§6.13#2Πάλιν εἰ ἐκ βελτίονος καὶ χείρονος ὂν μή ἐστι τὸ ὅλον τοῦ μὲν βελτίονος χεῖρον, τοῦ δὲ χείρονος βέλτιον.
再次,看整体虽然由较好者和较差者组成,但整体是否没有比较好者更差、比较差者更好。
Ἢ οὐδὲ τοῦτ᾿ ἀναγκαῖον, ἐὰν μὴ καθ᾿ αὑτὰ ᾖ τὰ ἐξ ὧν σύγκειται ἀγαθά, ἀλλ᾿ οὐδὲν κωλύει τὸ ὅλον μὴ γίνεσθαι ἀγαθόν, καθάπερ ἐπὶ τῶν ἀρτίως ῥηθέντων.
或者这也不是必然的,除非组成它的要素自身就是善的? 因为没有什么阻碍整体不成为善,正如刚才所提到的那些例子一样。
Ἔτι εἰ συνώνυμον τὸ ὅλον θατέρῳ· οὐ δεῖ γάρ, καθάπερ οὐδ᾿ ἐπὶ τῶν συλλαβῶν· οὐδενὶ γὰρ τῶν στοιχείων ἐξ ὧν σύγκειται ἡ συλλαβὴ συνώνυμός ἐστιν.
此外,看整体是否与其中一个要素同名;因为不应当如此,就像音节的情况一样;因为音节与组成它的任何字母(要素音)都不是同名的。
Ἔτι εἰ μὴ εἴρηκε τὸν τρόπον τῆς συνθέσεως.
此外,看他是否没有说明合成的方式。
Οὐ γὰρ αὔταρκες πρὸς τὸ γνωρίσαι τὸ εἰπεῖν ἐκ τούτων· οὐ γὰρ τὸ ἐκ τούτων, ἀλλὰ τὸ οὕτως ἐκ τούτων ἑκάστου τῶν συνθέτων ἡ οὐσία, καθάπερ ἐπ᾿ οἰκίας· οὐ γὰρ ἂν ὁπωσοῦν συντεθῇ ταῦτα, οἰκία ἐστίν.
因为单说“由这些组成”对于认识来说是不充分的;因为每个合成物的本质不是“由这些组成”,而是“以如此这般的方式由这些组成”,就像房屋的情况一样;因为如果这些要素被任意拼凑,它就不是房屋。
Εἰ δὲ τόδε μετὰ τοῦδε ἀποδέδωκε, πρῶτον μὲν ῥητέον ὅτι τόδε μετὰ τοῦδε ἢ τοῖσδε ταὐτὸν ἢ τῷ ἐκ τῶνδε·
但如果他将定义表述为“此物与彼物的结合”,首先必须指出,“此物与彼物”要么与“这些事物”相同,要么与“由这些组成者”相同。
ὁ γὰρ λέγων μέλι μεθ᾿ ὕδατος ἤτοι μέλι καὶ ὕδωρ λέγει ἢ τὸ ἐκ μέλιτος καὶ ὕδατος, ὥστ᾿ ἐὰν ὁποτερῳοῦν τῶν εἰρημένων ταὐτὸν ὁμολογήσῃ εἶναι τὸ τόδε μετὰ τοῦδε, ταὐτὰ ἁρμόσει λέγειν ἅπερ πρὸς ἑκάτερον τούτων ἔμπροσθεν εἴρηται.
因为说“水伴随蜂蜜”的人,意思要么是“蜂蜜和水”,要么是“由蜂蜜和水所组成者”;因此,如果他承认“此物与彼物”与上述任何一者相同,那么将之前对这两者所说的相同论点应用于此就是合适的。
Ἔτι διελόμενον ὁσαχῶς λέγεται ἕτερον μεθ᾿ ἑτέρου, σκοπεῖν εἰ μηδαμῶς τόδε μετὰ τοῦδε.
