§6.1## Ζ.
Τῆς δὲ περὶ τοὺς ὅρους πραγματείας μέρη πέντε ἐστίν.
关于定义的研究有五个部分。
Ἢ γὰρ ὅτι ὅλως οὐκ ἀληθὲς εἰπεῖν, καθ᾿ οὗ τοὔνομα, καὶ τὸν λόγον (δεῖ γὰρ τὸν τοῦ ἀνθρώπου ὁρισμὸν κατὰ παντὸς ἀνθρώπου ἀληθεύεσθαι), ἢ ὅτι ὄντος γένους οὐκ ἔθηκεν εἰς τὸ γένος ἢ οὐκ εἰς τὸ οἰκεῖον γένος ἔθηκεν (δεῖ γὰρ τὸν ὁριζόμενον εἰς τὸ γένος θέντα τὰς διαφορὰς προσάπτειν· μάλιστα γὰρ τῶν ἐν τῷ ὁρισμῷ τὸ γένος δοκεῖ τὴν τοῦ ὁριζομένου οὐσίαν σημαίνειν), ἢ ὅτι οὐκ ἴδιος ὁ λόγος (δεῖ γὰρ τὸν ὁρισμὸν ἴδιον εἶναι, καθάπερ καὶ πρότερον εἴρηται, ἢ εἰ πάντα τὰ εἰρημένα πεποιηκὼς μὴ ὥρισται μηδ᾿ εἴρηκε τὸ τί ἦν εἶναι τῷ ὁριζομένῳ.
因为要么是对于名称所适用的对象,定义文也完全不真实(因为人的定义必须对每个人都是真实的),要么是虽然有类,但他没有把对象放入类中,或者没有放入其固有的类中(因为定义者必须把对象放入类中,然后附加上种差;因为在定义所包含的内容中,类被认为最能表示被定义者的本质),要么是定义文不是特有的(因为定义必须是特有的,正如前面已经说过的那样),或者是如果做到了上述所有这些,他却没有进行定义,也没有说明被定义者的“是什么(本质)”。
Λοιπὸν δὲ παρὰ τὰ εἰρημένα, εἰ ὥρισται μέν, μὴ καλῶς δ᾿ ὥρισται.
而在上述之外最后剩下的,则是如果他已经定义了,但定义得不好。
Εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθ᾿ οὗ τοὔνομα, καὶ ὁ λόγος, ἐκ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον.
因此,如果对于名称所适用的对象,定义文不真实,我们就必须根据关于付带属性的论题来进行考察。
Καὶ γὰρ ἐκεῖ, πότερον ἀληθὲς ἢ οὐκ ἀληθές, πᾶσα ἡ σκέψις γίνεται· ὅταν μὲν γὰρ ὅτι ὑπάρχει τὸ συμβεβηκὸς διαλεγώμεθα, ὅτι ἀληθὲς λέγομεν, ὅταν δ᾿ ὅτι οὐχ ὑπάρχει, ὅτι οὐκ ἀληθές.
因为在那里,所有的考察也都是关于它是真实的还是不真实的;因为当我们讨论付带属性属于它时,我们说它是真实的,而当我们讨论它不属于它时,我们说它是不真实的。
Εἰ δὲ μὴ ἐν τῷ οἰκείῳ γένει ἔθηκεν, ἢ εἰ μὴ ἴδιος ὁ ἀποδοθεὶς λόγος, ἐκ τῶν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ῥηθέντων τόπων ἐπισκεπτέον.
如果他没有把对象放入其固有的类中,或者如果所提供的定义文不是特有的,我们就必须根据关于类和特有属性所阐述的论题来进行考察。
Λοιπὸν δ᾿, εἰ μὴ ὥρισται ἢ εἰ μὴ καλῶς ὥρισται, πῶς μετιτέον, εἰπεῖν.
至于其余的,如果他没有定义,或者定义得不好,我们必须说明应当如何着手。
Πρῶτον μὲν οὖν ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται.
首先,我们必须考察是否定义得不好。
Ῥᾷον γὰρ ὁτιοῦν ποιῆσαι ἢ καλῶς ποιῆσαι.
因为做任何事情都比把它做好要容易。
Δῆλον οὖν ὅτι ἡ ἁμαρτία περὶ τοῦτο πλείων, ἐπειδὴ ἐργωδέστερον, ὥσθ᾿ ἡ ἐπιχείρησις ῥᾴων ἡ περὶ τοῦτο ἢ ἡ περὶ ἐκεῖνο γίνεται.
