενὸς χωρίζει, τὸ δὲ τοῖς ὑπὸ ταὐτὸ γένος πᾶσιν ὑπάρχον οὐ χωρίζει ἀπὸ τῶν ἐν ταὐτῷ γένει, ὥστε μάταιον τὸ τοιοῦτον προσκείμενον.
因此,端地对所有事物都适用的东西完全不能区分任何事物,而对同一类下的所有事物都适用的东西也不能与同一类中的其他事物区分开,所以这种附加是无益的。
Ἢ εἰ ἔστι μὲν ἴδιον τὸ προσκείμενον, ἀφαιρεθέντος δὲ τούτου καὶ ὁ λοιπὸς λόγος ἴδιός ἐστι καὶ δηλοῖ τὴν οὐσίαν.
或者,如果所附加的东西确实是特有的,但当它被去掉时,剩下的定义文也是特有的并表明其本质。
Οἷον ἐν τῷ τοῦ ἀνθρώπου λόγῳ τὸ ἐπιστήμης δεκτικὸν προστεθὲν περίεργον· καὶ γὰρ ἀφαιρεθέντος τούτου ὁ λοιπὸς λόγος ἴδιος καὶ δηλοῖ τὴν οὐσίαν.
例如,在人的定义文中,附加“能够接受知识的”是多余的;因为即使去掉了这个,剩下的定义文也是特有的并表明其本质。
Ἁπλῶς δ᾿ εἰπεῖν, ἅπαν περίεργον οὗ ἀφαιρεθέντος τὸ λοιπὸν δῆλον ποιεῖ τὸ ὁριζόμενον.
简而言之,凡是去掉后剩下的部分仍能清楚表明被定义项的东西,都是多余的。
Τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν ἐστίν· καὶ γὰρ τὸ αὐτὸ αὑτὸ κινοῦν ψυψή, καθάπερ Πλάτων ὥρισται.
魂的定义也是如此,如果它是“自身运动的数”;因为自身运动的东西就是魂,正如柏拉图所定义的那样。
Ἢ ἴδιον μέν ἐστι τὸ εἰρημένον, οὐ δηλοῖ δὲ τὴν οὐσίαν ἀφαιρεθέντος τοῦ ἀριθμοῦ.
或者,所说的话确实是特有的,但如果去掉了“数”,它就不表明其本质了呢?
Ποτέρως μὲν οὖν ἔχει, χαλεπὸν διασαφῆσαι· χρηστέον δ᾿ ἐπὶ πάντων τῶν τοιούτων πρὸς τὸ συμφέρον.
这两者中哪一个是事实,是难以弄清楚的;但在所有这些情况下,我们必须利用对我们有利的一面。
Οἷον ὅτι ὁ τοῦ φλέγματος ὅρος ὑγρὸν πρῶτον ἀπὸ τροφῆς ἄπεπτον.
例如,设粘液的定义为“来自食物的第一种未消化的湿气”。
Ἣν γὰρ τὸ πρῶτον, οὐ πολλά, ὥστε περίεργον τὸ ἄπεπτον προσκείμενον· καὶ γὰρ τούτου ἀφαιρεθέντος ὁ λοιπὸς ἔσται ἴδιος λόγος· οὐ γὰρ ἐνδέχεται ἀπὸ τῆς τροφῆς καὶ τοῦτο καὶ ἄλλο τι πρῶτον εἶναι.
因为第一的东西是一个,而不是多个,所以附加“未消化的”是多余的;因为即使去掉这个,剩下的定义文也是特有的;因为不可能这件东西和别的某件东西都是来自食物的第一的东西。
Ἢ οὐχ ἁπλῶς πρῶτον ἀπὸ τροφῆς τὸ φλέγμα, ἀλλὰ τῶν ἀπέπτων πρῶτον, ὥστε προσθετέον τὸ ἄπεπτον·
或者,粘液并非简单地是来自食物的第一的东西,而是未消化物中的第一的东西,所以必须附加“未消化的”呢?
ἐκείνως μὲν γὰρ ῥηθέντος οὐκ ἀληθὴς ὁ λόγος, εἴπερ μὴ πάντων πρῶτόν ἐστιν.
因为如果以前一种方式来说,如果它确实不是所有东西中的第一,那么定义文就不是真实的。
Ἔτι εἴ τι τῶν ἐν τῷ λόγῳ μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ ταὐτὸ εἶδος· ὁ γὰρ τοιοῦτος χεῖρον ὥρισται τῶν χρωμένων ὃ πᾶσιν ὑπάρχει τοῖς οὖσιν.
