§6.4#1Πότερον μὲν οὖν καλῶς ἢ οὐ καλῶς, διὰ τούτων καὶ τῶν τοιούτων ἐπισκεπτέον· πότερον δ᾿ εἴρηκε καὶ ὥρισται τὸ τί ἦν εἶναι ἢ οὐχί, ἐκ τῶνδε.
因此,定义是做得好还是不好,必须通过这些及此类论题来考察;而他是否陈述并定义了“怎是”(本质),则必须从以下方面来考察。
Πρῶτον μὲν εἰ μὴ διὰ προτέρων καὶ γνωριμωτέρων πεποίηται τὸν ὁρισμόν.
首先,他是否没有通过更先天的和更易知的事物来做出定义。
Ἐπεὶ γὰρ ὁ ὅρος ἀποδίδοται τοῦ γνωρίσαι χάριν τὸ λεχθέν, γνωρίζομεν δ᾿ οὐκ ἐκ τῶν τυχόντων ἀλλ᾿ ἐκ τῶν προτέρων καὶ γνωριμωτέρων, καθάπερ ἐν ταῖς ἀποδείξεσιν (οὕτω γὰρ πᾶσα διδασκαλία καὶ μάθησις ἔχει), φανερὸν ὅτι ὁ μὴ διὰ τοιούτων ὁριζόμενος οὐχ ὥρισται.
因为定义是为了让人明白所说的内容而给出的,而我们并不是从任意的事物中,而是从更先天的和更易知的事物中获得认识,正如在论证中一样(因为一切教学和学习都是如此),所以显而易见,不通过此类事物进行定义的人并没有做出定义。
Εἰ δὲ μή, πλείους ἔσονται τοῦ αὐτοῦ ὁρισμοί.
否则,同一事物将会有多个定义。
Δῆλον γὰρ ὅτι καὶ ὁ διὰ προτέρων καὶ γνωριμωτέρων βέλτιον ὥρισται, ὥστε ἀμφότεροι ἂν εἴησαν ὅροι τοῦ αὐτοῦ.
因为显而易见,通过更先天的和更易知的事物所做出的定义是定义得更好的,因此两者都会是同一事物的定义。
Τὸ δὲ τοιοῦτον οὐ δοκεῖ· ἑκάστῳ γὰρ τῶν ὄντων ἕν ἐστι τὸ εἶναι ὅπερ ἐστίν·
但这样的情况是不被认可的;因为对于每个存在的事物来说,它成其所是的本质只有一个。
ὥστ᾿ εἰ πλείους ἔσονται τοῦ αὐτοῦ ὁρισμοί, ταὐτὸν ἔσται τῷ ὁριζομένῳ τὸ εἶναι ὅπερ καθ᾿ ἑκάτερον τῶν ὁρισμῶν δηλοῦται.
所以,如果同一事物将有多个定义,那么对于被定义项来说,它成其所是的本质就将与每个定义所表明的相同。
Ταῦτα δ᾿ οὐ ταὐτά ἐστιν, ἐπειδὴ οἱ ὁρισμοὶ ἕτεροι.
但这些并不是相同的,因为这些定义是不同的。
Δῆλον οὖν ὅτι οὐχ ὥρισται ὁ μὴ διὰ προτέρων καὶ γνωριμωτέρων ὁρισάμενος.
因此显而易见,不通过更先天的和更易知的事物进行定义的人,并没有做出定义。
Τὸ μὲν οὖν μὴ διὰ γνωριμωτέρων εἰρῆσθαι τὸν ὅρον διχῶς ἔστιν ἐκλαβεῖν· ἢ γὰρ εἰ ἁπλῶς ἐξ ἀγνωστοτέρων ἢ εἰ ἡμῖν ἀγνωστοτέρων· ἐνδέχεται γὰρ ἀμφοτέρως.
至于说定义没有通过更易知的事物来陈述,可以从两种意义来理解:要么是指它是由绝对更难知的事物做出的,要么是指它是由对我们而言更难知的事物做出的;因为这两种情况都是可能的。
Ἁπλῶς μὲν οὖν γνωριμώτερον τὸ πρότερον τοῦ ὑστέρου, οἷον στιγμὴ γραμμῆς καὶ γραμμὴ ἐπιπέδου καὶ ἐπίπεδον στερεοῦ, καθάπερ καὶ μονὰς ἀριθμοῦ· πρότερον γὰρ καὶ ἀρχὴ παντὸς ἀριθμοῦ.