因此显然,在这方面的错误会更多,因为它更费力,所以关于这方面的驳斥要比关于那方面的驳斥更容易。
Ἔστι δὲ τοῦ μὴ καλῶς μέρη δύο, ἓν μὲν τὸ ἀσαφεῖ τῇ ἑρμηνείᾳ κεχρῆσθαι (δεῖ γὰρ τὸν ὁριζόμενον ὡς ἐνδέχεται σαφεστάτῃ τῇ ἑρμηνείᾳ κεχρῆσθαι, ἐπειδὴ τοῦ γνωρίσαι χάριν ἀποδίδοται ὁ ὁρισμός), δεύτερον δ᾿, εἰ ἐπὶ πλεῖον εἴρηκε τὸν λόγον τοῦ δέοντος· πᾶν γὰρ τὸ προσκείμενον ἐν τῷ ὁρισμῷ περίεργον.
“不好”有两个部分:其一是使用不清晰的表达方式(因为定义者必须使用尽可能清晰的表达方式,因为定义是为了使人认识而提供的),第二是如果他把定义文说得比需要的更为冗长;因为在定义中附加的所有内容都是多余的。
Πάλιν δ᾿ ἑκάτερον τῶν εἰρημένων εἰς πλείω μέρη διείληπται.
这二者中的每一个又被分为几个部分。
§6.2Εἷς μὲν οὖν τόπος τοῦ ἀσαφῶς, εἰ ὁμώνυμόν ἐστί τινι τὸ εἰρημένον, οἷον ὅτι ἡ γένεσις ἀγωγὴ εἰς οὐσίαν ἢ ὅτι ἡ ὑγίεια συμμετρία θερμῶν καὶ ψυχρῶν.
因此,关于“不清晰”的一个论题是,所说的话与某物同音异义(多义的),例如说生成是走向实体的“导引”,或者说健康是热和冷的“均整”。
Ὁμώνυμος γὰρ ἡ ἀγωγὴ καὶ ἡ συμμετρία· ἄδηλον οὖν ὁπότερον βούλεται λέγειν τῶν δηλουμένων ὑπὸ τοῦ πλεοναχῶς λεγομένου.
因为“导引”和“均整”是多义的;因此,在多义词所表示的事物中,他想表达哪一个是不清晰的。
Ὁμοίως δὲ καὶ εἰ τοῦ ὁριζομένου πλεοναχῶς λεγομένου μὴ διελὼν εἶπεν· ἄδηλον γὰρ ὁποτέρου τὸν ὅρον ἀποδέδωκεν, ἐνδέχεταί τε συκοφαντεῖν ὡς οὐκ ἐφαρμόττοντος τοῦ λόγου ἐπὶ πάντα ὧν τὸν ὁρισμὸν ἀποδέδωκεν.
同样,如果被定义项本身是多义的,而他没有进行区分就说了,也是如此;因为不清晰他提供的是其中哪一个的定义,并且可以以此为由进行刁难,说该定义文不适用于他所提供定义的所有事物。
Μάλιστα δ᾿ ἐνδέχεται τὸ τοιοῦτον ποιεῖν λανθανούσης τῆς ὁμωνυμίας.
这种情况在多义性未被察觉时最容易发生。
Ἐνδέχεται δὲ καὶ διελόμενον αὐτόν, ποσαχῶς λέγεται τὸ ἐν τῷ ὁρισμῷ ἀποδοθέν, συλλογισμὸν ποιῆσαι· εἰ γὰρ κατὰ μηδένα τῶν τρόπων ἱκανῶς εἴρηται, δῆλον ὅτι οὐκ ἂν ὡρισμένος εἴη κατὰ τρόπον.
同样,如果他自己区分了定义中提供的词有几种含义,并进行推理也是可能的;因为如果在任何一种意义上都没有充分说明,显然它就没有被妥当地定义。
Ἄλλος, εἰ κατὰ μεταφορὰν εἴρηκεν, οἷον εἰ τὴν ἐπιστήμην ἀμετάπτωτον ἢ τὴν γῆν τιθήνην ἢ τὴν σωφροσύνην συμφωνίαν.
另一个论题是,如果他是通过比喻来说的,例如说知识是“不可动摇的”,或者说大地是“乳母”,或者说节制是“谐音”。
Πᾶν γὰρ ἀσαφὲς τὸ κατὰ μεταφορὰν λεγόμενον.
因为凡是通过比喻说出来的都是不清晰的。
Ἐνδέχεται δὲ καὶ τὴν μεταφορὰν εἰπόντα συκοφαντεῖν ὡς κυρίως εἰρηκότα· οὐ γὰρ ἐφαρμόσει ὁ λεχθεὶς ὅρος, οἷον ἐπὶ τῆς σωφροσύνης· πᾶσα γὰρ συμφωνία ἐν φθόγγοις.