此外,如果定义文中的某种东西不适用于属于同一物种下的所有事物;因为这样定义的人,比那些使用适用于所有存在物的东西的人定义得更糟。
Ἐκείνως μὲν γὰρ ἂν ὁ λοιπὸς ἴδιος ᾖ λόγος, καὶ ὁ πᾶς ἴδιος ἔσται· ἁπλῶς γὰρ πρὸς τὸ ἴδιον ὁτουοῦν προστεθέντος ἀληθοῦς ὅλος ἴδιος γίνεται.
因为在前一种情况下,如果剩下的定义文是特有的,那么整体也将是特有的;因为简而言之,如果在特有的东西上附加任何真实的东西,整体就会变成特有的。
Εἰ δέ τι τῶν ἐν τῷ λόγῳ μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ ταὐτὸ εἶδος, ἀδύνατον ὅλον τὸν λόγον ἴδιον εἶναι· οὐ γὰρ ἀντικατηγορηθήσεται τοῦ πράγματος.
但如果定义文中的某种东西不适用于属于同一物种下的所有事物,那么整个定义文就不可能是特有的;因为它不会与事物相互作为谓语。
Οἷον τὸ ζῷον πεζὸν δίπουν τετράπηχυ· ὁ γὰρ τοιοῦτος λόγος οὐκ ἀντικατηγορεῖται τοῦ πράγματος διὰ τὸ μὴ πᾶσιν ὑπάρχειν τοῖς ὑπὸ ταὐτὸν εἶδος τὸ τετράπηχυ.
例如“四尺高的、二足的、陆生的动物”;因为这样的定义文不能与事物相互作为谓语,这是因为“四尺高的”并不适用于属于同一物种下的所有事物。
Πάλιν εἰ ταὐτὸν πλεονάκις εἴρηκεν, οἷον τὴν ἐπιθυμίαν ὄρεξιν ἡδέος εἰπών· πᾶσα γὰρ ἐπιθυμία ἡδέος ἐστίν, ὥστε καὶ τὸ ταὐτὸν τῇ ἐπιθυμίᾳ ἡδέος ἔσται.
再次,如果他多次说了同样的话,例如把欲望称为“对快乐事物的欲求”;因为所有的欲望都是对快乐事物的,所以与欲望相同的东西也将是对快乐事物的。
Γίνεται οὖν ὅρος τῆς ἐπιθυμίας ὄρεξις ἡδέος ἡδέος· οὐδὲν γὰρ διαφέρει ἐπιθυμίαν εἰπεῖν ἢ ὄρεξιν ἡδέος, ὥσθ᾿ ἑκάτερον αὐτῶν ἡδέος ἔσται.
因此,欲望的定义就变成了“对快乐事物的快乐事物的欲求”;因为说“欲望”和说“对快乐事物的欲求”没有任何区别,所以它们中的每一个都将是对快乐事物的。
Ἢ τοῦτο μὲν οὐδὲν ἄτοπον·
或者,这并没有什么荒谬之处呢?
καὶ γὰρ ὁ ἄνθρωπος δίπουν ἐστίν, ὥστε καὶ τὸ ταὐτὸν τῷ ἀνθρώπῳ δίπουν ἔσται.
因为人也是二足的,所以与人相同的东西也将是二足的。
Ἔστι δὲ ταὐτὸν τῷ ἀνθρώπῳ ζῷον πεζὸν δίπουν, ὥστε ζῷον πεζὸν δίπουν δίπουν ἐστίν.
而与人相同的是“二足的陆生动物”,因此“二足的陆生动物是二足的”。
Ἀλλ᾿ οὐ διὰ τοῦτο ἄτοπόν τι συμβαίνει· οὐ γὰρ κατὰ ζῴου πεζοῦ τὸ δίπουν κατηγορεῖται (οὕτω μὲν γὰρ ἂν δὶς περὶ τοῦ αὐτοῦ τὸ δίπουν ἂν κατηγοροῖτο), ἀλλὰ περὶ ζῴου πεζοῦ δίποδος τὸ δίπουν λέγεται, ὥστε ἅπαξ μόνον τὸ δίπουν κατηγορεῖται.
但由于这一点并不会产生什么荒谬;因为“二足的”并不是对“陆生动物”进行叙述的(因为如果是那样,同一个东西就会被两次叙述为“二足的”),而是对“二足的陆生动物”说“二足的”,所以“二足的”只被叙述了一次。
Ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπιθυμίας· οὐ γὰρ κατὰ τῆς ὀρέξεως τὸ ἡδέος εἶναι κατηγορεῖται, ἀλλὰ κατὰ τοῦ σύμπαντος, ὥστε ἅπαξ καὶ ἐνταῦθα ἡ κατηγορία γίνεται.