绝对而言,先天的比后天的更易知,例如,点比线更易知,线比面更易知,面比立体更易知,正如单位比数更易知一样;因为单位是先天的,且是一切数的始基。
Ὁμοίως δὲ καὶ στοιχεῖον συλλαβῆς.
同样,音素比音节更易知。
Ἡμῖν δ᾿ ἀνάπαλιν ἐνίοτε συμβαίνει· μάλιστα γὰρ τὸ στερεὸν ὑπὸ τὴν αἴσθησιν πίπτει, τὸ δ᾿ ἐπίπεδον μᾶλλον τῆς γραμμῆς, γραμμὴ δὲ σημείου μᾶλλον.
但对我们而言,有时情况恰恰相反;因为立体最容易落入感觉之中,面比线更容易,线又比点更容易。
Οἱ πολλοὶ γὰρ τὰ τοιαῦτα προγνωρίζουσιν· τὰ μὲν γὰρ τῆς τυχούσης τὰ δ᾿ ἀκριβοῦς καὶ περιττῆς διανοίας καταμαθεῖν ἐστίν.
因为大多数人预先知道这些事物;因为前者是任何普通的心智都可以理解的,而后者则需要精确和杰出的智力来领会。
Ἁπλῶς μὲν οὖν βέλτιον τὸ διὰ τῶν πρότερον τὰ ὕστερα πειρᾶσθαι γνωρίζειν· ἐπιστημονικώτερον γὰρ τὸ τοιοῦτόν ἐστιν.
绝对而言,尝试通过先天的来认识后天的更好;因为这样的方式更具科学性。
Οὐ μὴν ἀλλὰ πρὸς τοὺς ἀδυνατοῦντας γνωρίζειν διὰ τῶν τοιούτων ἀναγκαῖον ἴσως διὰ τῶν ἐκείνοις γνωρίμων ποιεῖσθαι τὸν λόγον.
然而,对于那些无法通过这些来认识的人,或许有必要通过对他们而言是已知的事物来进行说明。
Εἰσὶ δὲ τῶν τοιούτων ὁρισμῶν ὅ τε τῆς στιγμῆς καὶ ὁ τῆς γραμμῆς καὶ ὁ τοῦ ἐπιπέδου· πάντες γὰρ διὰ τῶν ὑστέρων τὰ πρότερα δηλοῦσιν· τὸ μὲν γὰρ γραμμῆς, τὸ δ᾿ ἐπιπέδου, τὸ δὲ στερεοῦ φασὶ πέρας εἶναι.
在这样的定义中,有点、线、面的定义;因为它们都是通过后天的来表明先天的:因为他们说点是线的界限,线是面的界限,面是立体的界限。
Οὐ δεῖ δὲ λανθάνειν ὅτι τοὺς οὕτως ὁριζομένους οὐκ ἐνδέχεται τὸ τί ἦν εἶναι τῷ ὁριζομένῳ δηλοῦν, ἐὰν μὴ τυγχάνῃ ταὐτὸν ἡμῖν τε γνωριμώτερον καὶ ἁπλῶς γνωριμώτερον, εἴπερ δεῖ μὲν διὰ τοῦ γένους καὶ τῶν διαφορῶν ὁρίζεσθαι τὸν καλῶς ὁριζόμενον, ταῦτα δὲ τῶν ἁπλῶς γνωριμωτέρων καὶ προτέρων τοῦ εἴδους ἐστίν.
但是绝不能忽视,这样定义的人不可能表明被定义项的“怎是”,除非对我们而言更易知的事物与绝对更易知的事物恰好是同一个;因为如果一个做得好的定义必须通过类和种差来定义,而这些是属于绝对更易知且先于种(eidōs)的事物。
Συναναιρεῖ γὰρ τὸ γένος καὶ ἡ διαφορὰ τὸ εἶδος, ὥστε πρότερα ταῦτα τοῦ εἴδους.
因为类和种差的消灭会导致种的同时消灭,所以这些是先于种的。
Ἔστι δὲ καὶ γνωριμώτερα· τοῦ μὲν γὰρ εἴδους γνωριζομένου ἀνάγκη καὶ τὸ γένος καὶ τὴν διαφορὰν γνωρίζεσθαι (ὁ γὰρ ἄνθρωπον γνωρίζων καὶ ζῷον καὶ πεζὸν γνωρίζει), τοῦ δὲ γένους ἢ τῆς διαφορᾶς γνωριζομένης οὐκ ἀνάγκη καὶ τὸ εἶδος γνωρίζεσθαι, ὥστε ἀγνωστότερον τὸ εἶδος.