此外,在区分了一个事物与另一个事物“结合(共在)”有多少种意义之后,看“此物与彼物”是否不属于其中的任何一种。
Οἷον εἰ λέγεται ἕτερον μεθ᾿ ἑτέρου ἢ ὡς ἔν τινι ταὐτῷ δεκτικῷ, καθάπερ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρία ἐν ψυχῇ, ἢ ἐν τόπῳ τῷ αὐτῷ ἐν χρόνῳ τῷ αὐτῷ, μηδαμῶς δ᾿ ἀληθὲς τὸ εἰρημένον ἐπὶ τούτων, δῆλον ὅτι οὐδενὸς ἂν εἴη ὁ ἀποδοθεὶς ὁρισμός, ἐπειδὴ οὐδαμῶς τόδε μετὰ τοῦδέ ἐστιν.
例如,如果一个事物与另一个事物结合被说成要么是存在于同一个受容体中(如正义与勇敢在灵魂中),要么是在同一地方,或在同一时间,而所说的定义在这些情况下完全不真,那么显而易见,所给出的定义将不属于任何东西,因为这在任何意义上都不是这一个与那一个结合。
Εἰ δὲ τῶν διαιρεθέντων ἀληθὲς τὸ ἐν ταὐτῷ χρόνῳ ἑκάτερον ὑπάρχειν, σκοπεῖν εἰ ἐνδέχεται μὴ πρὸς ταὐτὸν λέγεσθαι ἑκάτερον.
但是,在区分的几种情况中,如果各要素在同一时间存在是真实的,看它们是否可能不指向同一对象。
Οἷον εἰ τὴν ἀνδρίαν ὡρίσατο τόλμαν μετὰ διανοίας ὀρθῆς· ἐνδέχεται γὰρ τόλμαν μὲν ἔχειν τοῦ ἀποστερεῖν, ὀρθὴν δὲ διάνοιαν περὶ τὰ ὑγιεινά· ἀλλ᾿ οὐδέπω ἀνδρεῖος ὁ ἐν τῷ αὐτῷ χρόνῳ τόδε μετὰ τοῦδε ἔχων.
例如,如果他把勇敢定义为“伴随正确思考的大胆”;因为一个人可能在剥夺他人财物方面具有大胆,而在有益于健康的事情上具有正确思考;但同时具有此物与彼物的人并不能说是勇敢的。
Ἔτι εἰ καὶ πρὸς ταὐτὸν ἄμφω λέγεται, οἷον πρὸς τὰ ἰατρικά· οὐδὲν γὰρ κωλύει καὶ τόλμαν καὶ ὀρθὴν διάνοιαν ἔχειν πρὸς τὰ ἰατρικά· ἀλλ᾿ ὅμως οὐδ᾿ οὗτος ἀνδρεῖος ὁ τόδε μετὰ τοῦδε ἔχων.
此外,即使两者都指向同一对象,例如指向医术;因为没有什么阻碍在医术上同时具有大胆和正确的思考;但尽管如此,具有此物与彼物的人也不是勇敢的。
Οὔτε γὰρ πρὸς ἕτερον αὐτῶν ἑκάτερον δεῖ λέγεσθαι οὔτε πρὸς ταὐτὸν τὸ τυχόν, ἀλλὰ πρὸς τὸ τῆς ἀνδρίας τέλος, οἷον πρὸς τοὺς πολεμικοὺς κινδύνους ἢ εἴ τι μᾶλλον τούτου τέλος.
因为它们中的每一个既不应当指向不同的对象,也不应当指向随便哪一个相同的对象,而应当指向勇敢的目的,例如战争中的危险,或者是否有比这更本源的目的。
Ἔνια δὲ τῶν οὕτως ἀποδιδομένων οὐδαμῶς ὑπὸ τὴν εἰρημένην πίπτει διαίρεσιν, οἷον εἰ ἡ ὀργὴ λύπη μεθ᾿ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι.
而有些以这种方式给出的定义则完全不属于上述划分,例如如果将愤怒定义为“伴随被轻蔑之设想的痛苦”。
Ὅτι γὰρ διὰ τὴν ὑπόληψιν τὴν τοιαύτην ἡ λύπη γίνεται, τοῦτο βούλεται δηλοῦν· τὸ δὲ διὰ τόδε γίνεσθαί τι οὐκ ἔστι ταὐτὸν τῷ μετὰ τούτου τόδ᾿ εἶναι κατ᾿ οὐδένα τῶν εἰρημένων τρόπων.
因为这个定义想要表明,痛苦是因为这种设想而产生的;但是,因为此物而产生彼物,在上述任何一种方式中,都不同于此物与彼物结合(共在)。