而且,对于使用比喻的人,也可以把他当作是在使用本义来进行刁难;因为所说的定义将不适用,例如对于节制,因为所有的谐音都在声音中。
Ἔτι εἰ γένος ἡ συμφωνία τῆς σωφροσύνης, ἐν δύο γένεσιν ἔσται ταὐτὸν οὐ περιέχουσιν ἄλληλα· οὔτε γὰρ ἡ συμφωνία τὴν ἀρετὴν οὔθ᾿ ἡ ἀρετὴ τὴν συμφωνίαν περιέχει.
此外,如果谐音是节制的类,那么同一事物将属于两个互不包含的类;因为谐音不包含德性,德性也不包含谐音。
Ἔτι εἰ μὴ κειμένοις ὀνόμασι χρῆται, οἷον Πλάτων ὀφρυόσκιον τὸν ὀφθαλμόν, ἢ τὸ φαλάγγιον σηψιδακές, ἢ τὸν μυελὸν ὀστεογενές· πᾶν γὰρ ἀσαφὲς τὸ μὴ εἰωθός.
此外,如果他使用了未确立的(不常用的造词)名称,例如柏拉图把眼睛称为“眉影的”,或者把蜘蛛称为“腐咬的”,或者把骨髓称为“骨生的”;因为凡是不习惯使用的都是不清晰的。
Ἔνια δ᾿ οὔτε καθ᾿ ὁμωνυμίαν οὔτε κατὰ μεταφορὰν οὔτε κυρίως εἴρηται, οἷον ὁ νόμος μέτρον ἢ εἰκὼν τῶν φύσει δικαίων.
还有些事物,既不是通过同音异义,也不是通过比喻,也不是通过本义来说的,例如说法律是自然公正事物的“尺度”或“似姿”。
Ἔστι δὲ τὰ τοιαῦτα χείρω τῆς μεταφορᾶς· ἡ μὲν γὰρ μεταφορὰ ποιεῖ πως γνώριμον τὸ σημαινόμενον διὰ τὴν ὁμοιότητα· πάντες γὰρ οἱ μεταφέροντες κατά τινα ὁμοιότητα μεταφέρουσιν· τὸ δὲ τοιοῦτον οὐ ποιεῖ γνώριμον· οὔτε γὰρ ἡ ὁμοιότης ὑπάρχει, καθ᾿ ἣν μέτρον ἢ εἰκὼν ὁ νόμος ἐστίν, οὔτε κυρίως εἴωθε λέγεσθαι.
此类事物比比喻更糟;因为比喻由于相似性而在某种程度上使所指的事物为人所知(因为所有使用比喻的人都是根据某种相似性来使用的);但这种说法并不能使人所知;因为既不存在法律作为尺度或似姿的相似性,也没有在非本义上这样说的习惯。
Ὥστε εἰ μὲν κυρίως μέτρον ἢ εἰκόνα τὸν νόμον φησὶν εἶναι, ψεύδεται· εἰκὼν γάρ ἐστιν οὗ ἡ γένεσις διὰ μιμήσεως, τοῦτο δ᾿ οὐχ ὑπάρχει τῷ νόμῳ· εἰ δὲ μὴ κυρίως, δῆλον ὅτι ἀσαφῶς εἴρηκε καὶ χεῖρον ὁποιουοῦν τῶν κατὰ μεταφορὰν λεγομένων.
因此,如果他说法律在非本义上是尺度或似姿,他就说了假话(因为似姿是通过模仿而生成的,而这并不适用于法律);如果不是本义,显然他说的很不清晰,并且比任何通过比喻说出来的话都要糟。
Ἔτι εἰ μὴ δῆλος ὁ τοῦ ἐναντίου λόγος ἐκ τοῦ λεχθέντος· οἱ γὰρ καλῶς ἀποδεδομένοι καὶ τοὺς ἐναντίους προσσημαίνουσιν.
此外,如果从所说的话中不能清楚地看出相反者的定义;因为那些被很好地提供出来的定义也会附带指示其相反者。
Ἢ εἰ καθ᾿ αὑτὸν λεχθεὶς μὴ φανερὸς εἴη τίνος ἐστὶν ὁρισμός, ἀλλὰ καθάπερ τὰ τῶν ἀρχαίων γραφέων, εἰ μή τις ἐπιγράψαι, οὐκ ἐγνωρίζετο τί ἐστιν ἕκαστον.
或者,如果它被单独说出来时,看不清它是关于什么的定义,而是就像古代画家的作品一样,如果人不写上说明,就不知道每一个是什么。