而且它们也更易知;因为如果种是已知的,类和种差也必然是已知的(因为认识人的人,也认识动物和二足),但如果类或种差是已知的,种并不真实地必然是已知的,所以种是更难知的。
Ἔτι τοῖς κατ᾿ ἀλήθειαν τοὺς τοιούτους ὁρισμοὺς φάσκουσιν εἶναι, τοὺς ἐκ τῶν ἑκάστῳ γνωρίμων, πολλοὺς τοῦ αὐτοῦ συμβήσεται λέγειν ὁρισμοὺς εἶναι· ἕτερα γὰρ ἑτέροις καὶ οὐ ταὐτὰ πᾶσι τυγχάνει γνωριμώτερα ὄντα, ὥστε πρὸς ἕκαστον ἕτερος ἂν εἴη ὁρισμὸς ἀποδοτέος, εἴπερ ἐκ τῶν ἑκάστοις γνωριμωτέρων τὸν ὁρισμὸν ποιεῖσθαι χρή.
此外,对于那些声称此类定义是真正的定义(即从对每个个人已知的那些事物中做出定义)的人来说,必然会得出同一事物有许多定义的结论;因为不同的人会有不同的事物更易知,而不是所有人都有相同的事物易知,所以如果必须从对每个人更易知的事物中做出定义,就必须向每个人给出不同的定义。
Ἔτι τοῖς αὐτοῖς ἄλλοτ᾿ ἄλλα μᾶλλον γνώριμα, ἐξ ἀρχῆς μὲν τὰ αἰσθητά, ἀκριβεστέροις δὲ γινομένοις ἀνάπαλιν, ὥστ᾿ οὐδὲ πρὸς τὸν αὐτὸν ἀεὶ ὁ αὐτὸς ὁρισμὸς ἀποδοτέος τοῖς διὰ τῶν ἑκάστοις γνωριμωτέρων τὸν ὁρισμὸν φάσκουσιν ἀποδοτέον εἶναι.
此外,对于相同的人,在不同的时候也有不同的事物更易知:最开始是感觉事物,而当他们变得更精确时则相反;所以,对于从而主张必须通过对每个人更易知的事物来给出定义的人来说,甚至不能对同一个人始终给出相同的定义。
Δῆλον οὖν ὅτι οὐχ ὁριστέον διὰ τῶν τοιούτων, ἀλλὰ διὰ τῶν ἁπλῶς γνωριμωτέρων· μόνως γὰρ ἂν οὕτως εἷς καὶ ὁ αὐτὸς ὁρισμὸς ἀεὶ γίνοιτο.
因此显而易见,不应该通过此类事物来定义,而应该通过绝对更易知的事物来定义;因为只有这样,才能始终产生一个且相同的定义。
Ἴσως δὲ καὶ τὸ ἁπλῶς γνώριμον οὐ τὸ πᾶσι γνώριμόν ἐστιν, ἀλλὰ τὸ τοῖς εὖ διακειμένοις τὴν διάνοιαν, καθάπερ καὶ τὸ ἁπλῶς ὑγιεινὸν τὸ τοῖς εὖ ἔχουσι τὸ σῶμα.
或许,绝对易知的事物并不是对所有人易知的事物,而是对理智处于良好状态的人易知的事物,正如绝对健康的事物是对身体处于良好状态的人健康的一样。
Δεῖ μὲν οὖν ἕκαστα τῶν τοιούτων ἐξακριβοῦν, χρῆσθαι δὲ διαλεγομένους πρὸς τὸ συμφέρον.
因此,对于这些情况中的每一个,都必须精确地确定,而进行讨论的人必须视其有利而加以使用。
Μάλιστα δ᾿ ὁμολογουμένως ἀναιρεῖν ἐνδέχεται τὸν ὁρισμόν, ἐὰν μήτ᾿ ἐκ τῶν ἁπλῶς γνωριμωτέρων μήτ᾿ ἐκ τῶν ἡμῖν τυγχάνῃ τὸν λόγον πεποιημένος.
但最公认能够推翻定义的,是如果所做出的定义既不是由绝对更易知的事物,也不是由对我们而言更易知的事物做出的。