在欲望的情况下也是如此;因为“对快乐事物的”并不是对“欲求”进行叙述的,而是对整体进行叙述的,所以在这里叙述也是进行一次。
Οὐκ ἔστι δὲ τὸ δὶς φθέγξασθαι ταὐτὸν ὄνομα τῶν ἀτόπων, ἀλλὰ τὸ πλεονάκις περί τινος τὸ αὐτὸ κατηγορῆσαι, οἷον ὡς Ξενοκράτης τὴν φρόνησιν ὁριστικὴν καὶ θεωρητικὴν τῶν ὄντων φησὶν εἶναι.
而且,在荒谬的事物中,并不是把同一个词说两次,而是对某个事物多次叙述同样的东西,例如克塞诺克拉底说思虑是“对存在物的定义性的和观照性的能力”。
Ἡ γὰρ ὁριστικὴ θεωρητική τίς ἐστιν, ὥστε δὶς τὸ αὐτὸ λέγει προσθεὶς πάλιν καὶ θεωρητικήν.
因为定义性的能力是一种观照性的能力,所以他通过再次附加“观照性的”而把同样的话说了两次。
Ὁμοίως δὲ καὶ ὅσοι τὴν κατάψυξιν στέρησιν τοῦ κατὰ φύσιν θερμοῦ φασὶν εἶναι· πᾶσα γὰρ στέρησίς ἐστι τοῦ κατὰ φύσιν ὑπάρχοντος, ὥστε περίεργον τὸ προσθεῖναι τοῦ κατὰ φύσιν, ἀλλ᾿ ἱκανὸν ἦν εἰπεῖν στέρησιν θερμοῦ, ἐπειδὴ αὐτὴ ἡ στέρησις γνώριμον ποιεῖ ὅτι τοῦ κατὰ φύσιν λέγεται.
那些说冷却为“自然热的丧失”的人也是如此;因为所有的丧失都是对自然存在物的丧失,所以附加“自然的”是多余的,而说“热的丧失”就足够了,因为丧失本身就使人知道它是对自然事物的。
Πάλιν εἰ τοῦ καθόλου εἰρημένου προσθείη καὶ ἐπὶ μέρους, οἷον εἰ τὴν ἐπιείκειαν ἐλάττωσιν τῶν συμφερόντων καὶ δικαίων· τὸ γὰρ δίκαιον συμφέρον τι, ὥστε περιέχεται ἐν τῷ συμφέροντι.
再次,如果说了普遍的,他又附加了部分的,例如把公平称为“对有益的和公正的之减少”;因为公正是一种有益,所以它包含在有益之中。
Περιττὸν οὖν τὸ δίκαιον, ὥστε καθόλου εἴπας ἐπὶ μέρους προσέθηκεν.
因此,“公正”是多余的,所以他在说了普遍的之后又附加了部分的。
Καὶ εἰ τὴν ἰατρικὴν ἐπιστήμην τῶν ὑγιεινῶν ζῴῳ καὶ ἀνθρώπῳ, ἢ τὸν νόμον εἰκόνα τῶν φύσει καλῶν καὶ δικαίων· τὸ γὰρ δίκαιον καλόν τι, ὥστε πλεονάκις τὸ αὐτὸ λέγει.
如果他把医术称为“对动物和人健康有益事物的知识”,或者把法律称为“自然美和公正事物的似姿”;因为公正是一种美,所以他多次说了同样的话。

词汇与语法注释

  1. p.361ἀφαιρεθέντος τοῦ ἀριθμοῦ — 独立属格结构,表示条件:“当‘数’被去掉时”。
  2. p.361ὁτουοῦν προστεθέντος ἀληθοῦς — 独立属格结构,主语是包含不定代名词的 `ὁτουοῦν ἀληθοῦς`(任何真实的东西),`προστεθέντος` 是其被动分词。意为“当任何真实的东西被附加时”,与介词短语 `πρὸς τὸ ἴδιον`(对特有的东西)相连。
  3. p.362διὰ τὸ μὴ πᾶσιν ὑπάρχειν τοῖς ὑπὸ ταὐτὸν εἶδος τὸ τετράπηχυ — 由介词 `διὰ` 引导的带冠词不定式宾格短语。不定式 `ὑπάρχειν` 的逻辑主语是宾格的 `τὸ τετράπηχυ`(“四尺高的”),并支配与格的 `πᾶσιν τοῖς ὑπὸ ταὐτὸν εἶδος`(“属于同一物种下的所有事物”),表示原因。
  4. p.362τὸ δὶς φθέγξασθαι ταὐτὸν ὄνομα — 由冠词 `τὸ` 名词化的不定式短语(主格),作为整个句子的主语。不定式 `φθέγξασθαι` 的直接宾语是 `ταὐτὸν ὄνομα`(“同一个名字”)。

引用这一段

亚里士多德, 论题篇 §6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。